ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ
+ ΦΕΒΡΟΥΑΡΙΟΣ Ι΄.
ΧΑΡΑΛΑΜΠΟΣ ΙΕΡΟΜΑΡΤΥΣ[1]
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Τῶν
οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μετ' Ἁγίων Ἀγγέλων,
παντοίας τὰς βασάνους ὑπέστης στεῤῥῶς, καὶ τυράννων ὠμότητα, καὶ μαρτυρήσας
γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνῃ τοῖς Μαρτύρων χοροῖς. (Δίς)
Μαρμαρυγαῖς
ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, ὦ Χαράλαμπες μάκαρ, ὁλόφωτος ἐδείχθης
Μάρτυς Χριστοῦ, ἱερεὺς τ᾽ ἐννομώτατος· διὸ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ
κόσμου παντὸς πρέσβευε.
Τῶν Ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς τρισμάκαρ, παρεστώς τε τῇ θείᾳ, Τριάδι τῇ ἀνάρχῳ μνείαν ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ τὴν πανσέβαστον κάραν σου εὐλαβῶς, προσκυνούντων μετὰ πίστεως.
Δόξα... Ἦχος β'
Ἡ Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ Ἀθλοφόρου Χαραλάμπους· τοῦτον γὰρ ἐν εὐσεβείᾳ ἐκθρεψαμένη, θυσίαν ἄμωμον δεκτὴν καὶ εὐάρεστον, Χριστῷ προσήγαγε· διὸ ὁ νικητὴν τοῦτον τῶν παρανόμων ἀναδείξας, Χριστὲ ὁ Θεός, καὶ στεφανώσας καὶ δοξάσας, καὶ ἡμῖν κατάπεμψον, ταῖς αὐτοῦ πρεσβείαις, τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ
Σύμπασα ἡ Ἑλλάς, ἐνθέως νῦν ἀγάλλου, κατέχουσα ἐν κόλποις, τὴν σεβάσμιον κάραν, τὴν τοῦ Ἱερομάρτυρος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός
Ὢ
θαύματος φρικτοῦ! ὢ τεραστίου ξένου! ὀστᾶ γὰρ τῶν Μαρτύρων, ἰάσεις ἐκτελοῦσι,
καὶ θαύματα παράδοξα.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίφει
νῦν τῶν πιστῶν, καὶ τῆς Ἑλλάδος παῖδες, ἀσπάσασθε προθύμως, τοῦ θείου Χαραλάμπους,
τὴν κάραν τὴν σεβάσμιον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Πάγχρυσε κιβωτέ, καὶ στάμνε μανναδόχε, Μαρία Θεοτόκε, τὸν σὸν Υἱὸν δυσώπει, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε
Ὡς στῦλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ Προσόμοια τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Ὅλος
ἐκ νεότητος, ἀνατεθεὶς τῷ Δεσπότῃ, τοῦτον ἐπεπόθησας, καὶ αὐτοῦ τοῖς ἴχνεσιν
ἠκολούθησας· καθαρθεὶς πάσης δέ, τῶν παθῶν κηλῖδος, θείαν χάριν κατεπλούτησας,
τελεῖν ἰάματα, καὶ θαυματουργεῖν τὰ παράδοξα, καὶ Μάρτυς ἐχρημάτισας, πάσαις
προσβολαῖς τῶν κολάσεων, ἀκλόνητος μείνας, δυνάμει τοῦ τυθέντος ἐν Σταυρῷ, Ὃν
ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἥλοις
προσηλούμενος, σοῦ τὸ μακάριον σῶμα, τὸ καρτερικώτατον, Ἀθλητὰ Χαράλαμπες, καὶ
ἀήττητον, τὴν ψυχὴν ἄτρεπτον, καὶ τὸν νοῦν ἄσυλον, διετήρεις συντριβόμενος·
θεῖος γὰρ ἔρως σε, ἔνδοθεν πλουσίως ἀνέφλεγε, καὶ φέρειν τῶν κολάσεων, ἅπασαν
ἰδέαν ἠρέθιζε, Μάρτυς Ἀθλοφόρε, Χριστοῦ τῶν παθημάτων κοινωνέ, Ὃν παῤῥησίᾳ ἱκέτευε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Χαρὰν
τὴν ὑπέρλαμπρον, καὶ τὴν ὑπέρτιμον δόξαν, ἀθλήσας κεκλήρωσαι, καὶ τὴν αἰωνίζουσαν
ἀγαλλίασιν, Ἱερεῦ Ὅσιε, Ἀθλητὰ τίμιε, στρατιῶτα γενναιότατε, ὁ τὰ στρατεύματα,
καὶ τὰς παρατάξεις τοῦ δράκοντος, αἱμάτων σου τοῖς ῥεύμασιν, ἄρδην κατακλύσας
τῇ χάριτι, καὶ θείᾳ ἐντεύξει, νεκροὺς ἐξαναστήσας ἀληθῶς, καὶ παῤῥησίᾳ δεόμενος,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερα Προσόμοια τοῦ Ἱερομάρτυρος. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Ἔδωκας
τὸ σῶμά σου, πρὸς τὰς βασάνους ἀοίδιμε, τὴν ψυχὴν δὲ ἐτήρησας, ἄμωμον ἀκίβδηλον,
πάσης ἁμαρτίας, καὶ τῆς δυσσεβείας, τῶν παρανόμων αἰκιστῶν, καὶ ἀνυψώσας τὸν
νοῦν μετάρσιον, πανόλβιε Χαράλαμπες, πρὸς τὸν Δεσπότην καὶ Πλάστην σου,
κατοικεῖν κατηξίωσαι, εἰς παστάδα οὐράνιον.
Ἔδωκας
τοῖς δούλοις σου, τὸν σὸν θεράποντα Κύριε, Χαραλάμπη τὸν ἔνδοξον, ἴασιν ἀλάθητον,
νόσων πολυτρόπων, καὶ παραμυθίαν, τῶν συμφορῶν καὶ λυπηρῶν, καὶ καθαιρέτην τῆς
πλάνης μέγιστον· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, πολυεύσπλαγχνε
Κύριε, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Χάριν ἥν περ εἴληφας, παρὰ Θεοῦ ὑπὲρ ἔννοιαν, Ἀθλοφόρε Χαράλαμπες, χάρις τῶν ἰάσεων, πᾶσι παρεμφαίνει, καὶ τῶν θαυμασίων, ἡ ἀναρίθμητος πληθύς, τὰς δωρεάς σου κηρύττει Ἅγιε, ἃς ὄντως ὑπὲρ λόγον τε, καὶ νοῦν ἀπείληφας ἔνδοξε, πρὸς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τῶν Μαρτύρων ἀγλάϊσμα.
Δόξα. Ἦχος δ'
Ἔθυσας
τῷ Θεῷ θυσίαν αἰνέσεως, ἱερουργῶν τῷ Δεσπότῃ καὶ Κτίστῃ σου, ὡς ἱερεὺς
ἐννομώτατος, οὗ καὶ τοῦ πάθους γέγονας μιμητής, θεόφρον Χαράλαμπες· σεαυτὸν γὰρ
θυσίαν εὐπρόσδεκτον προσήγαγες, τῷ διὰ σὲ θυσίαν ἑαυτόν, τῷ Θεῷ καὶ Πατρὶ
προσαγαγόντι· διὸ συναγάλλῃ αὐτῷ εἰς οὐρανίους σκηνώσεις, ἐν Ἐκκλησίᾳ τῶν
πρωτοτόκων ᾧ καὶ πρεσβεύεις ἀδιαλείπτως, ἵνα ῥυσθῶμεν ὀργῆς καὶ θλίψεως, οἱ
τιμῶντές σου τὴν πανέορτον μνήμην, καὶ πόθῳ ζέοντι προσκυνοῦντες τὴν σὴν Κάραν,
τὴν ἄπειρα θαύματα βρύουσαν, καὶ λοιμώδη νόσον ἐκ ποδῶν ποιουμένην, σωτηρίαν τε
καὶ ἴασιν ἡμῖν βραβεύουσαν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ'
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίω θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΓ΄, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′. 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α'
Τὸν θεῖον ἀγῶνα καλῶς ἀγωνισάμενος Μάρτυς Χαράλαμπες, τῆς οὐρανῶν Βασιλείας οἰκήτωρ γέγονας, καὶ πρεσβεύεις ὑπὲρ τοῦ κόσμου παναοίδιμε, τὸ δὲ καρτερικώτατόν σου σῶμα, ἐν τῇ γῇ κατέλιπες, ἴαμα σωτήριον τοῖς αὐτῷ προσιοῦσι καὶ ἁπτομένοις μετὰ πόθου.
Πίστει
καὶ πόθῳ ἀναφλεχθείς, τῷ πρὸς τὸν Δεσπότην σου ζέοντι, καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ,
ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας· κἀκεῖθεν τῇ θεόθεν
δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν σεβάσμιον μνήμην σου, καὶ
τοὺς σοὺς γεραίροντας ἀγῶνας, Μάρτυς Χαράλαμπες.
Δόξα... Ὁ αὐτός.
Τὰ
τοῦ πονηροῦ ἠκονημένα βέλη, ἀπήμβλυνας Ἅγιε, τῇ τῶν σῶν ἄθλων ἀντιτυπίᾳ καὶ
κατῄσχυνας ὄφιν τὸν ἀρχέκακον, καὶ τὸ τούτου ὄργανον, Σεβῆρον τὸν ἀσεβέστατον.
Ἀκλινεῖ γὰρ διανοίᾳ τῇ πέτρᾳ ἐρηρεισμένος τῆς πίστεως, ἀδιάσειστος ἔμεινας· διὸ
αἱ ἀντιφάσεις τῆς ἀσεβείας, οὐ κατίσχυσαν περιτρέψαι τὴν στεῤῥάν σου εὐσέβειαν.
Ἀνθ' ὧν ἐν οὐρανοῖς συγχορεύεις Ἀγγέλοις, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ τῶν
πίστει καὶ πόθῳ τιμώντων σε ἐν ᾄσμασι.
Καὶ νῦν ... Θεοτοκίον
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος α' Πανεύφημοι Μάρτυρες
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Χαράλαμπες, σὺ τὸν Χριστὸν ἀνεκήρυξας, Θεὸν καὶ ἄνθρωπον, μέσον τοῦ σταδίου· διὸ καὶ ἠγώνισαι, κατὰ τῶν ἀντιπάλων ῥωννύμενος, σθένει τοῦ Πνεύματος, καὶ τὸν στέφανον ἀπείληφας· ὅθεν πάντες τὴν κάραν σου σέβομεν.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Ἀβρύνεται
σήμερον Ἑλλάς, πᾶσα ἡ χριστώνυμος· κάραν τὴν σὴν γὰρ ἐκτήσατο, ὡς κρήνην βρύουσαν,
ἰαμάτων ῥεῖθρα, καὶ πλοῦτον ἀδάπανον, καὶ χάριν κενουμένην μηδέποτε, νόσους τ'
ἐλαύνουσαν, λοιμικήν τε τὴν πολύφθορον, ἐξ ἀνθρώπων τῶν μακαριζόντων σε.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Νεκρὸν
ἀναστήσας δι' εὐχῆς, ἀσεβεῖς κατέπτηξας, ἐξ ὧν καὶ πλείστους προσήγαγες, Χριστῷ
πανόλβιε, καὶ τὸν δαιμονῶντα, εὐθὺς ἰασάμενος, Γαλήνην βασιλίδα ἀνείλκυσας, τῆς
πλάνης δαίμονος, καὶ Χριστῷ ταύτην προσήγαγες, ἐστεμμένην ὡς παρθενομάρτυρα.
Δόξα. Ἦχος δ'
Τὸν νοερὸν ἀδάμαντα, τῆς ὑπομονῆς ἀδελφοί, τὸν γενναιότατον Ἀθλητήν, τὸν δυσὶ στέμμασι κατεστεμμένον, ἱερωσύνης καὶ ἀθλήσεως, παρὰ τῆς δεξιᾶς τοῦ παντάνακτος Θεοῦ, Χαραλάμπη, τὸν ἐν Μάρτυσι μέγιστον εὐφημήσωμεν. Οὗτος γὰρ τὸν ἀλάστορα καταπαλαίσας, τρόπαιον μέγα κατὰ πλάνης ἀνεστήσατο. Καὶ νῦν ἐν οὐρανοῖς τὸν Θεὸν ἐξαιτεῖται, ἄφεσιν ἁμαρτιῶν ἡμῖν παρασχεῖν, καὶ παντοίων νόσων ἀπαλλαγήν, τοῖς θερμῶς προστρέχουσιν αὐτῷ, καὶ τὴν ἁγίαν αὐτοῦ εἰκόνα εὐλαβῶς ἀσπαζομένοις, καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην μετὰ πόθου τελοῦσι, καὶ αἰτουμένοις δι' αὐτοῦ τὸν Θεὸν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε
Ὡς στῦλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Θείας πίστεως
Ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, πλάνην ἔσβεσας, κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας, Παρθενομῆτορ, τὸν ἐν δρακὶ αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη πάναγνε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Ὡς φωστὴρ ἀνέτειλας, ἐκ τῆς Ἑῴας, καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς, Ἱερομάρτυς Χαράλαμπες· ὅθεν τιμῶμεν, τὰ θεῖά σου λείψανα.
Δόξα... Ὅμοιον
Ἱερὸν τὸ Πνεῦμά σε, Ἱερομάρτυς, ἱερῶς ἀνέδειξε, τὸ ἱερὸν θῦμα σοφέ, προσενεχθὲν ἱερώτατε, τῷ θείῳ λόγῳ, ᾧ θείως δεδόξασαι.
Καὶ νῦν. Θεοτοκίον
Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα
Τὴν καθαρότητα, Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον, τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη· Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν ἀπειρόγαμον, Θεογεννήτριαν, τὴν τὸν ἀχώρητον, γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέα τοῦ παντός, τῷ γάλακτι θρεψαμένην, μόνην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέσποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον. Ἦχος δ': Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον.
Ὁ Ν΄ Ψαλμός
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Φάλαγγα
θεοστεφῆ, φωτοφανοῦς Μάρτυρος, ὑπὲρ Χριστοῦ τυθεῖσαν προθύμως, τὸν ἁγιόλεκτον
συνασπισμόν, τοῦ Ἱερομάρτυρος Χαραλάμπους, φιλομάρτυρες δεῦτε τιμήσωμεν, καὶ
τὴν πανίερον μνήμην αὐτοῦ πνευματικῶς τελέσαντες, πρὸς αὐτὸν βοήσωμεν· Τῆς
λοιμικῆς ἀπειλῆς, τὸν εὐσεβόφρονα λαόν σου ἐλευθέρωσον, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης
περιστάσεως.
Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
Χοροβατῶν εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέρῳ ῥῦσαί με παθῶν, ταῖς πρεσβείαις σου σοφέ, ὅπως ὑμνήσω σε.
Ἡ φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστράπτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐτῷ τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀληθῶς, Μάρτυς ἐπώνυμε.
Ταῖς τῶν αἱμάτων ῥανίσι τὴν ἁλμυράν, ἀπιστίας θάλασσαν, κατακλύσας ποταμός, εὐσεβείας γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί.
Θεοτοκίον
Ἁμαρτιῶν καταιγίδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ' ἐμὲ διήλθοσαν, τῇ σῇ Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶσόν με.
Καταβασία
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος ὡς σύ
Οὐκ ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών, καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε Μάρτυς ἀξιάγαστε.
Δυνάμει θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θράσος, τῶν ἀνόμων καθεῖλες, στρατιώτης ὡς στεῤῥός, Χαράλαμπες Ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως.
Αἱμάτων ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώματος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν, κατέσβεσαν τῆς τρυφῆς, τὸν χειμάῤῥουν, σοὶ δὲ προεξένησαν.
Θεοτοκίον
Ἁγίων Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότητος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μόνος Χριστός, ἣν διῆλθε, σῴζων τὸ ἀνθρώπινον.
Καταβασία
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ
Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν Θεάνθρωπον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
ᾨδὴ δ'. Χριστός μου δύναμις
Ὡραῖος γέγονας, χρισθεὶς ἐν αἵματι, τῆς σεπτῆς μαρτυρίας καὶ καλλοναῖς, ταύτης κατηγλάϊσαι, Χαράλαμπες τῶν Ἀθλητῶν, ἐγκαλλώπισμα καὶ στήριγμα.
Δαιμόνων ξόανα, τῇ σῇ συνέτριψας, Ἀθλοφόρε ἀνδρείᾳ, ναὸν σαυτόν, τοῦ Ἁγίου Πνεύματος, καὶ καρτερίας ἀψευδοῦς, στήλην δείξας καὶ ὑπόδειγμα.
Εἰς ὕψος αἴροντες, τὰς χεῖρας ἔνδοξε, οἱ τοῦ σκότους προστάται σοῦ τὰς πλευράς, ἔξεον τοῖς ὄνυξι, τὴν δι' αἰῶνος ἀληθῆ, προξενοῦντές σοι ἀπόλαυσιν.
Θεοτοκίον
Ἰσχὺς καὶ ὕμνησις, Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας ὑπερβολῇ, πάναγνε χρηστότητος, καὶ λυτρωσάμενος ἡμᾶς, τῆς ἀρχαίας παραβάσεως.
Καταβασία
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου ἀγαθέ
Τὸ θεῖον πάθος τοῦ δι' ἡμᾶς, πάθη ὑπομείναντος στεῤῥῶς, Μάρτυς Χριστοῦ μιμησάμενος, φέρεις τὰς ἐν ὅλῳ σώματι ἔνδοξε, τῶν ἥλων προσηλώσεις καρτερικώτατα.
Τὴν ἀλογίαν τῶν διωκτῶν, Λόγος ὁ συνάναρχος Πατρί, ἐπανορθούμενος πάνσοφε, λόγον τοῖς ἀλόγοις σαφῶς ἐντίθησι, λυθῆναι τῶν δεσμῶν σε διαγορεύουσι.
Τοῖς ὀβελίσκοις περονηθείς, ἔτρωσας καρδίαν τοῦ δεινοῦ, τῶν γηγενῶν πολεμήτορος, λόγχῃ τῆς ἀνδρείας καὶ καρτερίας σου, θεόφρον Ἀθλοφόρε ἀξιοθαύμαστε.
Θεοτοκίον
Τῷ θείῳ φέγγει σου ἀγαθή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς φωταγώγησον, καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν Σωτῆρα Χριστὸν κυήσασα.
Καταβασία
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν
Λαμπτὴρ ἐχρημάτισας, τῷ τῶν ἄθλων σου φωτί, φωταγωγῶν τὰ πέρατα, ὁμολογῶν τὸ ὄνομα τοῦ Χριστοῦ, τυράννων ἐνώπιον, Ἀθλοφόρε Κυρίου ἀξιάγαστε.
Ἐνθέου πυρούμενος, ἀγαπήσεως πυρί, τῷ δροσισμῷ τῆς πίστεως, τῶν δυσσεβούντων ἔσβεσας τὴν πυράν, Χριστοῦ τὰ θαυμάσια, τοῖς ἀπίστοις δεικνύων ἀξιάγαστε.
Ζωῆς ἐφιέμενος, ἀθανάτου τῆς σαρκός, Χαράλαμπες ἐνέκρωσας, τὰς ἐμπαθεῖς κινήσεις καὶ προσευχῇ, νεκροὺς ἐξανέστησας, ἀνυμνῶν τὸν ἐν πᾶσί σε δοξάσαντα.
Θεοτοκίον
Παθῶν με κλονούμενον, ἐναντίαις προσβολαῖς Μῆτερ Θεοῦ στερέωσον, ὡς ἀπαθείας τέξασα τὴν πηγήν· πρὸς σὲ γὰρ κατέφυγον, τῶν ἀνθρώπων τὸ μέγα καταφύγιον.
Καταβασία
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Θησαυρὸν πολύτιμον, ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες· διὸ καὶ χαίρει, τὸν Κτίστην δοξάζουσα.
Ὁ Οἶκος
Τὸν στεῤῥὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος· διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο· ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.
Συναξάριον.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιο Χαραλάμπη, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, αἳ πιστεύσασαι Ἅγιαι Τρεῖς Γυναῖκες Μάρτυρες, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζήνωνος τοῦ Ταχυδρόμου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἐνναθά, Οὐαλεντίνης καὶ Παύλου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Σχολαστικῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀναστασίου τοῦ Β΄, Πατριάρχου Ἱεροσολύμων, κοιμηθέντος τὸ 796.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἄννας τῆς Πριγκίπισσας τοῦ Νόβγκοροντ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προχόρου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Φιλοσόφου Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λογγίνου τοῦ Ἐρημίτου τοῦ Κοριαγιέμκα Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων· Ἰωακείμ, Λουκᾶ, Γερμανοῦ, Ἀρκαδίου, Γρηγορίου, Μαρτυρίου, Ἀντωνίου, Βασιλείου, Συμεὼν καὶ Σεραπίωνος, ἀρχιεπισκόπων Νόβγκοροντ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Οἱ Παῖδες ἐν Βαβυλώνι
Προσομιλῶν ταῖς βασάνοις καὶ τῷ πυρὶ λιπαινόμενος, Ἀθλοφόρε Χριστοῦ, ὡς χρυσίου, ὀβρυζότερος γέγονας, καὶ ἱερὸν ἀνάθημα, ἀληθῶς ἐχρημάτισας.
Τῶν προσευχῶν τῇ δρόσῳ, παρανομούντων ἡ κάμινος, κατεσβέσθη σοφέ, καὶ ἐῤῥύσθης μελῳδῶν τῷ ποιήσαντι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Τῇ παρατάσει τῶν ἄθλων, δένδρον ἐφάνης ὑψίκομον, συσκιάζων πιστούς, ἐκ φλογώδους ἁμαρτίας κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἡ τὴν χαρὰν δεξαμένη, ἐν τῇ πανάγνῳ νηδύϊ σου, Θεοτόκε Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου πλήρωσον, τὸ κατηφὲς διώκουσα, τῶν παθῶν ἀειπάρθενε.
Καταβασία
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς ὁσίοις
Ταῖς ῥοαῖς τῶν αἱμάτων ἔτι σταζόμενος, τῶν στιγμάτων τῷ κάλλει ὡραϊζόμενος, τῷ νικητικῷ, εὐπρεπῶς διαδήματι, κεκαλλωπισμένος, Θεῷ παρέστης Μάρτυς.
Τῶν βασάνων τὰ πλήθη οὐ κατεκάλυψαν, τὴν ἀνδρείαν σου Μάρτυς καὶ γενναιότητα, ἡ τῶν διωκτῶν, οὐκ ἠμαύρωσεν ἔνστασις, σοῦ τὴν λαμπροτάτην, θεόφρον καρτερίαν.
Ἱερεύς τε καὶ Μάρτυς ἀκαταγώνιστος, στρατιώτης γενναῖος καὶ στῦλος ἄσειστος, ἔρεισμα πιστῶν, ἀσεβείας ἀντίπαλος, ὄντως ἀνεδείχθης, θεόφρον Ἀθλοφόρε.
Θεοτοκίον
Ὁ τὰ πάντα ποιήσας θείῳ βουλήματι, βουληθεὶς ἐν γαστρί σου ᾤκησεν Ἄχραντε, ῥεύσαντας ἡμᾶς, ἀναπλάσαι βουλόμενος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Οὐ πῦρ οὐ ξίφος ἀλλ' οὐδὲ θάνατος, οὐ διωγμὸς οὐ θλῖψις, οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ βασάνων παντοίων ἐπίνοια, ἴσχυσε τῆς ἀγάπης, ὄντως χωρίσαι σε, τοῦ πεποιηκότος, Ἀθλητὰ ἀξιοθαύμαστε.
Ξεσμοῖς ὀνύχων, τοὺς τῆς νεκρώσεως, ἀποβαλὼν χιτῶνας, ταῖς στολαῖς ταῖς ἐξ αἵματος, σεαυτὸν Ἀθλοφόρε ἐκόσμησας· ὅθεν σὺν παῤῥησίᾳ Μάρτυς ἀήττητε, πάντων τῷ Δεσπότῃ, καὶ Θεῷ χαίρων παρίστασαι.
Χαρᾶς καὶ θείας ὄντως λαμπρότητος, παρεκτικὴ ἡ μνήμη σου τῷ κόσμῳ ἀνέτειλε, τῶν παθῶν τὸν χειμῶνα διώκουσα, πάντας φωταγωγοῦσα, ἣν ἑορτάζοντες, σχοίημεν πταισμάτων, ἱλασμὸν ταῖς ἱκεσίαις σου.
Θεοτοκίον
Παθῶν κλυδώνιον συνταράσσει με, καὶ τῶν κακῶν βυθίζει τρικυμία πανάμωμε, κυβερνήτην Χριστὸν ἡ κυήσασα, χεῖρά μοι βοηθείας ἔκτεινον σῶσόν με, μόνη προστασία, τῶν πιστῶς μακαριζόντων σε.
Καταβασία
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ἐνθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὦ Χαράλαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.
Θεοτοκίον
Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους, κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσεως, ταῖς σαῖς πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου.
Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστόν, ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν. (Δίς)
Τοῖς οὐρανίοις Ἀγγέλοις νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.
Λαμπροφανὴς καὶ πανένδοξος ἀνατέταλκεν, ἐν τῇ Ἑλλάδι πάσῃ, ἡ πανέορτος μνήμη, τοῦ θείου Χαραλάμπους· διόπερ λαμπρῶς, ἑορτάζει κατέχουσα, τὴν πανσεβάσμιον κάραν, τὴν τὸν Χριστόν, ὡς Θεάνθρωπον κηρύξασαν.
Δόξα. Ἦχος πλ. α'
Ὥσπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας· καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α'
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε
Ὡς στῦλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.
[1] ΤΥΠΙΚΟΝ
Α. Ἐὰν τύχῃ τῇ Κυριακῇ τοῦ Τελώνου καὶ Φαρισαίου ἢ τοῦ Ἀσώτου, ἢ τῆς Ἀποκρέω, ἢ τῆς Τυροφάγου.
Τῷ Σαββάτῳ ἑσπέρας. Στιχηρὰ Ἀναστάσιμα γ’, τοῦ Τριῳδίου γ’ καὶ τοῦ Ἁγίου δ’. Δόξα, τοῦ Τριῳδίου. Καὶ νῦν, τὸ α’ τοῦ Ἤχου. Ἀναγνώσματα τοῦ Ἁγίου. Εἰς τὸν Στίχον, τὰ Ἀναστάσιμα Στιχηρά. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, τοῦ Τριωδίου. Ἀπολυτίκιον Ἀναστάσιμον, τοῦ Ἁγίου καὶ Θεοτοκίον.
Εἰς τὸν Μεσονυχτικόν, μετὰ τὸν Τριαδικό Κανόνα, ἡ Λιτή τοῦ Ἁγίου. Δόξα, τοῦ Τριῳδίου ἐὰν ἔχῃ, εἰδὲ μή, τοῦ Ἁγίου. Καὶ νῦν. Θεοτοκίον. Εἰς τὸν Ὄρθρον· μετὰ τὴν Στιχολογίαν τοῦ Ψαλτηρίου, Καθίσματα Ἀναστάσιμα. Μετὰ τὸν Πολυέλεον, Κάθισμα τοῦ Ἁγίου. Τὰ τοῦ Ἤχου. Κανόνες, ὁ Ἀναστάσιμος, τοῦ Τριῳδίου καὶ τοῦ Ἁγίου. Ἀπὸ γ’ ᾠδῆς, Κοντάκιον καὶ Οἶκος τοῦ Ἁγίου. Κάθισμα, τοῦ Τριῳδίου. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεοτοκίον. Μετὰ τὴν στ’ ᾠδή, Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Καταβασίαι τοῦ Τριῳδίου. Ἐξαποστειλάριον, Ἀναστάσιμον, τοῦ Τριῳδίου, τοῦ Ἁγίου, καὶ Θεοτοκίον. Εἰς τοὺς Αἶνοις, Ἀναστάσιμα δ’, τοῦ Ἁγίου δ’. Δόξα, τοῦ Τριῳδίου. Καὶ νῦν, Ὑπερευλογημένη.
Εἰς τὴν Λειτουργίαν, Ἀπόστολος τοῦ Ἁγίου, Εὐαγγέλιον τῆς Κυριακῆς.
Β. Ἐὰν τύχῃ τῷ Σαββάτῳ τῶν Ψυχῶν.
Ἡ μὲν Ἀκολουθία τοῦ Ἁγίου, μετατιθεμένη, ψάλλεται τῇ Παρασκευῇ τῆς Ἀποκρέω· ἡ δὲ τῶν ψυχῶν ψάλλεται ἀμεταθέτως κατ’ αὐτὸ τὸ Σάββατον.
Γ. Ἐὰν τύχῃ τῷ Σαββάτῳ τῆς Τυροφάγου.
Εἰς τὸν Ἑσπερινόν, μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν τῶν Πατέρων γ’ καὶ τοῦ Ἁγίου γ’. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεοτοκίον τὸ α’ τοῦ Ἤχου. Ἀναγνώσματα, τοῦ Τριωδίου ἕν, καὶ τοῦ Ἁγίου δύο. Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τοῦ Τριῳδίου ἅπαξ, καὶ εἶτα τὰ γ’Ἀπόστιχα τοῦ Ἁγίου. Δόξα, τῶν Πατέρων. Καὶ νῦν, Θεοτοκίον. Ἀπολυτίκιον, τῶν Πατέρων, τοῦ Ἁγίου, καὶ Θεοτοκίον.
Είς τὸν Ὄρθρον, ἡ Λιτὴ τοῦ Ἁγίου. Δόξα, τῶν Πατέρων, τὸ εἰς τοὺς Αἴνους. Καὶ νῦν, Θεοτοκίον. Τρισάγιον, καὶ μετ’ αὐτό, Τροπάριον τοῦ Ἁγίου. Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα τῶν Πατέρων. Μετὰ τὴν β’ Στιχολογίαν καὶ τὸν Πολυέλεον, Καθίσματα τοῦ Ἁγίου. Προκείμενον, Εὐαγγέλιον, κ.τ.λ., τοῦ Ἁγίου. Κανόνες, τῶν Πατέρων καὶ τοῦ Ἁγίου. Ἀπὸ γ’ Ὠδῆς, Κοντάκιον καὶ Οἶκος τῶν Πατέρων. Κάθισμα αὐτῶν. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεοτοκίον. Ἀφ’ ἕκτης, Κοντάκιον καὶ Οἶκος τοῦ Ἁγίου. Καταβασίαι, Ἀνοίξω τὸ στόμα μου. Ἐξαποστειλάριον, τῶν Πατέρων, τοῦ Ἁγίου, καὶ Θεοτοκίον. Εἰς τοὺς Αἴνους, Προσόμοια τῶν Πατέρων γ’ καὶ τοῦ Ἁγίου γ’. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεοτοκίον.
Εἰς τὴν Λειτουργίαν. Ἀπόστολος, τῶν Πατέρων. Εὐαγγέλιον, τοῦ Ἁγίου.
Δ. Ἐὰν τύχῃ τῇ Δευτέρᾳ τῆς Πρώτης Ἑβδομάδος τῶν Νηστειῶν.
Μετατίθεται ἡ Ἀκολουθία τοῦ Ἁγίου, καὶ ψάλλεται τῆ Κυριακῇ τῆς Τυροφάγου, ὡς προδιετάχθη
Ε΄. Ἐὰν τύχῃ ἐν μιᾷ τῶν λοιπῶν ἡμερῶν τῆς Πρώτης Ἑβδομάδος τῶν Νηστειῶν.
Εἰς τὸν Ἑσπερινόν, Στιχηρὰ τοῦ Τριωδίου γ’, καὶ τοῦ Ἁγίου γ’. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεοτοκίον, ἢ Σταυροθεοτοκίον, κατὰ τὴν ἡμέραν. Τὸ ἓν Ἀνάγνωσμα τοῦ Τριῳδίου, εἶτα δύο τοῦ Ἁγίου. Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν. Θεοτοκίον, ἢ Σταυροθεοτοκίον. Αἱ τρεῖς μεγάλαι Μετάνοιαι, αἱ δὲ λοιπαὶ σχολάζουσι.
Εἰς τὸν Ὄρθρον, ἡ Λιτὴ τοῦ Ἁγίου καὶ καθεξῆς πᾶσα ἡ λοιπὴ αὐτοῦ ἑορτάσιμος Ἀκολουθία, καθώς ἐστι τετυπωμένη. Δοξολογία Μεγάλη.
Αἱ Ὧραι, λιταί, ἐν αἷς λέγομεν Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ Ἁγίου, ποιοῦντες καὶ τὰς τρεῖς μεγάλες μετανοίας.
Εἰς τὸν Ἑσπερινόν, μετὰ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὸ ἰδιόμελον τῆς ἡμέρας δίς, τὸ Μαρτυρικόν, τὰ γ’ Προσόμοια τοῦ Τριῳδίου, καὶ τοῦ Ἁγίου δ’. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεοτοκίον, ἢ Σταυροθεοτοκίον. Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα τοῦ Τριῳδίου. Τό· Κατευθυνθήτω, μεθ’ ὃ γίνεται ἡ εὐλόγησις τῶν Ἄρτων. Καὶ εὐθύς, ὁ Ἀπόστολος καὶ τὸ Εὐαγγέλιον τοῦ Ἁγίου. Καὶ καθ’ ἑξῆς ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων. Κοινωνικόν: Εἰς μνημόσυνον αἰῶνιον.
Ἐν δὲ τῇ Τραπέζῃ, νηστεία.
ΣΤ΄. Ἐᾶν τύχῃ, τῷ πρώτῳ Σαββάτῳ τῶν Νηστειῶν.
Εἰς τὸν Ἑσπερινόν, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, εἶτα Ἰδιόμελα τοῦ Τριῳδίου δ’ καὶ τοῦ Ἁγίου Χαραλάμπους Προσόμοια δ’. Δόξα, τοῦ Τριῳδίου. Καὶ νῦν, τὸ α’ τοῦ Ἤχου. Εἴσοδος. Ἀναγνώσματα καὶ ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων.
Εἰς τὸν Ὄρθρον, Ἀπολυτίκιον, τοῦ Ἁγίου Θεοδώρου, τοῦ Ἁγίου Χαραλάμπους καὶ Θεοτοκίον· Τὸ ἀπ’ αἰῶνος. Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου Θεοδώρου. Μετὰ τὴν β’ Στιχολογίαν καὶ τὸν Πολυέλεον, Καθίσματα τοῦ Ἁγίου Χαραλάμπους. Προκείμενον καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Χαραλάμπους. Δόξα, Ταῖς τῶν Ἀθλοφόρων. Ἰδιόμελον, τοῦ Ἁγίου Χαραλάμπους. Κανόνες, τοῦ Τριῳδίου καὶ τοῦ Ἁγίου. Ἀπὸ γ’ ᾠδῆς, Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Κάθισμα, τοῦ αὐτοῦ. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεοτοκίον. Ἀφ’ ἕκτης, Κοντάκιον καὶ Οἶκος τοῦ Ἁγίου. Καταβασίαι, Ἀνοίξω τὸ στόμα μου. Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου γ’ καὶ τοῦ Ἁγίου γ’. Δόξα, τοῦ ἁγίου. Καὶ νῦν, Θεοτοκίον. Δοξολογία Μεγάλη.
Εἰς τὴν Λειτουργίαν. Μακαρισμοί ἀμφοτέρων τῶν Ἁγίων. Ἀπόστολος τοῦ Ἁγίου Θεοδώρου, Εὐαγγέλιον, τοῦ Ἁγίου Χαραλάμπους. Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον.
Ζ΄. Ἐὰν τύχῃ τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας.
Τῷ Σαββάτῳ Ἑσπέρας, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ’, τοῦ Τριῳδίου γ’ καὶ τοῦ Ἁγίου δ’. Δόξα, τοῦ Τριῳδίου. Καὶ νῦν, τὸ α’ τοῦ Ἤχου. Ἀναγνώσματα τοῦ Ἁγίου. Εἰς τὸν Στίχον, τὰ Ἀναστάσιμα. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, τοῦ Τριῳδίου, Οἱ ἐξ ἀσεβείας. Ἀπολυτίκιον, Ἀναστάσιμον, τοῦ Τριῳδίου, τοῦ Ἁγίου καὶ Θεοτοκίον.
Εἰς τὸν Ὄρθρον, μετὰ τὸν Τριαδικὸν Κανόνα, ἡ Λιτὴ τοῦ Ἁγίου. Δόξα, τοῦ Τριωδίου, Χαίρετε Προφῆται τίμιοι. Καὶ νῦν, Θεοτοκίον. Τό· Ἄξιόν Ἐστι. Τροπάριον τοῦ Ἁγίου. Μετὰ τὰς Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα. Μετὰ τὸν Πολυέλεον, Καθίσματα τοῦ Ἁγίου. Κανόνες, ὁ Ἀναστάσιμος, τοῦ Τριῳδίου, καὶ τοῦ Ἁγίου. Καταβασίαι, τοῦ Τριῳδίου. Εἰς τοὺς Αἴνους, Ἀναστάσιμα γ’, τοῦ Τριῳδίου γ’ καὶ τοῦ Ἁγίου β’, μετὰ τῶν Στίχων αὐτῶν: Στ. α’: Δίκαιος ὡς φοίνιξ ἀνθήσει. Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ. Δόξα, τοῦ Τριῳδίου. Καὶ νῦν, Ὑπερευλογημένη.
Εἰς τὴν Λειτουργίαν. Ἀπόστολος τοῦ Ἁγίου. Εὐαγγέλιον, τῆς Κυριακῆς.
Η΄. Ἐὰν τύχῃ τῇ Δευτέρᾳ ἢ τῇ Τρίτῃ τῆς Δευτέρας Ἑβδομάδος τῶν Νηστειῶν.
Ὄρα ἀνωτέρω, ἄρθρον Ε΄. Ἐν δὲ τῇ Τραπέζῃ γίνεται Κατάλυσις οἴνου καὶ ἐλαίου.
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου