ΦΕΒΡΟΥΑΡΙΟΣ 6. ΑΓΙΟΣ ΒΟΥΚΟΛΟΣ ΣΜΥΡΝΗΣ & ΟΣΙΟΙ ΒΑΡΣΑΝΟΥΦΙΟΣ & ΙΩΑΝΝΗΣ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΣΤ.[1]

ΒΟΥΚΟΛΟΣ ΣΜΥΡΝΗΣ,

ΒΑΡΣΑΝΟΥΦΙΟΣ ΟΣΙΟΣ & ΙΩΑΝΝΗΣ ΠΡΟΦΗΤΗΣ

 


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῶν Ὁσίων. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τὴν θαυμαστὴν ξυνωρίδα τῶν ἀσκητῶν τοῦ Χριστοῦ, τοὺς παμφαεῖς ἀστέρας, ἀρετῶν τῶν Ὁσίων, τὸν μέγαν Βαρσανούφιον ἐν ᾠδαῖς, ἱεραῖς εὐφημήσωμεν, σὺν Ἰωάννῃ τῷ χάριν προφητικήν, δεξαμένῳ θείῳ Πνεύματι.

 

Ὁ φωταυγέστατος λύχνος θείας ἀσκήσεως, ὁ κεκτημένος χάριν, οὐρανόθεν πλουσίαν, ὁ μέγας Βαρσανούφιος μοναστῶν, τὰς χορείας προτρέπεται, ζηλοῦν τὰ κρείττονα λόγῳ ὑπαρκτικῷ· δεῦτε πάντες οὖν προσέλθωμεν.

 

Τοῦ Παρακλήτου δοχεῖον τὸ καθαρώτατον, προφητικῶς ὁ βλέπων, καὶ σαφῶς προαγγέλων, τὰ μέλλοντα συμβαίνειν πάντας ἡμᾶς, τοῖς οἰκείοις παλαίσμασιν, ὁ Ἰωάννης ὁ Ὅσιος πρὸς ζωήν, ἐπαλείφει τὴν οὐράνιον.

 

Ἕτερα Προσόμοια τοῦ Ἱεράρχου. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης.

Φωτὶ τῶν θεουργῶν ἀρετῶν, ἀστράπτων ἱερώτατε, φῶς ἐτέθης, ἐν λυχνίᾳ μυστικῶς, τῆς θείας Ἐκκλησίας, λαμπρύνων ταύτην Πάτερ, ταῖς ἱεραῖς διδασκαλίαις σου.

 

Τὸ Πνεῦμά σε τὸ Ἅγιον, Βουκόλε ἁγιώτατε, ἁγιάσαν, διὰ σοῦ ἁγιασμόν, τοῖς πίστει προσιοῦσι, παρέχει θεοφόρε, καὶ φωτισμὸν καὶ ἀπολύτρωσιν.

 

Τὴν ἄκραν ἀγαθότητα, κηρύττων τοῦ Θεοῦ ἡμῶν, κακωθέντας, ἀγαθύνεις τοὺς λαούς, σοφὲ ἀγαθοδότως, προσάγων τῷ Σωτῆρι, ἱερουργὸς ὡς ἱερώτατος.

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος πλ. β'

Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

Ἢ Θεοτοκίον, Ἦχος πλ. β'. Τριήμερος ἀνέστης

Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.

Ἢ Σταυροθεοτοκίον, Ἦχος πλ. β'. Τριήμερος ἀνέστης

Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα, θρηνῳδοῦσα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.

 

Εἰς τὸν Στίχον, Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Νῦν εἶδον ἀγαθέ, Θεὲ οἱ ὀφθαλμοί μου, τὴν σὴν ἐπαγγελίαν, ἀπόλυσόν με τάχος, τὸν δοῦλόν σου φιλάνθρωπε.

 

Δόξα. Καὶ νῦν.

Νῦν με πρὸς τὴν ζωήν, ἀπόλυσον τὴν ὄντως, ὁ Συμεὼν ἐβόα· Σωτήρ μου, εἶδον γάρ σε, τὸ φῶς τοῦ κόσμου Δέσποτα.

 

Ἀπολυτίκιον. Τοῦ Ἱεράρχου. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς διαλάμπων ἀρετῶν ταῖς ἀκτῖσι, τοῦ ἐν τῷ στήθει τοῦ Δεσπότου πεσόντος, ἐκ πόθου προσεπέλασας τῷ θείῳ φωτί· ὅθεν ὡς θεόπνευστος, Ἱεράρχης ἐμπρέψας, ἴθυνας τὴν ποίμνην σου, πρὸς νομὰς ἀληθείας. Καὶ νῦν δυσώπει πάντοτε Χριστόν, Πάτερ Βουκόλε, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἀπολυτίκιον. Τῶν Ὁσίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν ἰσάγγελον βίον πολιτευσάμενοι, Βαρσανούφιε Πάτερ σὺν Ἰωάννῃ ὁμοῦ, τῆς ἀσκήσεως λαμπροὶ ἀστέρες ὤφθητε, καὶ μοναζόντων ὁδηγοί, πρὸς τὴν κρείττονα ὁδόν, ὡς πλήρεις φωτὸς τοῦ θείου, ἐκδυσωποῦντες ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 


 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος

Ἐν τῷ ναῷ προσηνέχθης ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... τὸ αὐτό

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. α'. Τὸν συνάναρχον Λόγον

Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις Συμεών, εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς σου πᾶσιν ἀποκαλύψας ἡμῖν.

Δόξα... Καὶ νῦν... τὸ αὐτό

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμός

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

σχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

 

Ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Βαρσανουφίῳ καὶ Ἰωάννῃ, αἶνος. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Βαρσανουφίου τοῦ Ὁσίου Κύριε, καὶ Ἰωάννου λιταῖς, τῶν σὲ δοξασάντων, βίου καθαρότητι, τὸν νοῦν μου φωταγώγησον, καὶ παράσχου μοι λόγον, Λόγε Θεοῦ ὑπεράγαθε, τούτων ἀνυμνῆσαι τὴν ἄσκησιν.

νατεθεὶς ὁλοσχερῶς μακάριε, τῷ παντεπόπτῃ Θεῷ, καὶ αὐτοῦ τῷ θείῳ, πόθῳ τιτρωσκόμενος, αὐτῷ κατηκολούθησας, ἀνενδότῳ καρδίᾳ, ἀσκητικοῖς ἀγωνίσμασι, Πάτερ ἱερὲ Βαρσανούφιε.

ώμῃ τῇ θείᾳ κραταιῶς ῥωννύμενος, ἐναπεδύσω στεῤῥῶς, Πάτερ Ἰωάννη, πρὸς τοὺς τῆς ἀσκήσεως, ἀγῶνας καὶ τὰ σκάμματα, καὶ ἐν τούτοις καθεῖλες, ταπεινωθεὶς διὰ Κύριον, ὄμμα τοῦ ἐχθροῦ τὸ μετέωρον.

Θεοτοκίον.

Σεσαρκωμένον ἐξ ἁγνῶν αἱμάτων Σου, τὸν πρὶν ἀσώματον, Θεαρχικὸν Λόγον, τοῦ Πατρὸς καὶ σύνθρονον, ἀκαταλήπτως τέτοκας, Θεοτόκε Παρθένε, διπλοῦν τὴν φύσιν ὑπάρχοντα, μίαν δὲ ὑπόστασιν φέροντα.

 

Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς: Τὸ Βουκόλου μέγιστον ὑμνήσω κλέος. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἰρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ

Ταῖς θεΐκαῖς ἀγλαΐαις καὶ ἱεραῖς, καὶ φωσφόροις λάμψεσι, λαμπρυνόμενος ἀεί, τὴν ἐμὴν καταύγασον ψυχήν, τὴν λαμπράν σου ἑορτήν, Πάτερ γεραίρουσαν.

λολαμπῆ σε ἀστέρα ὁ νοητός, ἀναδείξας Ἥλιος, ταῖς λαμπρότησι τῶν σῶν, ἀρετῶν ἐφαίδρυνε τὴν γῆν, Ἱεράρχα τοῦ Χριστοῦ, Βουκόλε πάνσοφε.

Βίον ἀεὶ ἡγνισμένον καὶ καθαρόν, καὶ κηλίδων ἄμικτον, ἐνδεικνύμενος Χριστοῦ, ἱερὸν κειμήλιον σοφέ, ἐγνωρίσθης ἐπὶ γῆς, Βουκόλε ἔνδοξε.

Θεοτοκίον

τῷ Πατρὶ συνυπάρχων μονογενής, ὑπὲρ νοῦν ἐν μήτρᾳ σου, σαρκωθεὶς θεοπρεπῶς, τους βροτοὺς ἐθέωσεν ἁγνή, διὰ πλῆθος οἰκτιρμῶν ὁ ὑπεράγαθος.

 

ᾨδὴ γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

πρωτότοκος, ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

 

Τῶν Ὁσίων. Ὁ στερεώσας κατ’ ἀρχάς.

περιτρέπτῳ λογισμῷ, τὴν Αἴγυπτον καταλείψας, τὴν βλαστήσασάν σε χώραν ἐμφρόνως, Βαρσανούφιε σοφέ, πρὸς Παλαιστίνην ἔδραμες, πρὸς τὴν Σιὼν τὴν ἄνω, ἀσκητικῶς σπεύδων Ὅσιε.

Νόμοις ὑπείκων θεϊκοῖς, ἠρνήσω πᾶσαν φροντίδα, τῶν ἐν κόσμῳ Ἰωάννη πραγμάτων, καὶ ἡσύχως τῷ Χριστῷ, δουλεῦσαι προελόμενος, ἐκ συναυλίας πάσης, τῆς τῶν ἀνθρώπων ἐμάκρυνας.

Οἱ τῶν ὁσίων ἀρετῶν, μυσταγωγοὶ καὶ ἀλεῖπται, καὶ σοφοὶ τῶν μοναστῶν ποδηγέται, ἀνυμνείσθωσαν ὁμοῦ, ὁ μέγας Βαρσανούφιος, καὶ Ἰωάννης ἅμα, ὁ τούτου μύστης καὶ σύσκηνος.

Θεοτοκίον.

περφυῶς τὸν Ποιητήν, καὶ Βασιλέα τῶν ὅλων, συλλαβοῦσα καὶ τεκοῦσα Παρθένε, τὴν κατάραν τοῦ Ἀδάμ, εἰς τέλος ἐξηφάνισας, καὶ εὐλογίαν πᾶσι, καὶ ἀφθαρσίαν ἐπήγασας.

 

Τοῦ Ἱεράρχου. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Υἱὸς ἡμέρας καὶ φωτός, γεγονὼς Ἱεράρχα, διὰ πόνων ἐνθέων, κατεσκήνωσας σαφῶς, ἐν ταῖς λαμπρότησι νῦν, τῶν Ἁγίων, χάριτι λαμπόμενος.

Κηρύττων μίαν εὐσεβῶς, τῆς Τριάδος οὐσίαν, τὴν πολύθεον πλάνην, ἐξεῤῥίζωσας ἐκ γῆς, ὡς Ἱεράρχης σεπτός, ὡς τοῦ Λόγου, ἀληθὴς διάκονος.

δὸν ὑπέδειξας ζωῆς, πᾶσι τοῖς πλανηθεῖσι, δυσμενοῦς ἐπηρείᾳ, καὶ προσήγαγες αὐτούς, οἷα ποιμὴν λογικός, σεσωσμένους, Λόγῳ ἀρχιποίμενι.

Θεοτοκίον

Λιμὴν γενοῦ μοι καὶ φρουρός, ταῖς δειναῖς τρικυμίαις, τῶν παθῶν ἀνενδότως, χειμαζομένῳ ἀεί, ἐν τῇ θαλάσσῃ ἁγνή, τῇ τοῦ βίου, μόνη ἀειπάρθενε.

Ὁ Εἱρμός

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

 

Κάθισμα. Τῶν Ὁσίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τῷ βίῳ ὁμόσκηνοι ἐν συμφωνίᾳ ψυχῆς, σοφὲ Βαρσανούφιε καὶ Ἰωάννη κλεινέ, τελοῦντες ἐν ἅπασι, ὤφθητε μοναζόντων, οὐρανόφωτοι στῦλοι, τούτους καθοδηγοῦντες, πρὸς τὴν γῆν τῶν πραέων· διὸ ὑμῶν τὴν μνήμην, φαιδρῶς ἑορτάζομεν.

Δόξα... Κάθισμα τοῦ Ἱεράρχου. Ἦχος δ' Ὁ ὑψωθείς.

Ἱερωσύνης τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς Ἱεράρχα, τὸ τῶν εἰδώλων σκότος τε ἠφάνισας, αἴγλῃ ἰαμάτων δέ, τῶν παθῶν τὴν ὁμίχλην, λύσας μεταβέβηκας, πρὸς τὸ ἄδυτον φέγγος, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, τῶν σὲ τιμώντων, Βουκόλε μακάριε.

Καὶ νῦν... Τῆς Ἑορτῆς. Κατεπλάγη Ἰωσήφ

Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεών, μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν καὶ ἄνθρωπον, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.

 

Θεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

Ἢ Σταυροθεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ. Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

 

ᾨδὴ δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ν ἤλπισας Συμεών, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Θεώμενος Συμεών, Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Τῶν Ὁσίων. Σύ μου ἰσχύς.

Φόβῳ Θεοῦ, ἀπὸ παιδὸς στοιχειούμενος, ὑπετάγης, τῷ Μαρκέλλῳ Ὅσιε, καὶ καθυπέταξας τῆς σαρκός, εὐπάθειαν πᾶσαν, τῇ τῆς ψυχῆς καθαρότητι· ἐντεῦθεν τοῦ Βελίαρ, ἀπεκρούσω τὴν ῥύμην, Βαρσανούφιε ὅπλοις τῆς πίστεως.

σην ζωῆς, ψυχῆς θερμότητι ἤνυσας, τῷ μεγάλῳ, Ἰωάννῃ Γέροντι, Βαρσανουφίῳ τῷ ἱερῷ· ὅθεν ἄλλος Γέρων, σοφὸς ἐν ἅπασι πέφηνας, καὶ ἔνθους ὑποφήτης, θεϊκῇ ἐπιπνοίᾳ, προαγγέλων σαφῶς τὰ ἐσόμενα.

τῆς ὑμῖν, δοθείσης πλουσίας χάριτος! ἀκριβείᾳ, πολιτείας Ὅσιοι· θαύματα βλύζετε γὰρ πιστοῖς, καὶ πληροῦτε πάντων, σωτηριώδη αἰτήματα, ὡς θεῖοι ὑποφῆται, Βαρσανούφιε Πάτερ, καὶ σοφὲ Ἰωάννη μακάριε.

Κόσμου παντός, ἀποχωρῶν Βαρσανούφιε, ἐπληρώθης, θεϊκῶν ἐλλάμψεων, καὶ ἀπαυγάζεις φῶς διδαχῶν· ἔνθεν μοναζόντων, καὶ ἱερέων συστήματα, τῶν σοὶ προσερχομένων, ὡς σοφὸς παιδοτρίβης, κατευθύνεις πρὸς τρίβον σωτήριον.

Θεοτοκίον.

νευ σπορᾶς, δίχα φθορᾶς ὑπὲρ ἔννοιαν, ἀλλὰ θείῳ, Πνεύματι ἐκύησας, τὸν τοῦ Πατρὸς Λόγον συμφυῆ, ἐκ τῶν Σῶν αἱμάτων, σάρκα λαβόντα καὶ λύσαντα, φθορὰν τὴν τοῦ θανάτου, καὶ πηγὴν ἀφθαρσίας, τοῖς ὑμνοῦσί Σε Κόρη πηγάζοντα.

 

Τοῦ Ἱεράρχου. Χριστός μου δύναμις.

προγινώσκων σου, θεομακάριστε, τῆς ψυχῆς τὸ ὡραῖον καὶ τοῦ νοός, τὴν καθαρότητα, ἱεροκήρυκα σοφόν, ἱερῶς σε προχειρίζεται.

πὸ τοῦ Πνεύματος, λαμπαδουχούμενος, τοὺς ἐν σκότει τῆς πλάνης φωταγωγεῖς, καὶ διὰ Βαπτίσματος, υἱοὺς ἡμέρας ἐκτελεῖς, Ἱεράρχα παναοίδιμε.

Μυρίων ἔσωσας, θηρῶν τὸ ποίμνιον, τῶν ταράττειν ζητούντων καὶ ἀφιστᾶν, τῆς ἀμώμου πίστεως, Ἀρχιερέων καλλονή, καὶ Ποιμένων ἀκροθίνιον.

Εὑρών σε χάριτι, περιαστράπτοντα, ὁ κλεινὸς Θεολόγος χειροθετεῖ, θείαις εἰσηγήσεσι, καὶ Ἱερέα ἐκτελεῖ, ἱερὸν Βουκόλε πάνσοφε.

Θεοτοκίον

Γνωστῶς ἐν βάτῳ σε, Μωσῆς ἑώρακεν, ἱερῶς τυπουμένην τὴν τοῦ πυρός, μέλλουσαν λοχεύτριαν, ἀναφανῆναι μυστικῶς, Θεοτόκε ἀειπάρθενε.

 

ᾨδὴ ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

Τῶν Ὁσίων. Ἵνα τί με ἀπώσω.

λαρὸς μὲν τοῖς τρόποις, καὶ θεοειδὴς ἐν τῷ βίῳ γενόμενος, λόγον σωτηρίας, καὶ ζωῆς παραινέσεις ἐπήγαζες, ἐκ τοῦ στόματός σου, ἐν τῇ δοθείσῃ σοι σοφίᾳ, Βαρσανούφιε Πάτερ μακάριε.

χνεσι τοῖς Ὁσίοις, τοῦ Βαρσανουφίου θεόφρον ἑπόμενος, τούτου Ἰωάννη, μιμητὴς καὶ ὁμότροπος πέφηνας· ὅθεν τῆς ἀγήρω, ὁμοῦ ζωῆς ἀξιωθέντες, καθορᾶτε τὸ κάλλος τὸ ἄῤῥητον.

ς θεράποντας θείους, καὶ μετὰ σαρκὸς ἀγγέλους ἐδέξατο, ἐκ Θεοῦ πεμφθέντας, θεοφόροι ὁ Ὅσιος Σέριδος, καὶ θερμῇ καρδίᾳ, ὑμῖν ἐν πᾶσι διηκόνει, τῇ συνέσει ὑμῶν παιδευόμενος.

Θεοτοκίον.

πειράνδρως τεκοῦσα, τὸν Δημιουργὸν τῶν ὅλων καὶ Κύριον, ὤφθης ἀνωτέρα, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, Κεχαριτωμένη, μόνη Παρθένε Θεοτόκε, καὶ Ἀδὰμ τὸν πεσόντα ἀνύψωσας.

 

Τοῦ Ἱεράρχου. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

ερωσύνης τὸ ἱερόν, ἔνδυμα φορέσας ἱερῶς, τοὺς ἀνιέρους ἐφώτισας, σέβειν Ἱεράρχα Μονάδα ἄκτιστον, τρισὶν ἐν χαρακτῆρσι, Βουκόλε πάνσοφε.

Στόματος λύκου τοῦ νοητοῦ, ἥρπασας λαοὺς ταῖς διδαχαῖς, τοῦ θεηγόρου σου στόματος, καὶ αἱρετιζόντων Πάτερ ἀπύλωτα, ταῖς σαῖς θεολογίαις, ἔφραξας στόματα.

Ταῖς φωτοβόλοις καταυγασθεὶς Ὅσιε τοῦ Πνεύματος αὐγαῖς, φωτοειδὴς ὅλος γέγονας, λάμπων ταῖς τῷ σκότει ἐνυπαρχούσαις, ψυχαῖς Βουκόλε, Ἱεράρχα θεομακάριστε.

βδελυρὸς ἥττηται ταῖς σαῖς, ἱερολογίαις ἱεραῖς, Μαρκίων καὶ ἐξωστράκισται, πάσης ἀτοπίας ἐξερευγόμενος, βόρβορον ὁ λυσσώδης, Βουκόλε ἔνδοξε.

Θεοτοκίον

Νόμῳ τῆς φύσεως Ἰησοῦς, ὁ πανυπερούσιος Θεός, καινοτομεῖ παναμώμητε, σοῦ ἐκ τῆς νηδύος ἀποτικτόμενος, ὁ μόνος οὐσιώσας τὸ πᾶν βουλήματι.

 

 ᾨδὴ ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.

Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

 

Τῶν Ὁσίων. Ἱλάσθητί μοι Σωτήρ.

Νεκρώσαντες τῆς σαρκός, τῆς φθειρομένης τὸ φρόνημα, τῆς αἰωνίου ζωῆς, τὴν θείαν ἐνέργειαν, σοφὲ Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ, δαψιλῶς ἐγεωργήσατε.

Ναμάτων τῶν μυστικῶν, ὄντες ἀνάπλεοι Ὅσιοι, βλυστάνετε δαψιλῶς, διδάγματα ἔνθεα, σοφὲ Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ, τὰς ψυχὰς ἡμῶν ἀρδεύοντα.

ἔνθεος ξυνωρίς, τῶν μοναστῶν οἱ διδάσκαλοι, ὁ μέγας ἐν ἀσκηταῖς, θεῖος Βαρσανούφιος, καὶ ὁ τούτου σύσκηνος, Ἰωάννης ἅμα, εὐφημείσθωσαν ἐν ᾄσμασι.

Θεοτοκίον.

γγέλων ἡ χαρμονή, καὶ τῶν βροτῶν ἡ βοήθεια, Σὺ εἶ Παρθένε ἁγνή, Θεὸν σωματώσασα· διὸ δυσωποῦμέν Σε, βοήθει ἐν πᾶσι, τοῖς προστρέχουσι τῇ σκέπῃ Σου.

 

Τοῦ Ἱεράρχου. Τοῦ βίου τὴν θάλασσαν.

ψοῦσαν ταπείνωσιν, καθαρότητα νοός, ἀγάπην ἀνυπόκριτον, πίστιν ἐλπίδα ἔχων εἰλικρινῆ, Βουκόλος ὁ ἔνδοξος, τῆς Τριάδος ἐδείχθη καταγώγιον.

Μεγάλως κοσμήσαντα, τῶν Σμυρναίων ἱεράν, καθέδραν σε πανεύφημε, μυσταγωγεῖ τὸ Πνεῦμα τὸν μετὰ σέ, ποιμένα Πολύκαρπον, τῇ χειρί σου Βουκόλε τελειούμενον.

Νοήσας τὴν κλῆσίν σου, διὰ Πνεύματος σοφέ, τὸν μετὰ σὲ ἐν χάριτι, τῶν λογικῶν θρεμμάτων καθηγητήν, προσάγεις τῷ βήματι, ἀρετῶν λαμπηδόσιν ἐξαστράπτοντα.

Θεοτοκίον

πύλη τῆς χάριτος, ἡ ἀνοίξασα βροτοῖς, τὴν πύλην τὴν οὐράνιον, τῆς μετανοίας πύλας μοι τηλαυγῶς, διάνοιξον Δέσποινα, καὶ πυλῶν τοῦ θανάτου ἐλευθέρωσον.

Ὁ Εἱρμός

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς, τὴν ζωήν μου Πολυέλεε.

 

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος α'

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

Κοντάκιον. Τῶν Ὁσίων. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἡ δυὰς ἡ ἔνθεος, τῶν θεοφόρων Πατέρων, ἀρετῶν τὰς χάριτας, μυσταγωγοῦσι τοὺς πάντας, μέγας μέν, ὁ Βαρσανούφιος πέλων Γέρων, ἄλλος δέ, ὁ Ἰωάννης Ὅσιος Γέρων· οὓς αἰνέσωμεν συμφώνως, ὡς τῆς Τριάδος, θείους θεράποντας.

 Κοντάκιον. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. Τῇ Ὑπερμάχῳ Στρατηγῷ.

Ὡς ἱεράρχην Ἐκκλησίας εὐφημοῦμέν σε, ὡς μαθητὴν καὶ μιμητὴν Βουκόλε πάνσοφε, μαθητῶν Χριστοῦ πρὸ πάντων ἠγαπημένου· μεθ’ οὗ πρέσβευε ῥυσθῆναι τοὺς τιμῶντάς σε, ἐκ παντοίων ἀνάγκης και περιστάσεων, καὶ βοῶντάς σοι· Χαίροις Πάτερ τρισόλβιε.

 

Συναξάριον.

Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Βουκόλου, ἐπισκόπου Σμύρνης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρσανουφίου τοῦ μεγάλου Γέροντος, καὶ τοῦ Ὁσίου Ἰωάννου τοῦ Προφήτου, μαθητοῦ αὐτοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ, τοῦ ἐν Ἐμέσῃ Συρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Φαύστης, καὶ τῶν σὺν αὐτῇ· Εὐϊλασίου καὶ Μαξίμου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Δωροθέας καὶ Θεοφίλου τῶν ἐκ Καισαρείας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Φαύστου, Βασιλείου καὶ Λουκιανοῦ, τῶν ἐν τοῖς Δαρείοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Θεοφίλου, Σατουρνίνου καὶ Ῥεβοκάτου, τῶν ἐν Ἰσπανίᾳ, κατὰ τὸν 3ο αἰῶνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ ἐν Λυκῷ τῇ πόλει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μὲλ ἡ Μελάνιου, ἐπισκόπου ἐν Ἰρλανδίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βαάστ, ἐπισκόπου Ἀρὰς Γαλλίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀμάνδου, ἐπισκόπου Μάαστριχτ Ὀλλανδίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Σάββα τοῦ Σικελοῦ, Χριστοφόρου τοῦ πατρὸς αὐτοῦ, καὶ Μακαρίου τοῦ ἀδελφοῦ αὐτοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Δαμασκηνοῦ τοῦ Σιναΐτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἀρτεμίου τοῦ Σιναΐτου

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου Ἰκαλτοέλι, Γεωργίας, ζήσαντος κατὰ τὸν δωδέκατο αἰῶνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Δωροθέας τοῦ Κασὶν Ῥωσσίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν Ὁσίων. Θεοῦ συγκατάβασιν.

σχύν τε καὶ δύναμιν, καὶ φωτισμόν τε καὶ θείαν σύνεσιν, ἡμῖν πᾶσι παρέχει, διδασκαλίας ὑμῶν μακάριοι, ἡ θεοτύπωτος βίβλος τοῖς κράζουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοός σου τὰ ὄμματα, ἀποκαθάρας ὦ Βαρσανούφιε, ἀποῤῥήτως κατεῖδες, καὶ ἐθεάσω θεῖα θεάματα, καὶ ὅλος φῶς γεγονὼς ἀνεκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

νοῦς σου λαμπόμενος, τοῦ Παρακλήτου ταῖς ἐπιλάμψεσι, προορᾶν καὶ προλέγειν, κατηξιώθη τὰ πόῤῥω Ὅσιε, καὶ ὡς Προφήτης θεόληπτος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Σαρκὸς ὁμοιώματι, ἀπεριγράπτως Κόρη γεγέννηκας, τὸν Ὑπέρθεον Λόγον, θεοποιοῦντα ἡμᾶς δι’ ἔλεος· διὸ σαρκός μου τὰ πάθη θεράπευσον, καὶ ἀπαθείας φωτί, καταύγασόν μου τὸν νοῦν.

 

Τοῦ Ἱεράρχου. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Συνετίζων ἀσυνέτους καταρτίζων δέ, τοὺς πλάνῃ ἐξοκείλαντας, Πάτερ ἔσωσας, καὶ Θεῷ προσῆξας καθαρούς, αὐτῷ μελῳδοῦντας εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ραιώθησαν παμμάκαρ σιαγόνες σου, τὴν σάρκωσιν κηρύττουσαι, τοῦ δι' ἄφατον εὐσπλαγχνίαν, λάμψαντος ἡμῖν, πρὸς ὃν ἀνεβόας ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κυριεύσας δι' ἀσκήσεως τοῦ σώματος, τῶν παθημάτων ἔνδοξε, ἀκυρίευτος ταῖς τοῦ πλάνου ὤφθης προσβολαῖς, καὶ νῦν ἀναμέλπεις ἀπλανῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Λυτρωθέντες τῆς ἀρχαίας ἀποφάσεως, τῷ τόκῳ σου πανάμωμε, ἀνυμνοῦμέν σε οἱ σωθέντες Κόρη διὰ σοῦ, βοῶντες καὶ λέγοντες πιστῶς· Εὐλογητὸς ὁ καρπός, τῆς σῆς κοιλίας ἁγνή.

 

ᾨδὴ η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τῶν Ὁσίων. Ἑπταπλασίως κάμινον.

Γνώσει τελείᾳ Ὅσιε, καὶ φωτὶ τῷ τοῦ Πνεύματος, τῇ συντονωτάτῃ λαμπρυνθεὶς ἀσκήσει σου, φωστὴρ οὐρανόφωτος, καὶ μοναστῶν διδάσκαλος, καὶ ὑφηγητής, ὦ Βαρσανούφιε ὤφθης, τοῖς πίστει ἐκβοῶσιν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ν τῇ ἀσκήσει σύμφρονες, καὶ τῇ δόξῃ ἰσότιμοι, καὶ τοῖς θαυμασίοις καὶ πολλοῖς χαρίσμασιν, ἐπίσης συμμέτοχοι, παμμάκαρ Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ, ἀνεδείχθητε πᾶσιν, ὁμοῦ συνεκβοῶντες· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ῶσιν ψυχαῖς παρέχετε, ἐν τῷ λόγῳ τῆς χάριτος, ταῖς ἠσθενημέναις προσβολαῖς τοῦ ὄφεως, ἀλλὰ καὶ τοῖς πάσχουσι, σωματικῶς μακάριοι, δίδοσθε ταχεῖαν, ἀληθῶς θεραπείαν· ἁφῇ δὲ τῶν σωμάτων, ὑμῶν καὶ ἐνδυμάτων, ἰσχὺν καὶ εὐλογίαν, οἱ εὐσεβεῖς καρποῦνται.

Θεοτοκίον.

γγελικοὶ διάκοσμοι, τὴν Σὴν δόξαν γεραίρουσι, καὶ ἄϋλοι δῆμοι τὴν μεγαλοπρέπειαν, τὴν Σὴν μεγαλύνουσιν, ἁγνὴ θεομεγάλυντε, πάντες δὲ βροτοί, τὴν διὰ Σοῦ γενομένην, τῷ κόσμῳ σωτηρίαν, ἀνυμνοῦσι Παρθένε· ἀρᾶς γὰρ τῷ Σῷ τόκῳ, Ἀδὰμ ἡμᾶς ἐῤῥύσω.

 

Τοῦ Ἱεράρχου. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

κβλαστήσας ὡς φοίνιξ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ, ὀφειλόμενον ὕπνον δικαίοις ὕπνωσας, φέρεις δὲ φυτόν, πρὸς τοῦ θείου σου μνήματος, θαῦμα τοῖς ὁρῶσι, Βουκόλε θεοκήρυξ.

Θεοῦ Θεὸς Λόγος ὁ ἐνυπόστατος, ἱερὸν Ἱεράρχην σε προχειρίζεται, χρίοντα λαόν, ἱερῶς ἱερώτατε, Πρόεδρε Σμυρναίων, φωστὴρ τῆς οἰκουμένης.

Σαρκωθέντα τὸν Λόγον ἐθεολόγησας, καὶ πολλοὺς ἀλογίας λαοὺς διέσωσας, θεῖος γεγονώς, μαθητὴς τοῦ ἐκλάμψαντος, ἐν θεολογίαις, Βουκόλε κήρυξ.

Θεοτοκίον

ερῶς ἐμυεῖτο τὰ σὰ μυστήρια, Προφητῶν Θεοτόκε ὁ θεῖος σύλλογος, πόῤῥωθεν μαθών, καὶ τρανῶς ἐκτιθέμενος, τὰς θεοσημείας, τοῦ θείου τοκετοῦ σου.

Ὁ Εἱρμός

Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

πέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν· ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

εροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

 

Τῶν Ὁσίων. Ἐξέστη ἐπὶ τούτῳ.

Σοφίᾳ διαλάμπων πνευματικῇ, καὶ πολλῇ διακρίσει κοσμούμενος, περιφανῶς, Πάτερ Βαρσανούφιε ἱερέ, πᾶσι παρέχεις Ὅσιε, τὰς σωτηριώδεις δόσεις ἀεί· οἱ σοὶ γὰρ θεῖοι λόγοι, ὡς μάννα ψυχοτρόφον, τὰς διανοίας ἡμῶν τρέφουσιν.

λὺν ἀποτινάξας τὴν γεηράν, οὐρανίῳ φρονήματι Ὅσιε, ἀγγελικήν, ἔζησας ἐν κόσμῳ διαγωγήν, καὶ φοιτητὴς καὶ σύσκηνος, τοῦ Βαρσανουφίου τοῦ ἱεροῦ, ἐγένου Ἰωάννη· μεθ’ οὗ τῆς ἄνω δόξης, κατεκληρώσω τὴν λαμπρότητα.

Μεγάλων ἠξιώθητε ἀμοιβῶν, ὡς μεγίστοις ἐν γῇ ἀγωνίσμασι, γνώμῃ στεῤῥᾷ, διηγωνισμένοι ἀσκητικῶς, θεόφρον Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ τῷ εὐκλεεῖ· διὸ ἡμᾶς μεγάλων, λυτρώσασθε κινδύνων, καὶ ἐπηρείας τοῦ ἀλάστορος.

Οἱ λύχνοι τῆς ἀΰλου ἀνατολῆς, οἱ παθῶν τὴν ὁμίχλην διώκοντες, φωτιστικαῖς, ὑμῶν ἱκεσίαις πρὸς τὸν Θεόν, ὁ μέγας Βαρσανούφιος, σὺν τῷ Ἰωάννῃ τῷ θαυμαστῷ, πρὸς κτῆσιν τῶν κρειττόνων, ἡμῶν τὰς διανοίας, φόβῳ τῷ θείῳ διεγείρατε.

Θεοτοκίον.

πέρτερον τὸν νοῦν μου χαμαιπετοῦς, Θεοτόκε κυβείας ἀνάδειξον, πόθῳ θερμῷ, καὶ πρὸς ἐργασίαν τῶν ἀρετῶν, τὴν ῥαθυμοῦσαν πάντοτε, ἔγειρον καρδίαν μου δυσωπῶ, καὶ σῶσόν με Παρθένε, ἐκ τῆς ἐπικρατείας, τῆς ἐν ἐμοὶ ῥοπῆς τοῦ χείρονος.

 

Τοῦ Ἱεράρχου. Θεὸν ἀνθρώποις.

ς φῶς ὡς φέγγος ὡς μέγας ἥλιος, ὡς ἀστραπὴ Χριστοῦ τῇ Ἐκκλησίᾳ ἐξέλαμψας, καὶ πιστῶν διανοίας ἐφώτισας, καὶ πρὸς τοὺς ἀνεσπέρους, τόπους ἐσκήνωσας, μέλπων τρισαγίαις ἐν φωναῖς, Τριάδα ἄκτιστον.

Σαρκὸς καὶ κόσμου ἔξω γενόμενος, ἱερουργὲ πρὸς τὰς ὑπερκοσμίους γηθόμενος, μεταβέβηκας τάξεις θεούμενος, θέσει φαεινοτάτῃ· ὅθεν τὴν μνήμην σου, πίστει ἐκτελοῦμεν, ἐπὶ γῆς Βουκόλε πάνσοφε.

γῆ τὸ σῶμά σου τὸ μακάριον, κρύπτει σαφῶς, ἰάσεις ἀναβλύζον καὶ χάριτας, οὐρανὸς δὲ τὸ πνεῦμα σὺν τοῖς ἐκλεκτοῖς, φέρει τοῖς ἀπ' αἰῶνας θείαις λαμπρότησι, κατηγλαϊσμένον, ἀληθῶς Βουκόλε ἔνδοξε.

Θεοτοκίον

Φωνῇ Ἀγγέλου μεγάλης Ἄγγελον, βουλῆς Ἁγνὴ Χριστοῦ Ἐμμανουὴλ ἀποτέτοκας, τοῖς Ἀγγέλοις τοὺς κάτω συνάπτοντα, μόνη πανύμνητε, μόνη αἰτία, τῆς ἡμῶν Κόρη θεώσεως.

Ὁ Εἱρμός

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν.

 

Ἐξαποστειλάριον. Τῶν Ὁσίων. Γυναῖκες ἀκουτίσθητε.

Δυάδα τὴν ὑπέρτιμον, τῶν ἀσκητῶν τιμήσωμεν, τῶν ἐναρέτων καμάτων, τοὺς παιδευτὰς καὶ φωστῆρας, τὸν μέγαν Βαρσανούφιον, τῶν μοναστῶν τὸν πρόκριτον, καὶ Ἰωάννην Ὅσιον, τὸν τούτου ἄριστον μύστην, καὶ σύμπονον ἐν ἀγῶσι.

Ἐξαποστειλάριον. Τοῦ Ἱεράρχου. Τοῖς Μαθηταῖς.

Ποιμαντικῶς ὡδήγησας, πρὸς νομὰς εὐσεβείας, τὸ τοῦ Κυρίου ποίμνιον, πάνσοφε Ἱεράρχα ἀποδιώξας ὡς θῆρας, πᾶσαν αἵρεσιν· ὅθεν, νῦν ἐποπτεύεις ἵλεως, καὶ ἡμᾶς οὐρανόθεν, ὡς παρεστώς, μετὰ τῆς πανάγνου καὶ Θεοτόκου, τῷ θρόνῳ τῆς Θεότητος, παμμακάριστε Πάτερ.

Τῆς Ἑορτῆς, ὅμοιον

Τῶν κόλπων τοῦ Γεννήτορος, οὐκ ἐκστὰς ἀποῤῥήτως, δι' ἄκραν ἀγαθότητα, ἐκ Παρθένου γεννᾶται καὶ νηπιάζει ὁ Λόγος, τοῦτον δὲ ἐν ἀγκάλαις, Συμεὼν ὑποδέχεται, ἅμα τε ὁ Πρεσβύτης, καὶ Γηραιά, ἀνθωμολογήσαντο ὡς Δεσπότῃ, ἐν ᾧ καὶ προεμήνυον, τὴν βροτῶν σωτηρίαν.

 

Εἰς τὸν Στίχον, Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ

Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται.

 

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Νήπιος τῇ σαρκί, ὁ παλαιὸς τῷ χρόνῳ, ὁρᾶται παραδόξως, τῇ σήμερον ἡμέρᾳ, καὶ τῷ ναῷ προσάγεται.

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Δέχου ὦ Συμεών, ἡ πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, τοῦ κόσμου τὸ σωτήριον.

 

Δόξα. Καὶ νῦν.

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.

 

Ἀπολυτίκιον. Τοῦ Ἱεράρχου. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς διαλάμπων ἀρετῶν ταῖς ἀκτῖσι, τοῦ ἐν τῷ στήθει τοῦ Δεσπότου πεσόντος, ἐκ πόθου προσεπέλασας τῷ θείῳ φωτί· ὅθεν ὡς θεόπνευστος, Ἱεράρχης ἐμπρέψας, ἴθυνας τὴν ποίμνην σου, πρὸς νομὰς ἀληθείας. Καὶ νῦν δυσώπει πάντοτε Χριστόν, Πάτερ Βουκόλε, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἀπολυτίκιον. Τῶν Ὁσίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν ἰσάγγελον βίον πολιτευσάμενοι, Βαρσανούφιε Πάτερ σὺν Ἰωάννῃ ὁμοῦ, τῆς ἀσκήσεως λαμπροὶ ἀστέρες ὤφθητε, καὶ μοναζόντων ὁδηγοί, πρὸς τὴν κρείττονα ὁδόν, ὡς πλήρεις φωτὸς τοῦ θείου, ἐκδυσωποῦντες ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.




[1] Ὅταν ἔχουμε Κανόνες δύο Ἁγίων, αὐτοὶ ψάλλονται ἐφ’ ὅσον δὲν ἔχουμε ἀκόμα χρήση τοῦ Τριώδιου. Εἰδάλλως, ψάλλονται τοῦ Τριωδίου καὶ ὁ Κανὼν τοῦ πρώτου Ἁγίου εἰς τὴν ἐπικεφαλίδα τῆς ἡμέρας.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ