ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΣ Θ΄.[1]
ΝΙΚΗΦΟΡΟΣ ΜΑΡΤΥΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Νόμοις, πειθαρχῶν τοῦ δι’ ἡμᾶς, σάρκα ἐπὶ γῆς εἰληφότος, καὶ πάθος τίμιον, Μάρτυς ὑπομείναντος, θεομακάριστε, τὴν ἀγάπην ἐτήρησας, τὴν πρὸς τὸν πλησίον, νόμου τὸ κεφάλαιον, οὖσαν καὶ τῶν Προφητῶν· ὅθεν, καὶ μακάριον τέλος, εἴληφας πηγῇ τῆς ἀγάπης, νῦν ὦ Νικηφόρε παριστάμενος.
Κλίνεις, τὸν αὐχένα τῷ Θεῷ, ᾧ τὰ πάντα κλίνει τὸ γόνυ, Μάρτυς θαυμάσιε, κάραν ἐκτεμνόμενος, καὶ χωριζόμενος, τοῦ γενναίου σου σώματος, Χριστῷ δὲ τῇ πάντων, κεφαλῇ ἑνούμενος, καθαρωτάτῳ νοΐ· οὗ νῦν τῷ φωτὶ πλησιάζων, αἴτησαι ἡμῖν Νικηφόρε, πᾶσι φωτισμὸν τοῖς εὐφημοῦσί σε.
Ῥείθροις, τῶν αἱμάτων σου σοφέ, τῶν ὑπὲρ Χριστοῦ κενωθέντων, τὴν γῆν ἡγίασας· πνεύματι δὲ πνεύματα, ἐχαροποίησας, ἀσωμάτων Δυνάμεων, Μαρτύρων ἀγέλας, πάσας δὲ ἐφαίδρυνας, ταύταις ἑνούμενος, μάκαρ, ὡς γενναῖος ὁπλίτης, ὡς ἀκαταγώνιστος Μάρτυς, καὶ ὑπὲρ ἡμῶν Θεοῦ δεόμενος.
Δόξα. Ἦχος πλ. β΄.
Ἔδειξας πᾶσιν ἐμφανῶς, Ἀθλητὰ Νικηφόρε, ὅτι τὸν πλησίον ὁ μὴ φιλῶν, οὔτε τὸν Δεσπότην ἀγαπῆσαι δύναται· διόπερ, αὐτὸς μὲν εἰλικρινῶς ἀγαπήσας Σαπρίκιον τὸν ὁμόδουλον, ἐντεῦθεν καὶ πρὸς τὸν θεῖον ἀνεπτερώθης ἔρωτα, καὶ τὴν ψυχήν σου τέθεικας, ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας καὶ πίστεως. Σαπρίκιος δὲ ὁ δυσώνυμος, ἄσπονδον πρὸς σὲ τὸ μῖσος κτησάμενος, ἀρνητὴς ἐδείχθη καὶ τοῦ Δεσπότου Χριστοῦ, ᾧ νῦν αὐτὸς παρεστώς, καθικέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Τετραυματισμένος με, ταῖς λῃστρικαῖς τῶν Δαιμόνων, ἐφόδοις καὶ κείμενον, ὅλον ἀνενέργητον παναμώμητε, ἐν ὁδῷ πάντοτε, τοῦ ἀστάτου βίου, καὶ ἐλέους προσδεόμενον, τάχος ἐπίσκεψαι, οἶνον ἐπιθεῖσα καὶ ἔλαιον, τοῖς ἀνιάτοις μώλωψι, καὶ πρὸς εὐρωστίαν ἀνάγαγε, ὅπως σε δοξάζω, καὶ πόθῳ κατὰ χρέος ἀνυμνῶ, τὰ μεγαλεῖά σου ἄχραντε, Μήτηρ ἀειπάρθενε.
Ἢ Σταυροθεοτοκίον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀποῤῥήτῳ λόγῳ ὑπ' ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευρὰν δὲ ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη, ὠλόλυζες βοῶσα μητρικῶς· Τί τοῦτο τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι· ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Κλεινὸν ἐν Ἀθλοφόροις, Νικηφόρον ᾄσματι μέλπω. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Κορυφουμένην τὴν τοῦ βίου θάλασσαν, καὶ κυματοῦσαν δεινῶς, τὸ τῆς ψυχῆς σκάφος, πειρασμοῖς καὶ πάθεσιν, ὁ τῆς εἰρήνης αἴτιος, πρὸς γαλήνην βαθεῖαν, ὡς εὐεργέτης μετάβαλε, Μάρτυρος Χριστὲ ταῖς ἐντεύξεσι.
Λελογισμένῃ διανοίᾳ πάνσοφε, τῷ νοερῷ τῆς ψυχῆς, τὸ τῆς ὀργῆς πάθος, εὐσεβῶς ὑπέταξας, καὶ τῷ πλησίον ἔδραμες, Σαπρικίῳ σπουδάζων, διαλλαγῆναι θεσπέσιε, νόμοις τοῦ Σωτῆρος πειθόμενος.
Ἐνδεδυμένος τοῦ Σταυροῦ τὴν δύναμιν, ἐῤῥωμενέστερον, τῷ δυσμενεῖ Μάρτυς, συμπλακεὶς κατέῤῥαξας, καὶ νικηφόρος γέγονας, προκληθεὶς φερωνύμως, ὦ Νικηφόρε πανεύφημε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε.
Τριαδικόν
Ἰσοσθενὴ ὁμοφυῆ καὶ σύνθρονον, καὶ ὁμοούσιον, τὴν τριφεγγῆ αἴγλην, τῆς μιᾶς Θεότητος, ὁμολογοῦντες σέβομεν, ἐν τρισὶ τοῖς προσώποις, ἀδιαιρέτως κηρύττοντες, Λόγον σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Νοῦς καὶ οὐράνιος τὸ σὸν
μυστήριον, τὸ ἀκατάληπτον, κατανοεῖν ὄντως, ἀτονεῖ πανύμνητε· τοῦ Πατρὸς γὰρ ὁ
σύνθρονος, ἐν γαστρί σου σκηνώσας, ἐκ σοῦ τεχθῆναι ηὐδόκησε, φύσεσι διτταῖς
γνωριζόμενος.
ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς
Ὁ Νικηφόρος προκληθείς, ἐπὶ τῶν ἔργων ἐδείχθη, νικηφόρος· τῆς γὰρ πλάνης τὸν ζόφον, τῷ τῆς χάριτος φωτί, διασκεδάσας ἔλυσε, κράζων· Οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.
Νενεκρωμένον διὰ σέ, πεπιστευκὼς τὸν Δεσπότην, αὐθαιρέτως τῷ θανάτῳ προστρέχεις, τὴν ἑκούσιον αὐτοῦ, ἐπιποθήσας νέκρωσιν, ὡς νικηφόρος Μάρτυς, θείᾳ δυνάμει ῥωννύμενος.
Ἐπὶ τῆς γῆς ἀγωνιστής, ἐν οὐρανοῖς στεφανίτης, ὁ θεράπων τοῦ Χριστοῦ Νικηφόρος, ἀναδέδεικται σαφῶς, σὺν Ἀσωμάτων τάξεσι, κράζων· Οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.
Τριαδικόν
Νοῦ ἐκ μεγάλου τοῦ Πατρός, ἐξορμηθέντα τὸν Λόγον, ἐκπορευθὲν δὲ καὶ τὸ Ἅγιον Πνεῦμα, διδαχθέντες εὐσεβῶς, τοῖς θεοπνεύστοις δόγμασιν, ὁμολογοῦμεν πάντες, ἄκτιστον μίαν Θεότητα.
Θεοτοκίον
Ἀπειρογάμως ἐκ Πατρός, τὸν πρὸ αἰώνων τεχθέντα, ἐν γαστρί σου συλλαβοῦσα Παρθένε, ἀπεγέννησας ἡμῖν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρᾳ φύσει, τέλειον οὐ διαιρούμενον.
Ὁ Εἱρμός
Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐντολῶν τοῦ Κυρίου ἐκπληρωτής, πεφηνὼς κατηλλάγης τῷ δυσμενεῖ, πρὸς σὲ τὴν διάνοιαν, τὴν αὐτοῦ Μάρτυς ἔχοντι, καὶ τὴν διὰ ξίφους, τελείωσιν εἴληφας, ἀντ' ἐκείνου μάκαρ, Θεοῦ σε καλέσαντος· ὅθεν νικηφόρον, φερωνύμως δειχθέντα, αὐτὸς ἐστεφάνωσεν, ὡς Δεσπότης ἀξίως σε, Ἀθλοφόρε ἀήττητε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε.
Θείας ζωῆς, ὦ Νικηφόρε τετύχηκας, θείας αἴγλης, μάκαρ κατηξίωσαι, θείου φωτός, ἀκτινοειδῶς, νῦν ἀντανακλάσεις, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου, θεόφρον ἀντιπέμπεις, τοῖς ἐν πίστει βοῶσι· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Λάμπεις Χριστοῦ, Μάρτυσι συναριθμούμενος· ἔλυσας γάρ, πλάνην τὴν πολύθεον, ξίφει τμηθείς, σὺ τὴν κεφαλήν, καὶ ταῖς τῶν αἱμάτων, ῥοαῖς σου πᾶσαν κατέκλυσας, εἰδώλων τὴν ἀπάτην, τῷ Δεσπότῃ κραυγάζων· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ὁ τοὺς θεσμούς, σοῦ μὴ φυλάξας Σαπρίκιος, σῆς γυμνοῦται, Σῶτερ θείας χάριτος· καὶ τοῖς ἐχθροῖς, νῶτα δεδωκώς, τῆς τῶν σῶν Μαρτύρων, στερεῖται δόξης ὁ δείλαιος· διό σου τῆς δικαίας, ἐκπλαγέντες Προνοίας, τῇ δυνάμει σου δόξα κραυγάζομεν.
Τριαδικόν
Φῶς ὁ Πατήρ, ἄναρχον καὶ πάντων αἴτιον, φῶς ὁ Λόγος, φῶς τὸ Πνεῦμα τὸ Ἅγιον, ἐκ τοῦ Πατρός, ὥσπερ ἐκ πηγῆς, πρὸ πάντων αἰώνων, ἀφράστως ἀπαυγαζόμενα, τρισήλιος Θεότης, ἐν μιᾷ τῇ οὐσίᾳ, καὶ δυνάμει καὶ δόξῃ γνωρίζεται.
Θεοτοκίον
Ὅλον ἐν σοί, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλος ὅλῃ, πάναγνε ἑνούμενος, ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας, ἑκουσίως πτωχεύσας, καὶ πλουτήσας τὸν κόσμον Θεότητι.
ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω
Ῥοῇ τῶν σῶν αἱμάτων, τὸν τῆς Ἐκκλησίας Παράδεισον ἤρδευσας, ἀφοριζομένη, εἰς ἀρχὰς τετραρίθμους μακάριε, ἀρετῶν ἐνθέων, ἐξ ὧν ψυχῶν ὦ Νικηφόρε, ἀρυόμεθα θεῖα χαρίσματα.
Ὁ σπορεὺς τῆς κακίας, τῇ μνησικακίᾳ τὸν δείλαιον ἥρπασε, τῆς χρηστότητος δέ, καὶ εἰρήνης αἴτιος εἵλκυσεν, ἀντ’ ἐκείνου θεῖον, φωτοειδῆ ἠγλαϊσμένον, Νικηφόρον θεόφρονα Μάρτυρα.
Ἱερεύεται Σῶτερ, τὸ σὸν ἐθελούσιον πάθος μιμούμενος· ταῖς γὰρ ἐκ πλευρᾶς σου, ὁ θεόφρων ῥανίσι σταζόμενος, τῶν αὐτοῦ αἱμάτων, σοὶ τοὺς κρουνοὺς ἀντικομίζει, διὰ ξίφους πρὸς σὲ πορθευόμενος.
Τριαδικόν
Σωτηρίας κρηπῖδα, τὴν ὀρθοδοξίαν εἰδότες συνάναρχον, τῷ Πατρὶ τὸν Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα κηρύττομεν, τρισὶν ἐν προσώποις, μίαν ἀρχὴν μίαν οὐσίαν, μίαν θέλησιν, μίαν ἐνέργειαν.
Θεοτοκίον
Νοερῶς ἐμυήθη, Προφητῶν ὁ σύλλογος τὰ σὰ Μυστήρια· Οὐρανοῦ γὰρ πύλην, ἐπὶ γῆς ὁ Δεσπότης σε ἔδειξε, καὶ ἐκ σοῦ Παρθένε, σωματωθεὶς δικαιοσύνης, τοῖς ἐν σκότει ὡς Ἥλιος ἔλαμψεν.
ᾨδὴ ς'. Ἄβυσσος ἁμαρτιῶν
Ἴασαι τὴν συντριβήν, τῆς ψυχῆς μου Νικηφόρε θεόφρον, καὶ τῶν παθῶν τὸν ζόφον, διαλύσας ἀπέλασον, λαμπηδόνι τῆς ἐν σοὶ θείας λαμπρότητος, ἱκετεύων τὸν λυτρωτήν, Χριστὸν μακάριε.
Κλύδωνος εἰδωλικοῦ, τρικυμίαν Ἀθλητὰ Νικηφόρε, τῷ τοῦ σταυροῦ ἱστίῳ, καὶ ταῖς αὔραις τοῦ Πνεύματος, εὐσταλῶς διαπερῶν, Μάρτυς ἀήττητε, τῷ λιμένι τῷ γαληνῷ, Χριστῷ προσώρμισαι.
Ἤθλησας μαρτυρικῶς, καὶ τῷ ὄντι Νικηφόρος ἐγένου, τὰς μηχανὰς ἀνδρείως, διαλύσας τοῦ δράκοντος, καὶ παθῶν ὡς κοινωνός, μάκαρ γενόμενος, τοῦ Δεσπότου, νῦν ἐπαξίως συνδεδόξασαι.
Θεοτοκίον
Φρίττουσιν αἱ νοεραί, τῶν Ἀγγέλων ἐκπληττόμεναι τάξεις, τὸν τῷ Πατρὶ συνόντα πρὸ αἰώνων καὶ Πνεύματι, ἐκ γαστρός σου σαρκικῶς, βρέφος τικτόμενον καθορῶσαι, Θεογεννῆτορ πανσεβάσμιε.
Ὁ Εἱρμός
Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγίς με ταράττει, πρὸς βυθὸν βιαίως, συνωθεῖ ἀπογνώσεως, ἀλλ' αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι.
Κοντάκιον. Ἦχος γ'. Ἡ παρθένος σήμερον.
Πτερωθεὶς ἀοίδιμε, τῇ τοῦ Κυρίου ἀγάπῃ, καὶ τὸν τούτου ἔνδοξε, Σταυρὸν ἐπ' ὤμων βαστάσας, ᾔσχυνας, τοῦ διαβόλου τὰς μεθοδείας, ἤθλησας, μέχρι θανάτου καὶ ἀληθείας· διὰ τοῦτο ἀνεδείχθης, ὁπλίτης μύστης, Θεοῦ τῆς Χάριτος.
Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐπισκόπων· Μαρκέλλου Σικελίας, Φιλαγρίου Κύπρου καὶ Παγκρατίου Ταυρομενίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου τοῦ Δαμασκηνοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἄμμωνος καὶ Ἀλεξάνδρου ἐκ Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ Κίλικος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σαβίνου, ἐπισκόπου Κατουσίου Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Αἰμιλιανοῦ τοῦ ἐρημίτου, καὶ Μπρακκίου τοῦ ἡγουμένου, ἐν Γαλλίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τέϊλο ἢ Ἡλιανοῦ (Teili ἢ Helianus), ἐπισκόπου Χλαντέϊλο Βάουρ Νότιας Οὐαλίας, ἡγουμένου Λανέλο Βρεττάνης, καὶ προστάτου τῶν παραγωγῶν μήλων, κοιμηθέντος τὸ 580.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀτράκτα τοῦ Κιλλάρα (Attracta of Killaraght- sligo), ἡσυχάστρια, μαθήτρια τοῦ Ἁγίου Πατρικίου, προστάτις τῶν ἀσύλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐνγκὰν ἢ Ἐννιάν (Engan ἢ Ennion ἢ Eingan ἢ Eneon, Ἀνιανοῦ ἢ Αἰνεία), συνιδρυτοῦ τῆς Μονῆς Πέμνμον Βορειδυτικῆς Οὐαλίας, κατὰ τὸν ἕκτο αἰῶνα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παγκρατίου τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ ἰαματικοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Νικηφόρου καὶ Γενναδίου, τῶν ἐν Λίμνῃ Βάγιε Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν Λειψάνων τοῦ Ἁγίου Ἰννοκεντίου Ἰρκούτσκ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν
Ὁ θάνατος γέγονε, σοὶ Νικηφόρε διαβατήριον, ἐκ τῶν ἐντεῦθεν μάκαρ, πρὸς οὐρανόν σε καὶ τὰ οὐράνια, διαβιβάζων Ἀγγέλοις συμψάλλοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥωννύμενος πάθεσι, τῆς ἀσθενείας τοῦ Παντοκράτορος, τὸ μετέωρον ὄμμα, καὶ ἐπηρμένην ὀφρὺν κατέβαλες, εἰς γῆν θεόφρον, κραυγάζων τῷ Κτίστη σου· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁδὸν μαρτυρίου σου, ὁ Νικηφόρος τρέχων διήνυσε, πλατυνθεὶς τὴν καρδίαν, τῇ ἐνεργείᾳ τοῦ θείου Πνεύματος, καὶ νῦν προθύμως κραυγάζει σοι Δέσποτα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικόν
Νοῦν πρῶτον καὶ ἄναρχον, γεγεννηκότα Λόγον συνάναρχον, ἀπαθῶς καὶ ἀχρόνως, καὶ προβαλόντα Πνεῦμα Πανάγιον, σὲ τὸν Πατέρα εἰδότες κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἀμφότερα πέφυκας, Παρθένος Μήτηρ Θεοκυῆτορ ἁγνή, ἐν γαστρὶ συλλαβοῦσα, Θεὸν ἀφράστως ἐκ σοῦ σαρκούμενον, ἐν ἑκατέρᾳ μορφῇ γνωριζόμενον, θεανδρικῶς ἐπὶ γῆς πολιτευσάμενον.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Σημειωθεὶς τῇ χάριτι, τοῦ Σωτῆρος αὐτόκλητος, σὺ πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς ἐχώρησας, καὶ νίκην ἀράμενος, κατ' ἀντιπάλων Μάρτυς Χριστοῦ, τοῖς νικητικοῖς κατεκοσμήθης στεφάνοις, ἐνθέως ἀναμέλπων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μυστικωτέρᾳ κλίμακι, κεχρημένος τῷ αἵματι, πρὸς τὸν ὑπὲρ σοῦ διὰ Σταυροῦ ἐκχέαντα, τὸ αἷμα τὸ ἴδιον, σφαγιασθεὶς ἀνῆλθες φαιδρῶς, τὰς τῶν δυσμενῶν διεκφυγὼν μεθοδείας, καὶ χαίρων ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἁγιασθεὶς δι' ὕδατος, Νικηφόρε καὶ πνεύματος, καὶ μαρτυρικοῖς πεφοινιγμένος αἵμασι, Μαρτύρων μετέσχηκας, τῶν ἀληθῶν Χριστοῦ τοῦ Θεοῦ, τῆς φωτοειδοῦς λαμπρότητος ὦ παμμάκαρ, ἐν ῇ νῦν ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τριαδικόν
Σὺν ἀσωμάτοις Τάξεσιν, ἐν Τρισὶν Ὑποστάσεσι, μίαν ἀγαθότητος πηγὴν ἀέναον, ἀγέννητον ἄναρχον, ὑπερτελῆ Θεότητα, δημιουργικήν, καὶ Βασιλίδα τῶν ὅλων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱερωτέρα πέφηνας, Θεοτόκε πανύμνητε, τῆς ὑπερκοσμίου τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.
Ὁ Εἱρμός
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός
Μετέστης ὡς νυμφίος ὡραϊσθείς, ἐν στολαῖς ὑφανθείσαις ἐξ αἵματος, μαρτυρικοῦ, θείας ἀγλαΐας πρὸς μετοχήν, τοῦ κοσμηθέντος σώματος, καὶ καλλωπισθέντος τῷ σταυρῷ, τῷ πάθει τῷ Τιμίῳ, τοῦ πάντων εὐεργέτου, ὦ Νικηφόρε παμμακάριστε.
Ἐθέλχθης τοῦ Δεσπότου ταῖς καλλοναῖς, ὧν οὐδὲν ὡραιότερον ἔνδοξε, καὶ τῆς αὐτοῦ, σπεύδων ἀπολαύειν διηνεκοῦς, καὶ εὐπρεποῦς λαμπρότητος, ξίφει ἐκτεμεῖν σου τὴν κεφαλήν, ἠρέθισας τυράννους, πυρούμενος τῷ πόθῳ, ὦ Νικηφόρε τοῦ Κυρίου σου.
Λαμπρῶς κατὰ τῆς πλάνης Μάρτυς Χριστοῦ, ἀριστεύσας καὶ ταύτην τρεψάμενος, ὡς νικητής, στέφος ἐκομίσω τῇ κορυφῇ, τὸ τῶν χαρίτων ἔνδοξε, καὶ νῦν συγχορεύεις μαρτυρικῶς, Μαρτύρων ταῖς χορείαις, παμμάκαρ Νικηφόρε, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.
Τριαδικόν
Πατρὸς ἐξ ἀγεννήτου θεοπρεπῶς, τὸν Υἱὸν γεννηθέντα δοξάζοντες, καὶ τὸ εὐθές, Πνεῦμα πρὸ αἰώνων ἐκπορευθέν, τρεῖς ὑποστάσεις σέβομεν, τῆς ὑπερουσίου καὶ ἀρχικῆς, Τριάδος ἡνωμένας, ἑνώσει ἀσυγχύτῳ, καὶ εὐσεβοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ὁ Εἱρμός
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Φερώνυμος ἐδείχθης, τῆς νίκης ὦ Νικηφόρε, ἀγάπῃ καὶ μαρτυρίῳ, νενικηκὼς τοὺς τυράννους· ὅθεν καὶ νίκης τὸ στέφος, ἐδέξω παρὰ Κυρίου.
Θεοτοκίον
Τῇ κραταιᾷ σου σκέπῃ, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι· ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησον.
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου