ΦΕΒΡΟΥΑΡΙΟΣ 8. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ ΣΤΡΑΤΗΛΑΤΗΣ
+ ΦΕΒΡΟΥΑΡΙΟΣ Η΄.
ΘΕΟΔΩΡΟΣ ΣΤΡΑΤΗΛΑΤΗΣ ΜΑΡΤΥΣ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια γ΄τῆς Ἑορτῆς. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Τὸν ἀπερίγραπτον Λόγον καὶ ὑπερούσιον, τὸν οὐρανίοις θρόνοις, ἐποχούμενον δόξῃ, εἰσδέχεται ἀγκάλαις ὁ Συμεών, ἐκβοῶν· Νῦν ἀπόλυσον, κατὰ τὸ ῥῆμά σου Σῶτερ, ἡ τῶν πιστῶν, σωτηρία καὶ ἀπόλαυσις.
Βρέφος ὁρῶν σε ἐβόα, ὁ θαυμαστὸς Συμεών, τὸν πρὸ αἰώνων Λόγον, ἐκ Πατρὸς γεννηθέντα· φρίττω καὶ πτοοῦμαι χερσὶν ἐμαῖς, ἀγκαλίσασθαι Δέσποτα· ἀλλ’ ἐν εἰρήνῃ τὸν δοῦλόν σου ἐκζητῶ, νῦν ἀπόλυσον ὡς εὔσπλαγχνος
Νῦν ἀνοιγέσθω ἡ πύλη ἡ ἐπουράνιος, ὁ ἐκ Πατρὸς ἀχρόνως, γεννηθεὶς Θεὸς Λόγος, ἐτέχθη ἐκ Παρθένου, σάρκα λαβών, τὴν βροτείαν βουλόμενος, ἀνακαλέσασθαι φύσιν ὡς ἀγαθός, καὶ βαλεῖν ἐν δεξιᾷ τοῦ Πατρός.
Καὶ γ΄ Προσόμοια τοῦ Μάρτυρος. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τῆς ὑπὲρ νοῦν ἐνστάσεως! ὢ Στρατηλάτα τῆς σῆς! ὢ καλῆς γενναιότητος! Πῶς τὰ ὑπὲρ ἄνθρωπον, σὺ ἀνέτλης μαρτύρια; Πῶς τὸν χειμῶνα, δεινῶν ὑπήνεγκας; ὡς γὰρ κηρίων, σαφῶς σε μέλισσαι, περιεκύκλωσαν, τὰ ἐχίδνης ἔκγονα τὰ βέλη ὦν, ἐλογίσω οἷάπερ, νηπίων ἔνδοξε.
Χαίροις, Στρατηλάτα ἔνδοξε, σὺ γὰρ Χριστοῦ τοῦ Θεοῦ, παντευχίαν τὴν ἄμαχον, μυστικῶς ζωσάμενος, τὸν ἀλάστορα τύραννον, λόγοις καὶ ἔργοις τε εἰς γῆν κατέβαλες, καὶ νίκης ἤγειρας μέγα τρόπαιον! ὢ τίς ἐλλείπει σου, τοὺς ἀγῶνας Ἅγιε καὶ τὰς πολλάς, δωρεὰς καὶ χάριτας, δι’ ὧ δεδόξασται.
Μάρτυς, τοῦ Χριστοῦ ἀήττητε, τῶν Ἀθλητῶν καλλονή, ἐναθλήσας στεῤῥότατα, κατ’ ἐχθρῶν ἐτρόπωσας, τὴν ἀπιστίαν Θεόδωρε, καὶ συναγάλλης εἰς τὰ οὐράνια, καὶ συγχορεύεις, μετὰ Μαρτύρων τε, Ὃν καὶ πρεσβεύεις νῦν, ὑπὲρ τῶν τιμώντων σε, καὶ εὐλαβῶς, προσκυνούντων Ἅγιε, σὸν θεῖον λείψανον.
Δόξα. Ἦχος πλ. α'
Σήμερον
ἀνέτειλεν ὑπὲρ τὸν Ἑωσφόρον, ἡ σεβάσμιος μνήμη τοῦ ἀθλοφόρου Χριστοῦ, τῶν
πιστῶν τὰς καρδίας ἀνενδότως φωτίζουσα, καὶ τὰ νέφη τῶν ψυχῶν ἀποδιώκουσα, τῇ
ἐνεργείᾳ καὶ χάριτι τοῦ Πνεύματος, πρὸς ὃν φιλομάρτυρες ἀνακράξωμεν· Χαίροις, ὁ
τοῖς πιστοῖς ἀναδειχθεὶς θεοδώρητος χάρις, καὶ τῶν θαυμάτων τὰ πλήθη ἐφαπλῶν,
τοῖς εἰς σὲ προστρέχουσι, Θεόδωρε μακάριε. Χριστὸν ἀπαύστως πρεσβεύων μὴ
ἐλλίπῃς, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν
πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου Κύριε.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Εἰς τὸν Στίχον, Προσόμοια τοῦ Μάρτυρος. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τὴν οὐράνιον, Βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς ἀναβλύζει, τοῖς αἰτοῦσιν εὐρωστία, καὶ μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ἡ ἱερὰ κεφαλή, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στῦλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Πεφυτεύμενος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Ὅπλῳ, τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ' ὧν συντριβόμενος, καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ' αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων στεφάνων, ἐπιτυχόντα Θεόδωρε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ'
Τῶν
τοῦ Θεοῦ δωρεῶν ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες
εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Θεόδωρον τὸν γενναῖον
μεγαλομάρτυρα, τῆς οἰκουμένης τὸν ὑπέρμαχον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ, κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ᾽ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκον τοῦ Μάρτυρος. Ἦχος δ'.
Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει ἀεὶ μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τοῦ Μάρτυρος. Ἦχος γ’. Θείας πίστεως.
Ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, πλάνην ἔσβεσας, κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Θεόδωρε, τὰς παρανόμων κατήσχυνας φάλαγγας, καὶ τοῦ Δεσπότου μιμητὴς γέγονας· Μάρτυς ἔνδοξε, Χριστῷ τῷ Θεῷ ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι. Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τοῦ Μάρτυρος. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τοῦ Θεοδώρου τοῦ κλεινοῦ, μετ’ εὐφροσύνης κραυγάζουσα· σύ μου τὸ κράτος, Χριστὲ καὶ στερέωμα.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.
Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμός
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Φερώνυμον δῶρόν σε τοῦ Θεοῦ σέβω. Ἐν δὲ τοῖς Θεοτοκίοις: Νικολάου.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Φερωνυμίᾳ θεολήπτου κλήσεως καλλωπιζόμενος, καὶ δωρεῶν θείων, θησαυρὸς δεικνύμενος, καὶ μαρτυρίου χάριτι, μάκαρ κεκοσμημένος, τοὺς ὑμνητάς σου χαρίτωσον, ὕμνοις σε τιμῶντας Θεόδωρε.
Ἔργῳ καὶ λόγῳ σοῦ τὴν θεοδώρητον, κλῆσιν πιστούμενος, τὰς δωρεὰς νέμεις, δωρεὰν τοῖς χρῄζουσι· δώρημα γὰρ πᾶν τέλειον, ἄνωθεν καταβαῖνον, ἐκ τοῦ Πατρός προσδεχόμενος, ἅπαντας πλουτίζεις τιμῶντάς σε.
Ῥώμην θεόθεν νηπιόθεν πάνσοφε, λαβὼν καὶ σύνεσιν, πάθη σαρκὸς πάντα, πρότερον καὶ δαίμονας, ἀνδρείως καταβέβληκας, ὕστερον δὲ καθεῖλες, ἐχθρῶν τυράννων τὸ φρύαγμα, μάκαρ συμμαχίᾳ τοῦ Πνεύματος.
Ὡς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, κατεσοφίσω σοφῶς, τὸν σοφιστὴν μάκαρ, τῆς κακίας ῥήμασι, καὶ πράγμασι Λικίνιον, ἐδελέασας δείξας, νεκροῖς ξοάνοις λατρεύοντα, καὶ κεναῖς ἐλπίσι τρεφόμενον.
Θεοτοκίον
Νῖκός μοι δίδου Παναγία ἄχραντε, τῷ καταφεύγοντι, ὑπὸ τὴν σὴν σκέπην, τῶν δεινῶν ἐξαίρουσα, ἀεί με ταῖς πρεσβείαις σου· καὶ γὰρ τέτοκας Λόγον, τὸν τῷ Πατρὶ συναΐδιον, ὁμοῦ τε τῷ Πνεύματι σύνθρονον.
Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε...
ᾨδὴ γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Ὁ πρωτότοκος, ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Τοῦ Μάρτυρος. Οὐρανίας ἁψῖδος
Νεανίας ὡραῖος, πανευπρεπὴς δέδειξαι, κάλλει καταλλήλως ἐμπρέπων, ψυχῆς καὶ σώματος, ὡραϊζόμενος, τῶν ἀρετῶν εὐμορφίᾳ, καὶ Μαρτύρων στίγμασι, καλλωπιζόμενος.
Ὑπὸ θείας προνοίας, ὁδηγηθεὶς ὥδευσας, τρίβον μαρτυρίου Δεσπότου, τοῦ τὴν καρδίαν σου, μάκαρ πλατύναντος, ταῖς δωρεαῖς τῶν χαρίτων, καὶ πρὸς τὴν οὐράνιον, κλίσιν ἰθύναντος.
Μεγαλόφρονι γνώμῃ, περιφρονῶν πάνσοφε, τῶν ἡδέων τοῦ κόσμου, καὶ τῶν τοῦ βίου τερπνῶν, οὐδὲν προέκρινας, τῆς τοῦ Σωτῆρος ἀγάπης, ἀλλ' αὐτὸν ἐπόθησας, ψυχῆς εὐθύτητι.
Θεοτοκίον
Ἱκετεύω σε μόνην, τὴν τὸν Θεὸν τέξασαν, τὸν εἰς εὐλογίαν κατάραν, τὴν πρὶν ἀμείψαντα, καὶ χρηματίσαντα, ὑπὲρ ἀνθρώπων κατάρα, Κόρη παντευλόγητε, καὶ κόσμον σώσαντα.
Καταβασία.
Τὸ στερέωμα…
Κάθισμα τοῦ Μάρτυρος. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταλαβών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, γενναίως κατετόλμησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, Ἀθλοφόρε Θεόδωρε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς. Ἀνέστης ἐκ νεκρῶν.
Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος φύσει· χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
ᾨδὴ δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Ἣν ἤλπισας Συμεών, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Θεώμενος Συμεών, Λόγον τὸν
ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον
τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς
αἰνέσεως.
Τοῦ Μάρτυρος. Σύ μου ἰσχύς
Ὁ πρὸς Θεόν, πόθος σου πᾶσαν ἠμαύρωσε, προσπαθείας, ὕλην παμμακάριστε, δόξαν τερπνήν, πλοῦτον καὶ τρυφήν, καὶ περιφανείας τὸ περιβόητον ὕψωμα· ἐντεῦθεν ἀνυψώθης, πρὸς περίβλεπον ὕψος, μαρτυρίου πρὸς δόξαν ἀμάραντον.
Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένος, νόμον ἀνομώτατον, παρανομούντων νεανικῶς, ἀνέτρεψας μάκαρ· διὸ νομίμως ἐνήθλησας, καὶ στέφος ἀνεδήσω, τὸ τῆς δικαιοσύνης, ἐκ χειρὸς τοῦ Δεσπότου Θεόδωρε.
Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμον, δῶρον θεῖον, δῶρον ἀξιέραστον, δῶρον πλουτίζον πάντα πιστόν, δῶρον δεχομένοις, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τὸ πᾶσι καταπέμπον, καταλλήλως τὰς δόσεις, καὶ πληροῦν τὰς αἰτήσεις τῶν δούλων σου.
Ὡς μιμητής, τοῦ προσπαγέντος ἐν ξύλῳ Χριστοῦ, μετὰ πᾶσαν, αἰκίαν τοῦ σώματος, μετὰ πολλὰς στρέβλας πονηράς, τὰς τῶν μιαιφόνων, χριστομιμήτως ἐτάθης σταυρῷ, καὶ βέλεσιν ἐτρώθης, καὶ δεινῶς συνεκόπης, ἀλλ' ἐῤῥύσθης ἐκ τούτων δυνάμει Χριστοῦ.
Θεοτοκίον
Καλλοποιόν, καὶ γῆς Δεσπότην κυήσασαν, ἀποῤῥήτῳ, τόκῳ κατὰ χρέος σε, πάντες πιστοί, γλώσσῃ καὶ ψυχῇ, κόσμου Βασιλίδα, καὶ Δέσποιναν ὀνομάζομεν· διὸ τῆς τυραννούσης, πονηρᾶς συνηθείας, ἐλευθέρωσον τοὺς σὲ γεραίροντας.
Καταβασία.
Ἐκάλυψεν οὐρανούς…
ᾨδὴ ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Τοῦ Μάρτυρος Ἵνα τί με ἀπώσω
Ῥητορεύεις τὴν δόξαν, ἔνδοξε Θεόδωρε σὺν παῤῥησίᾳ πολλῇ, τοῦ σαρκὶ παθόντος, καὶ θανάτῳ τὸν θάνατον λύσαντος, καὶ μαστίγων πεῖραν, πολλῶν λαβὼν λύσσῃ τυράννου, σταυρικὴν καταδίκην ὑπήνεγκας.
Ὁλοτρόπῳ προθέσει, σταύρωσιν ἑκούσιον Χριστοῦ μιμούμενος, τὴν αὐτὴν ὑπέστης, τιμωρίαν σταυρῷ προσηλούμενος, ἀντὶ δὲ τῆς λόγχης, βελῶν πολλῶν πληγὰς ἐδέξω, ὀφθαλμῶν κόρας τε ἐξορυττόμενος.
Νικηφόρος ὡράθης, ἄρτιος ὁλόκληρος μετὰ τὴν σταύρωσιν, καὶ τὴν ἄλλην πᾶσαν, τῶν μελῶν συγκοπήν τε καὶ νέκρωσιν, ὁ νικήσας κόσμον· σὲ γὰρ Χριστὸς χειρὶ Ἀγγέλου, ὡς ζωῆς ἀρχηγὸς ἀνεζώωσεν.
Συνιδόντα τὰ πλήθη, τὸ ἐν σοὶ γενόμενον θαῦμα Θεόδωρε, τὴν φωνὴν ἐπῆραν, μεγαλύνοντα Χριστοῦ τὴν δύναμιν, τοῦ δὲ λυμεῶνος, καὶ ἀλαζόνος Λικινίου, στηλιτεύοντα λύσσαν τὴν ἄλογον.
Θεοτοκίον
Ὅλον τέτοκας Κόρη, τὸ φῶς τὸ αἰώνιον τοῖς ἀνυμνοῦσί σε, τὸν Χριστὸν ἀσπόρως, σωματώσασα, ὃν ἐξιλέωσαι, τοῦ σωθῆναι πάντας, ἐκ πειρασμῶν τοῦ ἀλλοτρίου, Παναγία Παρθένε Θεόνυμφε.
Καταβασία.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς…
ᾨδὴ ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.
Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
Τοῦ Μάρτυρος. Ἱλάσθητί μοι Σωτήρ
Ἐξέλαμψας ἀρεταῖς, καὶ διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπροῖς, ἀγῶσι Θεόδωρε, καὶ νῦν περιβόητος, ἐν θαυματουργίαις, καὶ θερμὸς προστάτης πέφηνας.
Τοῖς κάμνουσιν ἰατρός, τοῖς αἰχμαλώτοις ἀνάῤῥυσις, μεσίτης ἁμαρτωλοῖς, ὑπευθύνων ἄφεσις, πενθοῦσι παράκλησις, πρὸς Θεοῦ ἐδόθης, συμπαθέστατε Θεόδωρε.
Οὐκ ἔστι κόρος τῶν σῶν, καλῶν ἀπείρων Θεόδωρε, οὐδὲ τῆς σῆς καλλονῆς, σταθμὸς ἰσοστάσιος· διὸ τὸν διάπυρον, πόθον μου προσδέχου, χορηγῶν μοι χάριν ἄφθονον.
Θεοτοκίον
Λαμψάτω νῦν ἐπ’ ἐμέ, ἡ ἄφατος εὐσπλαγχνία σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.
Καταβασία.
Ἐβόησέ σοι…
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Ἀνδρείᾳ ψυχῆς, τὴν πίστιν ὁπλισάμενος, καὶ ῥῆμα Θεοῦ, ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας, τῶν Μαρτύρων κλέος Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος δεῦτε πάντες, τοῖς ὕμνοις τῶν στεφάνων, πιστοὶ Θεόδωρον καταστέψωμεν· δῶρον Θεοῦ γὰρ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα. Ἐν τούτοις οὖν πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον· διὸ βοῶμεν αὐτῷ· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ζαχαρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Μάρθα καὶ Μαρία αἱ ἀδελφαί, καὶ ὁ Ὅσιος Λυκαρίων ὁ Μάρτυς, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀγαθαγγέλου, ἐπισκόπου Δαμασκοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Νικηφόρος καὶ Στέφανος, πρῶτον τὰς σάρκας ξεοῦνται, καὶ ἔπειτα ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Περγέτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Φιλαδέλφου καὶ Πολυκάρπου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου, ἐπισκόπου Πάφου, κοιμηθέντος τὸ 1688
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σάββα τοῦ Β΄, ἀρχιεπισκόπου Σερβίας, κοιμηθέντος τὸ 1271.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Λιουμπόβ, τοῦ Ῥιαζὰν Ῥωσσίας, τῆς διὰ Χριστὸν σαλλῆς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καὶ σοῦ τὴν καρδίαν
ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ
καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τοῦ Μάρτυρος. Θεοῦ συγκατάβασιν
Ὑψούμενον Κύριον, ἐπὶ τοῦ ξύλου καὶ καταράξαντα, τὸν μεγάλαυχον ὄφιν, κατανοήσας συνανυψώθης αὐτῷ, χριστομιμήτως ἐν σταυρῷ καὶ θάνατον, ὑπενεγκὼν Ἀθλητά, συνεξανέστης αὐτῷ.
Θεοῦ σε Θεόδωρε, τῆς ἀκηράτου δόξης θερμὸν ἐραστήν, ἐγνωκὼς τῷ σῷ πόθῳ, ὁλοκαρδίως ψυχὴν προσέδησα, τὴν προσδοκίαν πᾶσαν τῆς ἐλπίδος μου, ἀνατεθεὶς ἐπὶ σοί, μὴ ὑπερίδῃς με.
Ἐδόξασας Κύριον, τοῖς μέλεσί σου ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν σὲ μεγάλως ἀντιδοξάσαντα, τερατουργίαις καὶ ποικίλοις θαύμασι, καὶ περιόντα τῇ γῇ, καὶ μετὰ τέλος σοφέ.
Θεοτοκίον
Ἁγίων τὸν ἅγιον, τέτοκας μόνη θεοχαρίτωτε, ἀποῤῥήτῳ κυήσει· καὶ γὰρ Παρθένος ἔμεινας ἄχραντε, ὡς πρὸ τοῦ τόκου· διό σοι κραυγάζομεν, τὴν τοῦ Ἀγγέλου φωνήν· Εὐλογημένη Ἁγνή.
Καταβασία.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα…
ᾨδὴ η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Μάρτυρος Ἑπταπλασίως κάμινον
Ὁ λυμεὼν Λικίνιος, ὁ λυσσώδης καὶ βέβηλος, ὅλον ἑαυτὸν ὁλοτελῶς τοῖς δαίμοσιν, ἐκδοὺς ὑποβάλλει σε, τιμωριῶν ποικίλων ποιναῖς, νῶτον καὶ τὸ στῆθος, τοῖς βουνεύροις συγκόπτων, ἐν σφαίραις μολυβδίναις, τὸν αὐχένα συντρίβων, πλευρὰς ὄνυξι ξαίνων, καὶ φλέγων ταῖς λαμπάσιν.
Ὑπομονὴν ἀνένδοτον, καρτερίαν ἀνάλωτον, καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμενος, ποικίλαις κολάσεσι, καὶ χαλεπαῖς στρεβλώσεσι, πάντων τῶν Μαρτύρων, ὑπερέβης τοὺς ἄθλους, παθῶν Δεσποτικῶν δέ, τῷ σταυρῷ κοινωνήσας, καὶ πλέον ὑπομείνας, μειζόνως ἐδοξάσθης.
Σταυρῷ ταθεὶς Θεόδωρε, τὰ Χριστοῦ ὑστερήματα, ἐν σαρκὶ οἰκείᾳ ἐκπληροῖς τῶν θλίψεων· οὐ χεῖρας καὶ πόδας γάρ, μόνον προσηλωθεὶς καρτερεῖς, ἀλλὰ καὶ περόνῃ, σιδηρᾶ διεπάρης, τὸ κρύφιόν σου μέλος, ἐκτμηθεὶς τοὺς διδύμους, καὶ βέλεσιν ὀμμάτων, ἐξορυχθεὶς τὰς κόρας.
Θεοτοκίον
Οὐρανομήκη κλίμακα, νοητήν σε γινώσκομεν, δι' ἧς καταβάς, μετὰ σαρκὸς ὁ Ὕψιστος, ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε, πρὸς τὴν ὑψηλήν, τῶν οὐρανῶν πολιτείαν· ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, καὶ πάντων ποιημάτων, τιμῶμέν σε Παρθένε.
Καταβασία.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες…
ᾨδὴ θ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Τοῦ Μάρτυρος. Ἐξέστη ἐπὶ τούτῳ
Ἐξέστη τῶν Ἀγγέλων δῆμος τὴν σήν, Στρατηλάτα τηρῶν γενναιότητα, πᾶς ὁ παρών, ὄχλος κατεπλάγη τότε τὰς σάς, ἀνδραγαθίας ἔνδοξε, ἔφριξε δαιμόνων ἡ στρατιά, τὰ σὰ τρόπαια νῦν δέ, κροτεῖ κόσμος τὰ γέρα, καὶ πᾶς πιστὸς ὑμνεῖ τὰ θαύματα.
Βοᾶται παρὰ πάσης σχεδὸν πνοῆς, τὰ πολλά σου καὶ μέγιστα τρόπαια, τὰ ἐπὶ σοί, τέρατα δειχθέντα καὶ διὰ σοῦ, ἡ ἐκ νεκρῶν ἀνέγερσις, ἡ ὁλοκληρία ἐκ συντριβῆς, ἡ ῥῶσις τῶν νοσούντων, ἡ λύσις τῶν δεσμίων, καὶ τῶν ἐν θλίψει ἡ παράκλησις.
Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὑπὲρ οὗ πάσας ὑπήνεγκας, μέχρι τομῆς, καύσεως θανάτου τε καὶ σταυροῦ, ἐγκαρτερῶν Θεόδωρε, αἴτησαι συγγνώμην ἡμῖν κακῶν, τῷ κόσμῳ τὴν εἰρήνην, νίκας τοῖς Βασιλεῦσι, καὶ σωτηρίαν τοῖς τιμῶσί σε.
Θεοτοκίον
Ὑψώθη ἐδοξάσθη γένος βροτῶν, καὶ τιμῆς ἠξιώθη τῆς κρείττονος, διὰ τῆς σῆς, Κόρη συγγενείας καὶ θεϊκῆς, υἱοθεσίας ἔτυχε, τῇ σῇ μεσιτείᾳ· καὶ γὰρ Θεός, ὡράθη σαρκοφόρος, ἐκ σοῦ ἀῤῥήτῳ τρόπῳ, ἄτρεπτος μείνας τῇ Θεότητι.
Καταβασία.
Θεοτοκὲ ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σὲ.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι…
Ἐξαποστειλάριον. Τοῦ Μάρτυρος. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν
Μεγαλομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ Στρατηλάτα, καὶ θεῖον ἐγκαλλώπισμα, τῶν σεπτῶν Ἀθλοφόρων, Θεόδωρε γενναιόφρον, μὴ ἐλλίπῃς αἰτεῖσθαι, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ εἰρήνην τῷ κόσμω, καὶ ἱλασμόν, τῶν ἁμαρτημάτων καὶ σωτηρίαν, τοῖς ἐκτελοῦσι πάνσοφε, τὴν φωσφόρον σου μνήμην.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος β'
Ἐν πνεύματι τῷ Ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.
Αἶνοι. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἀθλητὴς
γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν
πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν·
ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ ταῖς ἄνω, ὁμηγύρεσι συνήφθης, κλέος
Μαρτύρων Θεόδωρε. (Δίς)
Καὶ
σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας τυπτόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος,
καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ πλευρὰς ξεόμενος, καὶ παντοίαις χαλεπαῖς,
ἀλγηδόσι κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ
προσηλωθέντος, κλέος Μαρτύρων Θεόδωρε.
Θεῖον
ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ Ἱερεῖον
ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον τῷ τυθέντι διὰ σέ, καθαρῶς προσαγόμενος, τῷ
δοξάσαντι, τὴν ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρόν σε τοῖς ἐν κόσμῳ,
δωρησαμένῳ Θεόδωρε.
Δόξα. Ἦχος πλ. δ'
Ἀθλητικὴν ἀνδρείαν, καὶ λογικὴν λατρείαν εὐσεβῶς καθοπλισθείς, Ἀθλοφόρε Χριστοῦ, καὶ στερρῶς παραταχθεὶς τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν Τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός. Ἀλλ' ὦ θείων δωρεῶν καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ πάσης περιστάσεως, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς τελοῦντας τὴν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τόν Σωτῆρά μου.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Ἀπολυτίκον τοῦ Μάρτυρος. Ἦχος δ'.
Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει ἀεὶ μακαρίζομεν.
.jpg)
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου