ΦΕΒΡΟΥΑΡΙΟΣ 5. ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΓΑΘΗ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ Ε΄.

ΑΓΑΘΗ ΜΑΡΤΥΣ

 


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἐξῆς προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῷ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, Συμεὼν ὁ Πρέσβυς, γηραιαῖς ἀγκάλαις. Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα· κατεῖδον γάρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τῆς ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.

Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας Χάριτος· διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε Δέσποτα.

Κόλπων τοῦ Γεννήτορος, μὴ χωρισθεὶς τῇ Θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διὸ Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.

 

Ἕτερα. Τῆς Ἁγίας. Ὅμοια.

Ἄφθορον ἐτήρησας, σῶμα Χριστῷ τῷ Νυμφίῳ σου, παρθενίας ἐν κάλλεσιν, Ἀγάθη θεόνυμφε, καθωραϊσμένη, καὶ λελαμπρυσμένη, μαρτυρικαῖς μαρμαρυγαῖς, καὶ πρὸς νυμφῶνα θεῖον ἐχώρησας· διό σου τὴν παγκόσμιον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν ἀεί σε δοξάσαντα.

 

Μαστοῦ τὴν ἀφαίρεσιν, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπήνεγκας ἔνδοξε, τὰς αἰωνίζουσας, ὄμμασι καρδίας, ἀποσκοποῦσα ἀμοιβάς, καὶ τὴν ἐκεῖθεν μακαριότητα, καὶ στέφος τὸ ἀμάραντον, ὅ σοι Χριστὸς νῦν δεδώρηται· δι’ Αὐτὸν παναοίδιμε, ἀθλησάσῃ λαμπρότητα.

 

Ὅρμημα ἀκάθεκτον, πυρὸς Αἰτναίου ἀνέστειλας, σαῖς εὐχαῖς ἀγαθώνυμε· καὶ πόλιν διέσωσας, τὸ σεπτόν σου Μάρτυς, λείψανον πλουτοῦσαν, ἐξ οὗ τρυγᾶ τοὺς ποταμούς, τῶν ἰαμάτων ἐν θείῳ Πνεύματι· ἐν ταύτῃ γὰρ ἀθλήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσω πανεύφημε.

 

Δόξα... Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ΄. Ἀνδρέου Κρήτης.

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις∙ καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν∙ περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιάς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε∙ καὶ παρ’ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν∙ Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι∙ ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

 

Ἢ Θεοτοκίον. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.

Ἢ Σταυροθεοτοκίον. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τί τοῦτο Υἱέ μου; τί σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν.

 

Εἰς τὸν Στίχον, Προσόμοια τῆς Ἑορτῆς. Ἦχ. α' Πανεύφημοι Μάρτυρες

Ὡς ὄντως ὑπέρλαμπρος Θεοῦ, κιβωτὸς ἡ ἄχραντος, τὸ ἱλαστήριον σήμερον, Χριστὸν προσφέρουσα, ἐν ναῷ εἰσάγει, καὶ σεπτῶς προστίθησιν, ἀγκάλαις Συμεὼν τοῦ θεόφρονος· διὸ ἡγίασται, τῶν ἁγίων νῦν τὰ ἅγια, καὶ τῷ μόνῳ Ἁγίῳ συγχαίρουσι.

 

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Δεδόξασται σήμερον Χριστόν, Συμεὼν ὡς ἄνθρακα, θεοπρεπῶς εἰσδεξάμενος, καὶ περιπτύσσεται, καθαρθεὶς τὰ χείλη, ἀνθομολογεῖται δέ, καὶ χαίρων ἐξαιτεῖ τὴν ἀπόλυσιν. Αὐτὸν οὖν ἅπαντες, εὐσεβῶς νῦν μακαρίζοντες, ἀσιγήτοις ἐν ὕμνοις τιμήσωμεν.

 

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ἡ πύλη ἡ ἔμψυχος Ἁγνή, ἡ Παρθένος σήμερον, τὸν Βασιλέα καὶ Κύριον, ὃν ἔνδον ἔσχηκεν, ἐν ναῷ εἰσάγει, διὰ πύλης βαίνουσα, τῆς πάλαι κεκλεισμένης, ὡς γέγραπται· ὅθεν χορεύοντες, πρὸ προσώπου ταύτης ἅπαντες, θείοις ὕμνοις αὐτὴν εὐφημήσωμεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'

Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἀγκάλαις ὑποδεξάμενος ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Ἀπολυτίκον. Ἦχος γ΄. Θείας πίστεως.

Ῥόδον εὔοσμον, τῆς παρθενίας, νύμφη ἄφθορος, τοῦ Ζωοδότου, ἀναδέδειξαι Ἀγάθη πανεύφημε· τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας. Μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον, τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.

Δόξα. Καὶ νῦν. Ἦχος α΄. Τῆς Ἐορτῆς.

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Αὐτόμελον

Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

Δόξα... Καὶ νῦν ... τὸ αὐτό

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν

Ἐτέχθης ἐπὶ γῆς, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν ... τὸ αὐτό

 

 

 

 

 

 

 

 

 

Εἶτα οἱ κανόνες τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας.

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμός

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

σχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

 

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τὴν θείαν Ἀγάθην, ἀγαθοῖς μέλψωμεν ἐν ὕμνοις. Θεοφάνους.

ᾨδὴ α' Ἦχος β'. Δεῦτε λαοί.

Τῶν ἀγαθῶν, πρώτην αἰτίαν ποθήσασα, ἀγαθωνύμου κλήσεως, Μάρτυς ἠξίωσαι, τῆς ἀφράστου προνοίας, τῶν τρόπων σου προγνούσης τὴν ἀγαθότητα.

ρθης ἁγνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, τοῦ τῆς σαρκὸς φρονήματος καταφρονήσασα, καὶ τῷ ποθεινοτάτῳ, Νυμφίῳ σου συντόνως ἐνατενίζουσα.

Νύμφη Θεοῦ, θεία Ἀγάθη κεκόσμησαι, καὶ παρθενίας κάλλεσι, καὶ θείοις αἵμασι, τοῦ σεπτοῦ μαρτυρίου, διπλοῖς στεφανουμένη στέμμασιν ἔνδοξε.

Θεοτοκίον

Θεοπρεπές, σκήνωμα Ἁγνὴ σὺ πέφηνας, τῶν οὐρανῶν πλατύτερον καὶ καθαρώτερον, Θεοτόκε Παρθένε, καὶ νῦν ἐπὶ σοὶ χαίρει ὁ τῶν Παρθένων χορός.

 

ᾨδὴ γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Τῆς Ἁγίας. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε

γάθη τὸ φαιδρὸν καὶ τὸ τερπνότατον, τῶν θείων Μαρτύρων ἄνθος καὶ κλέος, τῆς ψυχῆς μου σὺ τὴν κάκωσιν, θεραπεύουσα Μάρτυς κατακάλλυνον.

Γονίμοις ἀρεταῖς αὐτὴν ἐφαίδρυνας, Ἀγάθη καὶ Μάρτυς ἀνηγορεύθης, τῶν προσκαίρων ἀλογήσασα, καὶ Θεοῦ Βασιλείαν ἀγαπήσασα.

πάντων τῶν τερπνῶν Χριστὸν προέκρινας, Ἀγάθη θελχθεῖσα τῷ θείῳ πόθῳ, καὶ τυράννων τὰ φρυάγματα, εὐθαρσῶς καὶ ἀνδρείως κατεπάτησας.

Θεοτοκίον

Θεόνυμφε σεμνὴ Θεὸν Ὃν ἔτεκες, δυσώπει ῥυσθῆναι τοὺς σὲ ὑμνοῦντας, πειρασμῶν καὶ περιστάσεων, καὶ παθῶν καὶ κινδύνων παμμακάριστε.

Ὁ Εἱρμός

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

 

Κάθισμα τῆς Ἁγίας Ἦχος γ' Θείας πίστεως.

Κλέος πίστεως, καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθη Ἀγάθη Νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Τὴν ὡραιότητα.

Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, νῦν ὑπεδέξατο, ὁ Ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσήγαγε· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

 

Ἢ Θεοτοκίον. Θείας πίστεως.

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀμίαντος, Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥυσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

 

 

 

 

ᾨδὴ δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

 

Τῆς Ἁγίας. Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε.

σχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν, τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος.

Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθληφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων τούτου ἄρασα.

Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν ἀγαθώνυμε.

Θεοτοκίον

πείρως τῶν Ἀγγέλων πάναγνε, τὰς λαμπρότητας ὑπερέβης, τὸν νοητὸν Ἥλιον, κυήσασα ἀνερμηνεύτως, Χριστὸν τὸν ἀκτῖσι τῆς Θεότητος, τὰς τῶν πιστῶν ἐννοίας καταυγάσαντα.

 

ᾨδὴ ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

Τῆς Ἁγίας. Ὁ τοῦ φωτὸς χορηγός.

Θείοις προστάγμασι, ῥυθμιζομένη τοῦ Χριστοῦ ἔνδοξε, συμβολικῶς, σαρκὸς προσπαθείας ἐλύθης τῶν δεσμῶν, Ἀγάθη ἐλαία φανεῖσα κατάκαρπος.

λῳ τῷ πόθῳ Χριστοῦ, τὰς φανοτάτας ἀστραπὰς βλέπουσα, τὰς ἐπὶ γῆς, χαμαὶ συρομένας παρεῖδες ἡδονάς, ἐκείνου καὶ μόνου ποθοῦσα τερπνότητα.

να τὴν ἄφραστον, ἀξιωθῇς διαγωγὴν ἔνδοξε, τῶν ἐκλεκτῶν, ἰδεῖν τὰς βασάνους ὑπέμεινας στεῤῥῶς, ἀγαλλιωμένη Ἀγάθη πανεύφημε.

Θεοτοκίον

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.

 

ᾨδὴ ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.

Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

 

Τῆς Ἁγίας. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ' ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στεῤῥῷ σου φρονήματι.

ξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.

Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.

Θεοτοκίον

Ψαλμικῶς εὐφημοῦντες βοῶμέν σοι· Χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν εὐδόκησε, δι' ἡμῶν σωτηρίαν Θεόνυμφε.

Ὁ Εἱρμός

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

 

Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α'

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

Κοντάκιον. Τῆς Ἁγίας. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, λύθρων Ἀγάθης τῆς Μάρτυρος· Χαῖρε βοῶσα, Κατάνης τὸ καύχημα.

 

Συναξάριον.

Τῇ Ε’ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐξ Ἀντιοχείας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβίτου, ἐπισκόπου Βιέννης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, τοῦ ἐν Φαργάλᾳ τῆς Σικελίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ νέου, τοῦ ἐκ Κολλεσάνο τῆς Σικελίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀντώνιος ὁ Ἀθηναῖος, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1779ῳ, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου, ἀρχιεπισκόπου Τσερνιγκώφ Ῥωσσίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Τῆς Ἁγίας. Εἰκόνος χρυσῆς.

ς λίαν φαιδρῶς, φθεγγομένη καὶ σαφῶς τυράννους ἔπληξας, λόγῳ σοφίας καὶ τῆς χάριτος, ὑπομονῇ τε κολάσεων· ἄνθρακας πυρὸς γὰρ ἀπόνως, καρτεροῦσα ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μανίᾳ δεινῇ, συσχεθεὶς ὁ δυσμενὴς ἐξηπορεῖτο δεινῶς, τὴν σὴν θεώμενος ἀνανέωσιν, καὶ τοῦ μαστοῦ σου τὴν βλάστησιν· χαίρουσα γὰρ Μάρτυς ἐβόας, τῷ σῷ Νυμφίῳ κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

πέστη φαιδρῶς, τοῦ Χριστοῦ ὁ μαθητὴς σοὶ φρουρουμένη, τὰς σὰς ἰώμενος δεινὰς μάστιγας, ἅς περ ὑπέστης ἀήττητε, Μάρτυς τοῦ Σωτῆρος παρθένε, ἀγαλλομένη καὶ λέγουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Νεκροῦται Ἀδάμ, παραβὰς τὴν ἐντολὴν τοῦ Παντοκράτορος, σὺ δὲ τεκοῦσα τὴν αἰώνιον, ζωὴν Παρθένε πανάμωμε, τοῦτον ἐλυτρώσω θανάτου, εὐχαρίστως σοι κράζοντα· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.

 

ᾨδὴ η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δοὺ Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τῆς Ἁγίας. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

ν εὐφροσύνῃ καὶ χαρᾷ, δι' αἰῶνος κατοικεῖν ἀξιωθεῖσα, τῇ ἀφράστῳ σου δόξῃ, καταυγασθῆναι τοὺς σέ, τιμῶντας Ἀγάθη δυσώπησον, καὶ τῆς ἀκηράτου ζωῆς κατατρυφῆσαι.

Νῷ καὶ καρδίᾳ καὶ ψυχῇ, ἀγαπήσασα Χριστοῦ τὴν ὑπὲρ λόγον, πολυέραστον θέαν, ἀνεπτερώθης αὐτῷ, βοῶσα· Δραμοῦμαι ὀπίσω σου, καὶ κατασκηνώσω σὺν σοὶ εἰς τοὺς αἰῶνας.

περφυέσι κροσσωτοῖς, καὶ ὡραία τῇ στολῇ ἠγλαϊσμένη, βασιλέως θυγάτηρ, ἐν τῇ τιμῇ τοῦ Χριστοῦ, παρέστης Ἀγάθη κραυγάζουσα· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Μύρον γενόμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διό σοι Παρθένε κραυγάζομεν· Χαῖρε μυροθήκη τοῦ πυριπνόου μύρου.

Ὁ Εἱρμός

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

πέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν· ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

εροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

 

Τῆς Ἁγίας. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Νικητικοῖς ἐν στεφάνοις, κοσμηθεῖσα θεόφρον, Ἀγάθη δεξιᾷ ζωαρχικῇ, νῦν λυτρωθῆναι δυσώπησον, τὴν πατρίδα σου ζάλης, ὡς πρὶν πυρὸς ἀνέστειλας ὁρμήν· ἵνα ὕμνοις σε πάντες, ἀπαύστως μεγαλύνωμεν.

θεϊκῇ προμηθείᾳ, περιέπων τὰ πάντα, Χριστὸς νῦν ἀμειβόμενος τὴν σήν, Μάρτυς ἀνδρείαν κατῴκισεν, ἐν σκηναῖς οὐρανίαις, νύμφην παναμώμητον αὐτοῦ, καὶ συγχαίρειν Ἀγγέλοις, καὶ Μάρτυσιν ἠξίωσεν.

λεων ὦ Ἀθληφόρε, τὸν Κριτὴν τῶν ἁπάντων, Χριστόν μοι παρασκεύασον σεμνή, ταῖς ἱκεσίαις σου πάνσεμνε, καὶ πταισμάτων τὰ πλήθη, καθᾶραί μου, τὸν εὔσπλαγχνον ἀεί, δυσωποῦσα μὴ παύσῃ, Μαρτύρων ἐγκαλλώπισμα.

Θεοτοκίον

Σωματωθεὶς ἀποῤῥήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, πρὸ αἰώνων ἁπάντων, ὁ τῷ Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.

Ὁ Εἱρμός

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν.

 

Ἐξαποστειλάριον τῆς Ἁγίας. Γυναῖκες ἀκουτίσθητε.

Ἀγάθη μεγαλώνυμε, Χριστοῦ νύμφη ἀκήρατε, κάλλος ἀπόθετον θεῖον, καὶ Μάρτυς ἠγλαϊσμένη, μνείαν ποιοῦ τῶν πίστει σε, τιμώντων καλλιπάρθενε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελούντων, πταισμάτων λύσιν εὑρέσθαι.

Τῆς Ἑορτῆς, ὅμοιον

Πληρῶν σου τὴν ἀπόῤῥητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δέ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.

 

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ

Φόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο λύσιν, ὑμνῶν τὴν Θεομήτορα.

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Νῦν με πρὸς τὴν ζωήν, ἀπόλυσον τὴν ὄντως, ὁ Συμεὼν ἐβόα· Σωτήρ μου, εἶδον γάρ σε, τὸ φῶς τοῦ κόσμου Δέσποτα.

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ἄννα προφητικῶς, ἡ σώφρων καὶ Ὁσία, νῦν ἀνθωμολογεῖτο, τῷ ἐκ Παρθένου φύντι, βροτῶν εἰς ἀπολύτρωσιν.

Δόξα. Καὶ νῦν.

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

 

Ἀπολυτίκον. Ἦχος γ΄. Θείας πίστεως.

Ῥόδον εὔοσμον, τῆς παρθενίας, νύμφη ἄφθορος, τοῦ Ζωοδότου, ἀναδέδειξαι Ἀγάθη πανεύφημε· τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας. Μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον, τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.

Δόξα. Καὶ νῦν. Ἦχος α΄. Τῆς Ἐορτῆς.

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ