ΦΕΒΡΟΥΑΡΙΟΣ 4. ΟΣΙΟΣ ΙΣΙΔΩΡΟΣ ΠΗΛΟΥΣΙΩΤΗΣ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ Δ΄.

ΙΣΙΔΩΡΟΣ ΠΗΛΟΥΣΙΩΤΗΣ

 https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmzFc8Vxaj7iTx2bZBzX1pixJ2GSzjbSXyJOWzSloFIGJiDHG3n1em2azjM2Glmt0g560WQGv5CGhiu1TrJIjE20dLU542WQMEtzssoYEMj8O5K6EQ_AqUv0fPCYMJeqUmtJX4YyERMtEFF0MZI3yVipSDIzgudI-6ZhS7EEOVYlm4-yvuhR_oNVtDug/s3456/4.%20%CE%99%CE%A3%CE%99%CE%94%CE%A9%CE%A1%CE%9F%CE%A3%20%CE%A0%CE%97%CE%9B%CE%9F%CE%A5%CE%A3%CE%99%CE%A9%CE%A4%CE%97%CE%A3%20(1).JPG

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Θεοφανείας ἀῤῥήτου νῦν ἑορτάζομεν, σωτηριώδη χάριν· ἐκ Παρθένου γὰρ Κόρης, ἀτρέπτως νηπιάσας Χριστὸς ὁ Θεός, ἐν ναῷ τῷ Θεῷ καὶ Πατρί, ὑπὸ Μητρὸς νῦν προσάγεται, ὃν λαβών, Συμεὼν ἐνηγκαλίσατο. 

Ἐν τοῖς Προφήταις ὡράθης, ὡς θέμις ἦν Ἰησοῦ, σὲ θεαθῆναι πάλαι, ἀλλὰ νῦν Θεοῦ Λόγε, σαρκὶ παντὶ τῷ κόσμῳ, ὤφθης ἑκών, ἐκ Παρθένου Μαρίας Χριστέ, σοῦ τὸ σωτήριον πᾶσι τοῖς ἐξ Ἀδάμ, ἐμφανίσας ὡς φιλάνθρωπος. 

Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὸν νόμον τάξας ποτέ, νῦν ἐν Σιὼν τῇ πόλει, ἐκπληρῶν τὰ τοῦ νόμου, χερσὶ τῆς Θεοτόκου, βρέφος Χριστέ, σὺν τοῖς ὁλοκαυτώμασι, τοῦ Συμεών ἐν ἀγκάλαις εἰς τὸν ναόν, εἰσαχθῆναι κατεδέξω σαρκί. 

 

Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Θεωρίαις καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου πάνσοφε διετέλεσας, τῆς θεωρίας ἐπίβασιν, τὴν πρᾶξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον· οὗ γενόμενος, ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, καὶ τρισηλίου ἐλλάμψεως. 

Τῇ πλημμύρᾳ τῆς χάριτος, καὶ τοῖς ὄμβροις τῶν λόγων σου, καταρδεύεις ἅπαντας τοὺς θεόφρονας· τῆς ἀνωτάτω σοφίας γάρ, κρατῆρι τὸ στόμα σου, ἐπιθεὶς ὡς ἐκ πηγῆς, δαψιλῶς σὺ ἑξήντλησας, καὶ διέδωκας, πανταχοῦ τὰς ἀκτῖνας τῶν δογμάτων, ἐπιστέλλων καὶ διδάσκων, καὶ νουθετῶν ἀξιάγαστε. 

Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἐθανάτωσας, ζωηφόρον νέκρωσιν ἐνδυσάμενος, καὶ τῆς ψυχῆς τὴν κατάστασιν, πλατύνας πανόσιε, ἐναργῶς χωρητικήν, χαρισμάτων τοῦ Πνεύματος ἀπετέλεσας, καὶ δοχεῖον ἐγένου θεοπνεύστων, διδαγμάτων καὶ σοφίας, τῆς ὑπὲρ νοῦν ἐνδιαίτημα. 

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς

Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, ἦλθες ἐπὶ γῆς ἐξ οὐρανοῦ Σωτὴρ ἡμῶν, καὶ προελθὼν ἐκ τῆς Παρθένου, ἐπανεπαύσω ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών! ἔδει γάρ σε Ζωοδότα τῶν ἁπάντων, ὑπὸ τοῦ Πρεσβύτου γνωρισθῆναι, ὅτι παρεγένου ἀπολῦσαι αὐτόν, κατὰ τὸ ῥῆμά σου, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἢ Θεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἑπομβρίας Πανάχραντε, τῆς τοῦ Πνεύματος χάριτος, τὴν ἐμὴν διάνοιαν καταδρόσισον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν τὴν ἄμετρον, ἀνομίαν τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχοντα, καὶ κατάκλυσον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάῤῥου, καταξίωσον τρυφῆς με, τῇ ἀειζώῳ πρεσβείᾳ σου.

Ἢ Σταυροθεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

 

Εἰς τὸν Στίχον, Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.

Στ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

Στ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β΄

Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μέγας γέγονας, ποιμὴν θεόφρων, καὶ τὰ πρόβατα, τὰ ἐν Αἰγύπτῳ, τὰ λογικὰ τοὺς ὁσίους ἐποίμανας, καθοδηγήσας εἰς μάνδραν οὐράνιον, καὶ διαθρέψας τροφὴν θείας πίστεως· Πάτερ Ὅσιε, Ἰσίδωρε θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. 

 https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhclaJZZ0ZBtaIUUn9EEwMbuSFADEN7yhoyiLjObSiai6CS7vBdqdXVcEqT8vqKrls-ZL9NQAeOWikKIXw3GuqMBjbtfDqoR8f2g9RlWdmYueQMkI9VW-_3mxLCEp3xY07vhS_XZ1PRqKbR8fPyxE9eXqjR35t3Q92r1K7NZ6PdZo0JM9KpQIiq16jThA/s3007/4.%20%CE%91%CE%92%CE%A1%CE%91%CE%9C%CE%99%CE%9F%CE%A3%20%CE%99%CE%95%CE%A1%CE%9F%CE%9C%CE%91%CE%A1%CE%A4%CE%A5%CE%A3%20(1).JPG

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Χορὸς Ἀγγελικός.

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτό

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτό

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμός

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

σχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Σὲ τῶν Μοναστῶν τὸ κλέος μέλπω Πάτερ. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ

Συντετριμμένης καρδίας τὸν στεναγμόν, ἐπακούσας Δέσποτα, τῆς ψυχῆς μου τὴν δεινήν, συντριβὴν θεράπευσον εὐχαῖς, τοῦ Ὁσίου σου Χριστέ, ὡς παντοδύναμος.

πιβὰς θεοσόφως τῆς πρακτικῆς, ἀρετῆς Ἰσίδωρε, θεωρίας ἀκραιφνοῦς, τὴν τερπνὴν ἐμφάνειαν Θεῷ, ὁμιλῶν διαπαντὸς σαφῶς ἐπλούτησας.

Τῷ τῆς σοφίας κρατῆρι προσαγαγών, τὸ σὸν στόμα πάνσοφε, τῶν ἐκεῖθεν δωρεῶν, τὴν ῥοὴν ἑξήντλησας Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.

Θεοτοκίον

ς ἐπὶ κούφης νεφέλης ὁ Πλαστουργός, ἐπὶ σοὶ ἐλήλυθε, καθελεῖν ὡς δυνατός, τὰ Αἰγύπτου Δέσποινα ἁγνή, χειροποίητα Χριστὸς ὡς παντοδύναμος. 

 

ᾨδὴ γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

πρωτότοκος, ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Τοῦ Ὁσίου. Οὐκ ἔστιν Ἅγιος ὡς σύ

Νοὸς ὀξύτητι σαφῶς, τὴν τῶν ὄντων ἀθροίσας, παναοίδιμε φύσιν, δι' αὐτῆς τὴν ἀρχικήν, αἰτίαν ὡς καθαρός, θεολόγος ἀπλανῶς κατέλαβες.

Μελέτην θέμενος τρανῶς, τοῦ θανάτου τὸν βίον, θεοφόρε τρισμάκαρ, τῶν παθῶν τὰς ὑλικάς, ἐνέκρωσας ἀφορμάς, ἀπαθείας συσχεθεὶς τῷ ἔρωτι.

πίσω χαίρων τοῦ Χριστοῦ, τὸν σταυρόν σου βαστάσας, ἠκολούθησας Πάτερ, ἐν ἀσκήσει καρτερᾷ, καὶ τούτῳ ὡς δυνατόν, ὡμοιώθης βίου καθαρότητι.

Θεοτοκίον

Νομίμων φύσεως ἐκτός, τὸν Δεσπότην τεκοῦσα, Θεοτόκε Παρθένε, τῆς πάλαι παρακοῆς, διέλυσας τὴν ἀράν, εὐλογίας τὴν πηγὴν βλυστάνουσα. 

Ὁ Εἱρμός

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Κάθισμα τοῦ Ὁσίου. Ἦχος γ'. Θείας πίστεως.

Βίβλος γνώσεως, διδασκαλίας, πλούτῳ πίστεως, συντεταγμένη, τῷ πανάγνῳ ἀνεδείχθης ἐν Πνεύματι, ἀνακαλύπτων τὰ θεῖα τοῖς χρῄζουσι, καὶ τὴν ζωὴν θησαυρίζων τοῖς θέλουσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶν

Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Ἢ Θεοτοκίον

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

 

ᾨδὴ δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ν ἤλπισας Συμεών, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Θεώμενος Συμεών, Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

 

Τοῦ Ὁσίου. Χριστός μου δύναμις

φθόνως Ὅσιε, Χριστῷ πειθόμενος, τὸν δοθέντα σοι πλοῦτον ὡς εὐπειθής, δοῦλος διαδέδωκας, καὶ τῆς ἀφράστου σε χαράς, ὁ Δεσπότης κατηξίωσε.

Σοφίας πέλαγος, διανηξάμενος, τὸν καλὸν μαργαρίτην ὡς ἀγαθός, ἔμπορος ἐκέρδησας, καὶ τοῦτον μόνον θησαυρόν, ἀδαπάνητον ἐπλούτησας.

Τῷ θείῳ Πνεύματι, καταλαμπόμενος, τὰς ἀκτῖνας τῶν λόγων ἡλιακῶς, πᾶσιν ἐξαπέστειλας, τῆς σωτηρίας τῶν πιστῶν, θεοφάντορ ὀρεγόμενος.

Θεοτοκίον

ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε Μυστήρια. 

 

ᾨδὴ ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Τοῦ Ὁσίου. Τῷ θείῳ φέγγει σου ἀγαθέ

Νεκρώσει πάνσοφε τῶν παθῶν, ἔξω γεγονὼς καὶ τῆς σαρκός, πόθῳ Θεῷ προσωμίλησας, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ φωτί, καὶ μόνην ἀπαιτοῦντι τὴν καθαρότητα.

Τῷ θείῳ φέγγει σου ἀγαθέ, νῦν ὁ θεοφόρος αὐγασθείς, στῦλος ὁλόφωτος γέγονε, πᾶσι πέμπων θείου φωτός, τὰς θείας αὐγάς, καὶ ζόφον τῆς ἀγνοίας ἀποσειόμενος.

θέλων πάντας ὡς ἀγαθός, πάνσοφε σωθῆναι ποδηγόν, τοῖς πλανομένοις σε ἔδειξε, πολλοὺς ἐπιστρέφειν πρὸς σωτηρίας ὁδόν, Ἰσίδωρε τρισμάκαρ, Πάτερ πανόλβιε.

Θεοτοκίον

Κυρίως στόματι καὶ ψυχῇ, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογῶ σε πανάμωμε, σεσωματωμένον Θεὸν τεκοῦσαν Ἁγνή, καὶ βίου σε προστάτιν πίστει προβάλλομαι. 

 

ᾨδὴ ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.

Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

 

Τοῦ Ὁσίου. Τοῦ βίου τὴν θάλασσαν

Λογίῳ τῶν κρίσεων, κοσμηθεὶς ὡς ἱερεύς, λογιστικῶς ἐδίκασας, θεοφόρε καὶ σώματι καὶ ψυχῇ, τὸ χεῖρον τῷ κρείττονι, ὑποτάξας ἐμφρόνως ἀξιάγαστε.

Εὐτόνως τὴν Αἴγυπτον, τῶν παθῶν καὶ τῆς τρυφῆς, σὺ Μοναστῶν τὸ καύχημα, τῆς ἐγκρατείας ἔνδοξε ταῖς πληγαῖς, ἐτάζων ἐμάστιξας, τοῖς πιστοῖς ὁμαλίζων τὴν διάβασιν.

Θεοτοκίον

φέρων τὰ σύμπαντα, δυναστείᾳ θεϊκῇ, καὶ συγκρατῶν ὡς εὔσπλαγχνος, σαῖς ἀγκάλαις πανάμωμε σαρκωθείς, ὡς βρέφος βαστάζεται, ὁ Πατρὶ κατ᾽ οὐσίαν συναΐδιος. 

Ὁ Εἱρμός

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

 

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος α'

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος. 

Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἑωσφόρον ἄλλον σε, ἡ Ἐκκλησία, εὑραμένη ἔνδοξε, ταῖς τῶν σῶν λόγων ἀστραπαῖς, λαμπρυνομένη κραυγάζει σοι· χαίροις παμμάκαρ, Ἰσίδωρε Ὅσιε.

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhPjoDttFwMXCq-efbnqu5Me3HxHgTAs6WwFsbMziEvaDsyZtgjEG4YhPTdS3o3oN5kVIMoWZA3LvrA6fAtZ7qHafgVyWa12GGgclnTqntcbM-IHiVbylrKv0tR_jFVx5QGdQyUC5s4SiJLAIdiZemWEWRxBBAn321zp8wPt0MyA1ZVrJCVUivgu4a8ag/s1396/4.%20%CE%91%CE%9D%CE%A4%CE%A9%CE%9D%CE%99%CE%9F%CE%A3%20%CE%9A%CE%91%CE%A1%CE%95%CE%A9%CE%A4%CE%97%CE%A3%20%CE%9D%CE%95%CE%9F%CE%A3%20%CE%9F%CE%A3%CE%99%CE%9F%CE%9C%CE%91%CE%A1%CE%A4%CE%A5%CE%A3%20(1).jpg

Συναξάριον.

Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἰσιδώρου τοῦ Πηλουσιώτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀβραμίου ἢ Ἀβραάμ, ἐπισκόπου Ἀρβήλων Περσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Φιλέα Θμούεως, Ἡσυχίου, Παχωμίου καὶ Θεοδώρου ἐπισκόπων, Φιλορώμου καὶ τῶν σὺν αὐτῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόκτιστος, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικολάου, τοῦ Ὁμολογητοῦ, τοῦ Στουδίτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰασίμου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, ἐπισκόπου Εἰρηνουπόλεως τῆς Κιλικίας, ἑνὸς ἐκ τῶν Πατέρων τῆς Α’ Οἰκουμενικῆς Συνόδου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα, τοῦ ἐν τοῖς Πυθίοις

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλτέϊτ ἢ Ἐλτάτ, ἐπισκόπου Γκλόστερ Ἀγγλίας, μαρτυρήσαντος τὸ 577.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥαμπάνου ἢ Μαύρου, ἡγουμένου τῆς Φούλντα, ἐπισκόπου Μέϊνζ Γερμανίας, κοιμηθέντος τὸ 856

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἀντώνιος ὁ Καρεώτης, ἐν Θεσσαλονίκῃ, ἐν ἔτει 1516ῳ, πυρὶ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωσὴφ ὁ Χαλεπλῆς, ἐν ἔτει 1686ῳ, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐαγρίου τῆς Γεωργίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου, ἡγεμόνος Βλαντιμὶρ  Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀβραὰμ καὶ Κόπρις, τῆς Μονῆς Μεταμορφώσεως Πετσένγκα-Γκραζοβὲσκ Ῥωσσίας, κατὰ τὸν 15ο αἰῶνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τῆς Νέας Λίμνης Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Δωροθέας, βασιλίσσης τῆς Ῥωσσίας, κοιμηθείσης τὸ 1810.

                         

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Εὐθύμιος ὁ Ῥώσσος, ἐν ἔτει 1938ῳ, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστῶτος, τυφεκισθεὶς τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Ὁσίου. Δροσοβόλον μὲν τὴν κάμινον

Στερεώματι τῆς πίστεως ἐνέθετο, καθάπερ Πάτερ ἥλιον, ὁ Δεσπότης σε καταλάμπειν φέγγει νοητῷ, ψυχὰς τῶν βοώντων ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μολυσμοὺς σαρκὸς καὶ πνεύματος ἀπέπλυνας, μάκαρ δακρύων χεύμασι, καὶ γενόμενος θεοφόρε φῶς τοῖς ἐπὶ γῆς, τοὺς πάντας ἐδίδαξας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

πὶ ἄσειστον κρηπῖδα ὄντες πίστεως, σὲ Θεομῆτορ ἄχραντε, ὁμολογοῦμεν Θεοτόκον. Λόγον γὰρ Θεοῦ, ἀσπόρως ἐγέννησας ἡμῖν. Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή. 

 

ᾨδὴ η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ὁσίου. Ἐκ φλογὸς τοῖς Ὁσίοις

Λογικὴν ὡς θυσίαν πάντα τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι Χριστῷ τῷ Θεῷ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Πλεονάζεις τὸν πλοῦτον καὶ μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς, κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

ραιώθης παμμάκαρ κάλλει τῶν λόγων σου· τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος, γράφων εὐσεβῶς, τούτου γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Πρὸς τὴν σὴν καταφεύγω σκέπην πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν, Θεὸν Λόγον κυήσασαν, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 

Ὁ Εἱρμός

Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

πέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν· ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

εροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

 

Τοῦ Ὁσίου. Θεὸν ἀνθρώποις

κτὶς καθάπερ φωτὸς ἐνήστραψε, σοῦ τῇ ψυχῇ τῆς χάριτος ὁ λόγος πανόλβιε, διὰ σοῦ δὲ πᾶσα ἡ γῆ πεπλήρωται, τούτου τῆς λαμπηδόνος, ἧς οἱ μετέχοντες, τὸν τῆς σῆς σοφίας θησαυρόν, Πάτερ θαυμάζομεν.

Τρισὶ προσώποις μονάδα φύσεως, τοῖς πατρικοῖς ἑπόμενος θεόφρον διδάγμασι, θεοφρόνως προσκυνεῖν ἐδίδαξας, σέβειν θεολογοῦντας, ἄκτιστον ἄναρχον, πᾶσι τοῖς πιστοῖς τὸν φωτισμὸν ἀναπηγάζουσαν.

Εὑρὼν τῶν πόνων τῶν σῶν τὰ ἔπαθλα, ἐν οὐρανοῖς ζωῆς ἀτελευτήτου λαβόμενος, τοῖς ὑμνοῦσι πάνσοφε τὴν μνήμην σου, αἴτησαι σωτηρίαν, μάκαρ Ἰσίδωρε, θρόνῳ τοῦ Σωτῆρος μετ' Ἀγγέλων παριστάμενος.

Θεοτοκίον

ευστὴν ὁ Λόγος Θεοῦ ὁ ἄῤῥευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ πατρικῇ σκηνώσας ἐν σοί, τῇ κεχαριτωμένῃ· ὅθεν πανάχραντε, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μεγαλύνομεν.

Ὁ Εἱρμός.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, Ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.

 

Ἐξαποστειλάριον τοῦ Ὁσίου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην. 

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἐκ σοῦ Θεογεννήτρια, ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, τεχθεὶς ἀφράστως ὡς οἶδεν, ἐν τῷ ναῷ νῦν ὡς βρέφος, εἰσήχθη ἐπωλένιος, ὃν Συμεὼν δεξάμενος, Θεὸς ὑπάρχεις Δέσποτα, Σωτὴρ καὶ ῥύστης ἐβόα, βροτῶν τοῦ γένους Χριστέ μου. 

 

Εἰς τὸν Στίχον τῶν Αἴνων, Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ.

Ῥύπου δίχα Χριστός, γεννᾶται ἐκ Παρθένου, ὡς ἐκ Πατρὸς ἀῤῥεύστως, Υἱὸς πρὸ Ἑωσφόρου, ὁ τὸν Ἀδὰμ λυτρούμενος.

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Μητρὶ προσάγεται.

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.

Δόξα. Καὶ νῦν.

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ