ΙΑΝΟΥΑΡΙΟΣ 31. ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΥΡΟΣ & ΙΩΑΝΝΗΣ

 

+ ΙΑΝΟΥΑΡΙΟΣ ΛΑ΄.

ΚΥΡΟΣ & ΙΩΑΝΝΗΣ ΑΝΑΡΓΥΡΟΙ & ΣΥΝ ΑΥΤΩΝ


 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Κῦρον τὸν ἀοίδιμον, τὸν δι᾿ εὐχῆς θεραπεύσαντα, ἀσθενοῦντας καὶ κάμνοντας, ἀζύγων κοσμήσαντα, ἱερὰν χορείαν, καὶ τῶν Ἀθλοφόρων τὰς τάξεις τὰς περικλεεῖς, ᾀσμάτων ἄνθεσι καταστέψωμεν, ἡδίστοις καὶ βοήσωμεν· τῶν ἰατήρων ἑξάνθισμα, εὐωδία θαυμάτων σου, εὐσεβῶν δήμους ηὔφρανας.

 

Δεῦτε τὸν καλλίνικον, Χριστοῦ ὁπλίτην τιμήσωμεν, Ἰωάννην τὸν ἔνδοξον, Μαρτύρων τῆς πίστεως, στρατολογηθέντα, τάγμασι τοῖς θείοις, καὶ στρατιὰν τὴν χοϊκήν, καταλιπόντα ἐκθύμως κράζοντες· τοῦ Κύρου τοῦ παμμάκαρος, καὶ ἰατῆρος συνέκδημε, ὑπὲρ πάντων δεόμενος, μὴ ἐλλιπὴς τοῦ Κτίσαντος.

 

Λύχνοι ἀγαπήσεως, πρὸς τὸν Χριστὸν καὶ τὸν ἔγγιστα, θεοφόροι Ἀνάργυροι, ὑπάρχοντες πάμφωτοι, ἀλγηδόνων ζόφον, καὶ τὴν σκοτομήνην, ἀποδιώκετε ταχύ, παντοίων νόσων, θεομακάριστοι· διὸ νῦν Κῦρε ἄριστε, καὶ Ἰωάννη θεσπέσιε, τὴν ὑμῶν μακαρίζομεν, πρὸς τοὺς πάσχοντας πρόνοιαν.

 

Χαίρει καὶ ἀγάλλεται, τῶν φιλοχρίστων ὁμήγυρις, τὴν ὑπέρφωτον σήμερον, τελοῦσα ἐν ᾄσμασι, μνήμην ξυνωρίδος, ἰατρῶν ἀλκίμων· καὶ Ἀναργύρων ἀληθῶς, τοῦ Ἰωάννου τοῦ οὐρανόφρονος, καὶ Κύρου τοῦ παμμάκαρος, καὶ ἀνακράζει· πρεσβεύσατε, ἡμῖν δοῦναι ὑγίειαν, τῷ Χριστῷ ἱερώτατοι.

 

Ῥήμασι στηρίζοντες, Ἀθανασίαν τὴν Μάρτυρα, τοῖς ὑμῶν ἀθλοφόρητοι, αὐτῆς σὺν ἀλκίφροσιν, ὄντως θυγατράσι, πρὸ τοῦ μαρτυρίου, προητοιμάζατε ὑμῶν, ὁδὸν ἀθλήσεως καλλιμάρτυρες, ἣν πίστει διηνύσατε, ἀνδροπρεπῶς ἐνθεώτατοι, Ἰωάννη τρισόλβιε, καὶ στεῤῥὲ Κῦρε πάνσοφε.

 

Χάριτι ἰάτρευες, Σταυροῦ λοιμώδη νοσήματα, ἰατρὸς ὥσπερ ἄριστος, βλαστὲ ἐνθεώτατε, τῆς Ἀλεξανδρείας, Κῦρε Ἀθλοφόρε, θαυμάτων ὄντως ποταμέ, καὶ πρὸς τὴν πίστιν Χριστοῦ προσείλκυσας, τὸν Ἰωάννην Ἅγιε, ὅνπερ ὑπόδειγμα ἔδειξας, εὐψυχίας καὶ πίστεως, καὶ ἀνδρεῖόν σου συνᾶθλον.

Δόξα. Ἦχος πλ. β΄.

Ἐξέλαμψε σήμερον, τῶν ἐνδόξων Ἀναργύρων ἡ θεία μνήμη, φωτίζουσα τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ἀκτῖσι παντοδαπῶν θαυμάτων, καὶ τοὺς πιστοὺς ἐγειροῦσα ἐν κατανύξει κράζειν· Κῦρε καὶ Ἰωάννη πανθαύμαστοι, μαρτυρίου οἱ δραξάμενοι στέφη, καὶ οὐρανοπολῖται γενόμενοι, ὑγιείας ἡμῖν καταπέμψατε δρόσον ὑψόθεν, πρεσβείαις ὑμῶν πρὸς Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

 

Εἰς τὸν Στίχον. Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ἡ τῶν Μαρτύρων δυάς, ἡ ἀναργύρως ἰωμένη τοὺς πάσχοντας, διώκουσα ἀσθενείας, λοιμώδεις καὶ χαλεπάς, καὶ τὰς ἀλγηδόνας θεραπεύουσα, αὐτῇ τῶν ἑκάστοτε, προστρεχόντων ἐκ πίστεως, καὶ ἐκβοώντων· Κῦρε πνευματοφόρητε, ἀκεσώδυνον, κόσμου θεραπευτήριον, καὶ Ἰωάννη ἔνθεε, ἀνδρείας ἐκτύπωμα, καὶ λαμπηδὼν εὐσεβείας, καὶ ψυχικῆς ὡραιότητος· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, ἡ τῶν Μαρτύρων δυάς, τρισμάκαρ Κῦρε ἰατρὲ πνευματέμφορε, καὶ πάνσεπτε Ἰωάννη, οἱ τὸν ἀγῶνα καλῶς, τῆς ὁμολογίας ἐνθαῤῥύναντες, τελέσαι τὴν πάναγνον, θυγατέρων ὁμήγυριν, Ἀθανασίας, τὰ λαμπρὰ ἐκβλαστήματα, τῆς ἀλκίφρονος, καὶ στεῤῥᾶς καλλιμάρτυρος· ὅθεν κλεινοὶ Ἀνάργυροι, ὑμῶν τὴν ὑπέρφωτον, καὶ πανσεβάσμιον μνήμην, ἐπιτελοῦντες κραυγάζομεν· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, ἡ τῶν Μαρτύρων δυάς, τῶν θαυμασίων ἀστραπαῖς διαλάμψασα, ἐν πάσῃ τῇ Ἐκκλησίᾳ, καὶ ἀσθενείας πιστῶν, χάριτι τῇ θείᾳ θεραπεύσασα· σεπτὲ Κῦρε βλάστημα, τῆς μεγάλης τῶν πόλεων, Ἀλεξανδρείας, ἰατρὲ θεοπρόβλητε, τὸ τριβώνιον, ὁ προκρίνας ἀσκήσεως, πολυτελοῦς ἐνδύματος, ἡδίστης βιώσεως, καὶ Ἰωάννη Κυρίου, τῆς στρατιᾶς ἐγκαλλώπισμα, καὶ γόνε Ἐδέσσης, πέμψαι πᾶσι δυσωπεῖτε, Χριστὸν ὑγιείαν, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος

Δόξα. Ἦχος πλ. δ´.

Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν ἀεισέβαστον μνήμην τελοῦσα τῆς ἱερᾶς τῶν Μαρτύρων ξυνωρίδος, τῶν Ἀναργύρων Ἁγίων, Κύρου καὶ Ἰωάννου· οὗτοι γὰρ ὡς βότρυες νεκταρόβρυτοι ἐν τοῖς ληνοῖς συνθλιβέντες, στεῤῥᾶς καὶ ἀρίστης ἀθλήσεως γλυκασμὸν ἡμῖν σταλάζουσιν εὐφροσύνης καὶ ὑγιείας· διὸ αὐτῶν τοὺς ἄθλους μακαρίζοντες, καὶ ὡς ἰατήρων πρότυπα αὐτοὺς ἐγκωμιάζοντες, τὰς πρὸς Κύριον τὸν παντελεήμονα, λιτὰς αὐτῶν ἀπεκδεχόμεθα, πρὸς βίον κρείττονα, καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος, καὶ ἰατῆρες τῶν ψυχῶν καὶ σωμάτων, Ἀνάργυροι ἐκλάμπετε ἐν πάσῃ τῇ γῇ, νόσων μὲν ἰώμενοι, ἀνωδύνως τὰ βάρη, χάριν δὲ πορίζοντες, τοῖς βοώσιν ἀπαύστως· χαίρετε κρήναι θείων δωρεῶν, Κῦρε θεόφρον, καὶ Ἰωάννη ἔνδοξε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.


 

ΕΝ ΤΩ ΟΡΘΡΩ

 

Μετὰ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.

Προστᾶται ταχινοί, ἀνιάτως νοσούντων, καὶ ἄγρυπνοι φρουροί, εὐσεβούντων ἁπάντων, ὑπάρχετε Ἅγιοι, Ἰωάννη μακάριε, καὶ πανένδοξε, πνευματοφόρητε Κῦρε· ὅθεν σήμερον, ὑμῶν τὴν πάνσεπτον μνήμην, ἀσμένως γεραίρομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὑμνοῦμέν σε ἀεί, ἀγεώργητε χώρα, τοῦ πάντων Ποιητοῦ, ζῶντος ὕδατος κρήνη, βροτῶν παραμύθιον, καὶ χαρᾶς κόσμου πρόξενε, παναμώμητε, ὑπεραγία Παρθένε, τὰ συστήματα, τῶν Ὀρθοδόξων ἁπάντων, εὐήχοις μελίσμασι.

Μετὰ τὴν β᾿ Στιχολογίαν Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Φωστῆρες τρισμέγιστοι θεοειδῶν ἀρετῶν, τὰ πάθη ἰώμενοι τὰ ζοφερὰ τῶν βροτῶν, τοῦ Πνεύματος χάριτι, Κῦρε σημειοφόρε, καὶ σεπτὲ Ἰωάννη, σκέπετε οὐρανόθεν, τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ ἄθλους τοὺς ἀρίστους ὑμῶν, ὕμνοις γεραίροντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεὸν πανοικτίρμονα καὶ Λυτρωτὴν τοῦ παντός, τεκοῦσα πανύμνητε ὑπερφυῶς Μαριάμ, τοὺς δούλους σου οἴκτειρον, καὶ πρὸς τῆς μετανοίας, χειραγώγησον τρίβους, πάντας τοὺς ἀνυμνοῦντας, τὸν σὸν πάνσεπτον Τόκον, καὶ πόθῳ εἰς αἰῶνας Ἁγνή, σὲ μεγαλύνοντας.

 


Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων.

ᾨδὴ α´ Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Τὸ κῦρος κατὰ τῆς πλάνης εἴληφας, Κῦρε μακάριε συναθλητὴν τῶν πόνων ἐσχηκώς, Ἰωάννην τὸν ἔνδοξον· διὸ τρυφῆς τῆς κρείττονος, ἐν οὐρανοῖς συναπολαύετε.

Στρατείαν πνευματικὴν ζωσάμενος, Κῦρε πανέντιμε, τὴν ἐπὶ γῆς στρατείαν τε λιπών, Ἰωάννη πανεύφημε, κατὰ δαιμόνων ἤρασθε, παρὰ Χριστοῦ τὰ νικητήρια.

Τῆς Θέκλης τὴν ἀρετὴν ζηλώσασαι, γυναῖκες ἔνθεοι, παρθενικὴν ἰσάγγελον στολήν, εὐσεβῶς ἠμφιάσαντο, μαρτυρικῷ δὲ ἔρωτι, πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο.

Θεοτοκίον

Ἐκ σοῦ κεχαριτωμένη πάναγνε, ἡμῖν ἀνέτειλε, δικαιοσύνης Ἥλιος Χριστός, καὶ φωτὶ κατελάμπρυνε, τοὺς καθημένους πρότερον, ἐν τοῖς τοῦ σκότους ὀχυρώμασιν.

Καταβασία.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε∙ ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι∙ ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

 

ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοί.

Σαρκίῳ τῷ ἀσθενεῖ, δυναμουμένῳ τοῖς Χριστοῦ πάθεσιν, οἱ εὐκλεεῖς Μάρτυρες, τὸν ἀνθρωποκτόνον κατέβαλον.

Τῶν πόνων σωματικῶς, τῆς ἀκηράτου δὲ τρυφῆς πνεύματι, οἱ τοῦ Χριστοῦ Μάρτυρες, ἀντιλαμβανόμενοι ἔχαιρον.

Ἐῤῥώσθη τὸ ἀσθενές, τῆς γυναικείας τῷ Σταυρῷ φύσεως, τὸν δυσμενῆ δράκοντα· ὅθεν ἀνδρικῶς ἐτροπώσαντο.

Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

Καταβασία.

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

 

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Κῦρε πάντιμε, καὶ Ἰωάννη, ἐνηθλήσατε, ἐν τῇ Αἰγύπτῳ, θυγατέρων σὺν τριάδι θεόφρονι, Ἀθανασίας καὶ σὺν ταύτῃ ἄφθονον, χάριν ὑψόθεν εἰλήφατε πάντοτε, τοῖς γεραίρουσιν ὑμῶν τὰ σεπτὰ παλαίσματα, παρέχειν ἄμφω ῥώμην καὶ ὑγιείαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σωματώσασα, τὸν ἰατῆρα, ὑπερύμνητε, Θεοκυῆτορ, τῶν μερόπων τῆς ψυχῆς καὶ τοῦ σώματος, τῶν ἰατρῶν Ἀναργύρων δεήσεσι, τοῦ Ἰωάννου καὶ Κύρου ἐπόμβριζε, ῥῶσιν ἅπασι καὶ δύναμιν τοῦ ἀλάστορος, πατῆσαι τὴν ἰσχὺν καὶ τὰ φρυάγματα.


 

ᾨδὴ δ´. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἡ ἀνέσπερος τῆς χάριτος φωταυγία, τοῦ δυσμενοῦς κατέλυσε, φιλέσπερον πλάνην, ταύτης πολεμήτορας, φωστῆρας ἐκλάμποντας, Κῦρον Ἰωάννην τε δείξασα.

Κατεθέλχθησαν τῷ ἔρωτι τῆς Τριάδος, καὶ ὑπ᾿ αὐτῆς οἱ Μάρτυρες σφοδρῶς ἐῤῥωσθέντες, Κῦρος Ἰωάννης τε, ἑνώσει τῇ κρείττονι, ὄργανα Θεοῦ ἀνεδείχθησαν.

Ὡς σεπτὸν ὑμῶν τὸ τέμενος θεραπεῖον, τῶν πονηρῶν πνευμάτων ἀπελαύνει τὴν λώβην, πᾶσί τε τοῖς κάμνουσιν, ἀήττητοι Μάρτυρες, χάριν ἀλεξίκακον δίδωσιν.

Θεοτοκίον

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Καταβασία.

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος∙ καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

 

ᾨδὴ ε´. Σὺ Κύριέ μου φῶς.

Σὲ Σῶτερ ἡ δυάς, τῶν Μαρτύρων ἐπόθησε, σὺ Ἅγιε ἐν Ἁγίοις, Κύρῳ καὶ Ἰωάννῃ, ἀξίως ἀναπέπαυσαι.

Σὸν ἔργον Ἀγαθέ, τοῦ ἐχθροῦ ἡ καθαίρεσις, σὺ Μάρτυρας εὐσεβείας, τῷ Σταυρῷ ἀπειργάσω, καὶ δόξῃ ἐστεφάνωσας.

Σὲ μόνον ἀγαπᾶν, ἀπτοήτῳ φρονήματι, ἀλείψαντες τὰς Παρθένους, Ἰωάννης καὶ Κῦρος, ἀνδρείας ἀπειργάσαντο.

Θεοτοκίον

Σὲ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Καταβασία.

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

ᾨδὴ ς´. Θύσω σοι.

Θύεσθαι, ὑπὲρ Χριστοῦ οἱ Μάρτυρες εἵλοντο, ἤπερ ἀλάστορι θύειν, πονηρόν τε τύραννον ἀνθαιρεῖσθαι, τοῦ δι οἶκτον, ὑπὲρ ἡμῶν τυθέντος ὡς πρόβατον.

Ἤλγησαν, οἱ ἀφειδῶς τοὺς Μάρτυρας ξέοντες, τοῖς ξεομένοις δὲ βέλη, αἱ πληγαὶ νηπίων ἀπετελοῦντο, παραδόξως· ἐνευροῦντο τῷ θείῳ γὰρ Πνεύματι.

Κύριον, καὶ Βασιλέα πάσης τῆς κτίσεως, σὲ ὡμολόγησε πίστει, δυὰς ἡ ὁμόφρων, καὶ εὐαθλήτως τοῖς ἀνόμοις, ἀντικατέστη μέχρι καὶ αἵματος.

Θανάτῳ, τὴν ἀθανασίαν εὔκλειαν ἤραντο, Ἀθανασία ἡ Μάρτυς, σὺν τῇ Εὐδοξίᾳ καὶ Θεοδότῃ, καὶ τῇ θείᾳ Θεοκτίστῃ, τοῖς ταύτης βλαστήμασι.

Θεοτοκίον

Κατάρας, τῆς προμήτορος Εὔας τῷ τόκῳ σου, ἐλευθερούμεθα· σὺ γάρ, τὸν Χριστὸν τεκοῦσα Παρθενομῆτορ, ἀντὶ ταύτης, τὴν εὐλογίαν πᾶσιν ἐπήγασας.

Καταβασία.

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη∙ Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.


 

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.

Τὴν ξυνωρίδα τῶν Μαρτύρων εὐφημήσωμεν, τῶν Ἀναργύρων ἰατήρων ὕμνοις πρέπουσι, Κῦρον πάνσεπτον καὶ ἄλκιμον Ἰωάννην, ὡς ταμεῖα θείου Πνεύματος ἀσύλητα, καὶ δεινῶν ἀσθενειῶν ἀλεξιτήρια, πόθῳ κράζοντες· Χαίροις, ζεῦγος θεόλεκτον.

Ὁ Οἶκος.

Ἄριστοι ἐν σταδίῳ Ἀθληταί, Ἰωάννη, ἐπώφθητε, καὶ Κῦρε στεῤῥόφρον, ἀναργύρως οἱ πᾶσι βροτοῖς τὰς ἰάσεις χάριτι Θεοῦ νέμοντες· διὸ ὑμᾶς γεραίροντες κραυγάζομεν ἐν κατανύξει·

Χαίρετε, κύμινα ἀφθαρσίας·

χαίρετε, μάργαρα Ἐκκλησίας.

Χαῖρε, Ἀθλητῶν, Ἰωάννη, ἀγλάϊσμα·

χαῖρε, σταθερόν, Κῦρε, πίστεως ἔρεισμα.

Χαῖρε, χάριν, Κῦρε, ἄφθονον ἰαμάτων ὁ λαβῶν·

χαῖρε, κλῆσιν ὁ δεξάμενος, Ἰωάννη, οὐρανῶν.

Χαῖρε, εὖχος Μαρτύρων ἰατρῶν Ἀναργύρων·

χαῖρε, στέφος διπλόκων κλώνων καλλιμαρτύρων.

Χαῖρε, φῶς, Ἰωάννη, σεμνότητος·

χαῖρε, δᾷς παμφαές, Κῦρε, πίστεως.

Χαῖρε, σεπτὴ ξυνωρὶς Ἀθλοφόρων·

χαῖρε, κλυτὴ δυὰς Ἀναργύρων·

Χαίροις, ζεῦγος θεόλεκτον.

 

Συναξάριον.

Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀναργύρων Κύρου καὶ Ἰωάννου· καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας, καὶ τῶν τριῶν αὐτῆς θυγατέρων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ταρσιζίου, Ζωτικοῦ, Κυριακοῦ καὶ Σώκιου, τῶν ἐν Ἀλεξανδρείᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Σατουρνίνου, Θύρσου καὶ Βίκτωρος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰουλίου τοῦ πρεσβυτέρου, τοῦ ἐξ Αἰγίνης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρκέλλης τῆς χήρας, τῆς Ῥωμαίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἔϊνταν Μέϊντογκ, ἐπισκόπου Φὲρνς Ἰρλανδίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γκουΐνιν τοῦ ἐρημίτου ἐν Οὐαλίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἠλίας ὁ Ἀρδούνης, ὁ ἐν Καλάμαις τῆς Πελοποννήσου μαρτυρήσας, ἐν ἔτει 1686ῳ, πυρὶ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ νέου, τοῦ ἐν Πάρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ ἐγκλείστου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου καὶ ἐπισκόπου Νόβγκοροντ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παχωμίου, κτίτορος τῆς Μονῆς Κιὲνσκ Ῥωσσίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 


ᾨδὴ ζ´. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες.

Ταλαντεύσαντες ὡς ἐν ῥοπῇ ζυγοῦ τὸ φρόνημα, βάρει τῆς ἀχράντου δόξης οἱ Ἀθληταί, ἀνυψούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Οὐκ ἀγνοοῦντες, τοῦ ἀντιπάλου τὰ νοήματα, πᾶσαν αἰκισμῶν ἰδέαν καὶ θωπειῶν, ἀποπτύσαντες οἱ Μάρτυρες· Εὐλογημένος εἶ, ἀνεβόων τῆς δόξης ὁ Κύριος.

Τῇ καρτερίᾳ, τῶν ἀλγηδόνων στεφανούμενοι, Κῦρος Ἰωάννης ὄντως οἱ λατρευταί, τῆς Τριάδος ἀνεκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.

Καταβασία.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η´. Χεῖρας ἐκπετάσας Δανιήλ.

Πρὸς ἄρνησιν μὲν οἱ ἀσεβεῖς, τοῦ φύσει ὄντος Θεοῦ, ἐξεκαλοῦντο δεινῶς, ἀλλ᾿ οἱ ἀήττητοι Μάρτυρες, διὰ κτίσεως ὑπέφαινον, τὸν τοῦ παντὸς Δημιουργὸν ὄντα κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λυσσῶντες τῇ πλάνῃ ἐμφανῶς, οἱ τὰ ἐπίγεια, φρονοῦντες τύραννοι, τοὺς τὸ πολίτευμα ἔχοντας, ἐν ὑψίστοις ἀκατάλυτον, διὰ θανάτου πρὸς ζωὴν ὤθουν κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λείψανα Μαρτύρων ἀστραπάς, θαυμάτων ἔφαναν, τῇ οἰκουμένῃ Χριστέ, τοῦ κακοδαίμονος φάσματος, τὴν ἀπάτην θριαμβεύοντα, τοῖς δὲ βοῶσιν εὐπρεπῶς, ἰάσεις νέμοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ἀμήτωρ ὁ Λόγος ἐκ Πατρός, ὑπάρχων πρότερον, ἀπάτωρ γέγονεν, ἐκ σοῦ τὸ δεύτερον πάναγνε, σαρκωθεὶς ὁ πρὶν ἀσώματος, δι᾿ εὐσπλαγχνίαν βουληθείς, σῶσαι τοὺς ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Καταβασία.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙ Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ´. Λίθος ἀχειρότμητος ὄρους.

Ὑπήκοος μέχρι θανάτου, ἡ ξυνωρὶς τῶν ἀηττήτων, ὤφθη Ἰωάννου καὶ Κύρου, τοῖς τοῦ Δεσπότου θείοις προστάγμασι· διὸ χερσὶ τοῦ Κτίσαντος, τὰς ἑαυτῶν ψυχὰς παρέθεντο.

Φωστῆρες ἐκλάμπουσι δύω, τὰς τῶν θαυμάτων λαμπηδόνας, κρήνης ἐκ μιᾶς φωτοφόρου, τοῖς ἀσθενοῦσιν ἀπαρυόμενοι, τῆς ἀκηράτου χάριτος, οὓς ἐπαξίως μεγαλύνομεν.

Τριαδικόν

Μονάδα μὲν θείας οὐσίας, ἀλλ᾿ ὑποστάσεων Τριάδα, ἡ τῶν ἀηττήτων Μαρτύρων, δυὰς ἀνδρείως ἐθεολόγησε, τὸν σαρκωθέντα Λόγον δὲ ἕνα Χριστὸν ἐν δύω φύσεσι.

Θεοτοκίον

Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης· λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ τῶν σεπτῶν Μαρτύρων σου, ὡς ἀγαθὸς καὶ πολυέλεος.

Καταβασία.

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ∙ διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Δυναμωθέντες χάριτι, Κυρίου ἠγωνίσασθε, ἀθλητικῶς ἐν σταδίῳ, καὶ τὰς βουλὰς τῶν ἀνόμων, εἰς τέλος κατεβάλατε, θεοειδεῖς Ἀνάργυροι, Κῦρε πνευματοφόρητε, καὶ Ἰωάννη τρισμάκαρ, Χριστοῦ ὁπλῖται γενναῖοι.

Θεοτοκίον.

Τὸ τοῦ Πατρὸς ἀπαύγασμα, καὶ Λόγος προαιώνιος, ὁ συναΐδιος πέλων, Πατρὶ καὶ Πνεύματι θείῳ, ἐσκήνωσεν ἐν μήτρᾳ σου, καὶ μὴ ἐκστὰς τῆς φύσεως, σὰρξ Μαριὰμ ἐγένετο, βροτῶν θεώσας τὴν φύσιν, μεγαλυνόντων σὲ πόθῳ.

 

Αἶνοι. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.

Οἱ φλεχθέντες τῷ ἔρωτι, τῆς τριφώτου Θεότητος, Κῦρος ἰατήρων τὸ ἐγκαλλώπισμα, καὶ Ἰωάννης ὁ πάνσεπτος, βασάνους ὑπέμειναν, καὶ τὴν τμῆσιν κεφαλῆς, τῆς αὐτῶν γενναιότατα, ἀνακράζοντες· σὺν τριάδι ἀλκίμων κορασίδων, καὶ μητρὸς Ἀθανασίας, αὐτῶν· Χριστὲ Σῶτερ δόξα Σοι.

 

Ἀθλοφόροι περίδοξοι, ἰατῆρες θεόσδοτοι, Κῦρε εὐσεβείας εἰκὼν περίβλεπτε, καὶ Ἰωάννη θεσπέσιε, πιστοῖς οἱ παρέχοντες, τὰς ἰάσεις δωρεάν, τὴν Μονὴν κατελίπετε, τῆς ἀσκήσεως, τῆς ὑμῶν ὡς ἠκούσατε φωσφόροι, ὅτι ἤχθησαν ἀμνάδες, Χριστοῦ ἀπίστου πρὸ βήματος.

 

Τῶν λειψάνων τὴν πάνσεπτον, θήκην κατασπαζόμενοι, τῶν ὑμῶν τιμίων βοῶμεν Ἅγιοι· Κῦρε Μαρτύρων ἀρχέτυπον, Χριστὸν καθικέτευε, Ἰωάννη σὺν σοφῷ, συνεργῷ καὶ συνάθλῳ σου, δοῦναι ἅπασι, τοῖς τιμῶσιν ὑμῶν τὴν θείαν μνήμην, ἄμφω δύναμιν καὶ ῥώμην, ἰσχὺν χαρὰν καὶ ὑγιείαν.

 

Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ἄσμασιν, Ἀναργύρων ζεῦγος τὸ θεοδόξαστον, Κῦρον ἐν μάχαις ἀλκίφρονα, τὸν ὄντως ἀήττητον, καὶ αὐτοῦ τὸν συνοδόν, Ἰωάννην τὸν ἄριστον, ἀνακράζοντες· δωρεὰν οἱ τὴν χάριν εἰληφότες, τῶν θαυμάτων δυσωπεῖτε, ὑπὲρ ἡμῶν τὸν Θεάνθρωπον.

 

Δόξα. Ἦχος πλ. α´.

Πανένδοξοι Ἀνάργυροι, Κῦρε καὶ Ἰωάννη, τίς ἐπαξίως ὑμνήσει ὑμῶν τὴν στεῤῥὰν ἐνστασιν καὶ λαμπρὰν ἄθλησιν; οὐδὲν γὰρ προεκρίνατε τῆς του Χριστοῦ ἀγάπης, ἀλλ᾿ ὁμοφρόνως τὸν ὑπὲρ Αὐτοῦ ἀναδέξασθε θάνατον, μεταβάντες οὖν πρὸς τὴν ἄλυπον ζωήν, καὶ μαρτυρικῶν ἀξιωθέντες βραβείων, Χριστῷ πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος, καὶ ἰατῆρες τῶν ψυχῶν καὶ σωμάτων, Ἀνάργυροι ἐκλάμπετε ἐν πάσῃ τῇ γῇ, νόσων μὲν ἰώμενοι, ἀνωδύνως τὰ βάρη, χάριν δὲ πορίζοντες, τοῖς βοώσιν ἀπαύστως· χαίρετε κρήναι θείων δωρεῶν, Κῦρε θεόφρον, καὶ Ἰωάννη ἔνδοξε.

 

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ