ΦΕΒΡΟΥΑΡΙΟΣ 3. ΑΓΙΟΣ ΣΥΜΕΩΝ ΘΕΟΔΟΧΟΣ & ΑΝΝΑ ΠΡΟΦΗΤΙΣ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ Γ΄.[1]

ΣΥΜΕΩΝ ΘΕΟΔΟΧΟΣ

& ΑΝΝΑ ΠΡΟΦΗΤΙΣ

 



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν προσόμοια γ’ τῆς ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Ὁ Ποιητὴς τῶν ἁπάντων, καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη· ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.

 

Ὁ Συμεὼν ἐν ἀγκάλαις, ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα Σωτῆρα· εἶδον ἀνεβόα τὸν φωτισμόν, τῆς σῆς δόξης τὰ πέρατα, νῦν ἀπολύεις τὸν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ ὅτι εἶδόν σε.

 

Τὸν ἐπ' ἐσχάτων τεχθέντα, εἰς σωτηρίαν βροτῶν, ὁ Συμεὼν βαστάσας, ἐν ἀγκάλαις Σωτῆρα, χαίρων ἀνεβόα· Εἶδον τὸ φῶς τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ, νῦν ἀπολύεις ὡς εἴρηκας ὁ Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει σου.

 

Καὶ γ’ Προσόμοια τῶν Ἁγίων. Ἦχος δ' Ἔδωκας σημείωσιν.

Δίκαιος καὶ τέλειος, καὶ κατὰ πάντα ἀοίδιμος, χρηματίζων θεόπνευστε, Θεὸν μόνον τέλειον, εἰς τὸ δικαιῶσαι, τὸν κόσμον ἐλθόντα, καθυπεδέξω ταῖς χερσί, σωματωθέντα καὶ ἀπολέλυσαι, τοῦ σώματος βοῶν αὐτῷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ἐν εἰρήνῃ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.

 

Νεάζων τῷ πνεύματι, προβεβηκὼς δὲ τῷ σώματι, Συμεὼν κεχρημάτισαι, μὴ ὄψεσθαι θάνατον, ἕως ἴδῃς βρέφος, νέον τὸν προόντα, πρὸ τῶν αἰώνων Ποιητήν, Θεὸν τὸν ὅλων σάρκα πτωχεύσαντα, ἰδὼν δὲ ἀνεσκίρτησας, καὶ τῆς σαρκὸς λύσιν ᾔτησας, πρὸς τὰ θεῖα σκηνώματα, μεταβὰς ἀγαλλόμενος.

 

Ἄννα ἡ θεόπνευστος, καὶ Συμεὼν ὁ πανόλβιος, προφητείᾳ λαμπόμενοι, ἐν νόμῳ τε ἄμεμπτοι, ἀποδεδειγμένοι, τὸν νόμου Δοτῆρα, βρέφος ὀφθέντα καθ' ἡμᾶς, ἰδόντες τοῦτον νῦν προσεκύνησαν, αὐτῶν τὴν μνήμην σήμερον, περιχαρῶς ἑορτάσωμεν, κατὰ χρέος δοξάζοντες, Ἰησοῦν τὸν φιλάνθρωπον.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Σήμερον Συμεὼν ὁ πρεσβύτης, ἐν τῷ Ναῷ εἰσέρχεται, χαίρων τῷ πνεύματι τὸν Νομοδότην Μωσέως, καὶ πληρωτὴν τοῦ νόμου, ἀγκάλαις εἰσδέξασθαι· ἐκεῖνος μέν, διὰ γνόφου καὶ φωνῆς ἀμυδρᾶς, θεόπτης ἠξίωτο, καὶ κεκαλυμμένῳ προσώπῳ τῶν Ἑβραίων τὰς ἀπίστους καρδίας διήλεγξεν· οὗτος δέ, τὸν προαιώνιον Λόγον τοῦ Πατρός, σωματωθέντα ἐβάστασε, καὶ τῶν Ἐθνῶν ἀπεκάλυψε τὸ φῶς, τὸν Σταυρὸν καὶ τὴν Ἀνάστασιν. Καὶ Ἄννα Προφῆτις ἀναδείκνυται, τὸν Σωτῆρα λυτρωτὴν τοῦ Ἰσραὴλ κηρύττουσα. Αὐτῷ βοήσωμεν· Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 

Ἢ Θεοτοκίον. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.

Ἢ Σταυροθεοτοκίον. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν

 

Εἰς τὸν Στίχον, Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται.

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Νήπιος τῇ σαρκί, ὁ παλαιὸς τῷ χρόνῳ, ὁρᾶται παραδόξως, τὴν σήμερον ἡμέραν, καὶ τῷ ναῷ προσάγεται.

 

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Δέχου ὦ Συμεών, ἡ πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κόσμου τὸ σωτήριον.

 

Δόξα. Καὶ νῦν. Ἦχος α'

Ὁ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται, καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρεσβύτῃ ἀποδίδοται. Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος, καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ' αἰῶνος μυστήριον ἀποκεκρυμμένον, ἐπ' ἐσχάτων τούτων ἡμερῶν φανερωθέν, φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου, πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τὸν Ὑπέρθεον Λόγον σάρκα γενόμενον, ἐνηγκαλίσω ὡς βρέφος ἐν τῷ Ναῷ τοῦ Θεοῦ, Θεοδόχε Συμεὼν Πρεσβῦτα ἔνδοξε· ὅθεν καὶ Ἄννα ἡ σεπτή, ἀνθομολόγησιν Αὐτῷ, προσήγαγεν ὡς Προφήτις· ὅθεν ὑμᾶς εὐφημοῦμεν, οἵα Χριστοῦ θείους θεράποντας.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.

 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος

Θησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας, ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτό

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον

Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις Συμεὼν εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς πᾶσιν ἀποκαλύψας ἡμῖν.

Δόξα... Καὶ νῦν... τὸ αὐτό

Εἶτα οἱ Κανόνες· τῆς ἑορτῆς, καὶ τῶν Ἁγίων.

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμός

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

σχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

  Κανὼν τοῦ Ἀγίου, οὗ ἡ ἀκροστιχίς: Δέχου τὸν ὕμνον Συμεὼν Θεοδόχε. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου

Δικαίων σκηνώμασι, περιχαρῶς αὐλιζόμενος, τὸν δίκαιον Κύριον, Συμεὼν δίκαιε, τοὺς τὴν θείαν σου, τελοῦντας δικαιῶσαι, μετάστασιν αἴτησαι, μακαριώτατε.

ν νόμῳ γενόμενος, Ἱερουργὸς ἱερώτατε, ὃν νόμος ἐκήρυξε, βρέφος τεθέασαι, καὶ τῆς φύσεως, τῷ νόμῳ Θεοδόχε, θανὼν πρὸς ἀθάνατον, χαίρων μετέβης ζωήν.

Χειρὶ τὸν κατέχοντα, τῆς οἰκουμένης τὰ πέρατα, Παρθένου φερόμενον, χερσὶν ἑώρακας, καὶ τιμίαις σου, δεξάμενος ἀγκάλαις, Μωσέως ἀνώτερος, ὤφθης πανόλβιε.

Θεοτοκίον

πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Πλάστης πλάττεται, ὁ ἀχώρητος, χωρεῖται ἐν κοιλίᾳ, τῇ σῇ σωματούμενος, θεοχαρίτωτε.

 

ᾨδὴ γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

πρωτότοκος, ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Τοῦ Ἁγίου. Ὅτι στεῖρα ἔτεκεν.

ψωθεὶς ταῖς πράξεσι, ταῖς ἱεραῖς θεηγόρε, φωτοειδὴς ὡς στῦλος ἐπερειδόμενος σαφῶς, τῷ Παναγίῳ Πνεύματι γεγένησαι· ὅθεν εὐφημοῦμέν σε.

Τὸν τοῦ νόμου Κύριον, καθυπανοίξαντα μήτραν, παρθενικὴν καὶ βρέφος σωματοφόρον Συμεών, γεγενημένον ἔβλεψας δωρούμενον, πᾶσιν ἀπολύτρωσιν.

χειρὶ τὸν ἄνθρωπον, δημιουργήσας χερσί σου, σωματωθεὶς κρατεῖται, καθαγιάζων σε σαφῶς, καὶ πρὸς τὴν ζωὴν τὴν μέλλουσαν αἰτήσαντα, μάκαρ ἀπολύει σε.

Θεοτοκίον

Νοητὴν λαβίδα σε, ἄνθρακα φέρουσαν θεῖον, τὸν ἐκ τῶν σῶν αἱμάτων σωματωθέντα ὑπὲρ νοῦν, ὁ Συμεὼν ὡς ἔβλεψε πανάμωμε, χαίρων ἐμακάριζε.

Ὁ Εἱρμός

Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

 

Κάθισμα Ἦχος γ'. Τὴν ὡραιότητα.

Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

Δόξα... Καὶ νῦν... Τὸ αὐτό

 

Ἢ Θεοτοκίον

Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον! τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνοῦσα ἀπεφθέγγετο· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

 

ᾨδὴ δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

 

Τοῦ Ἁγίου. Ὁ καθήμενος ἐν δόξῃ.

περήκμασας τῷ γήρᾳ, τῇ δὲ πίστει ἐνέαζες, νέον βρέφος θέλων, βλέψαι Συμεὼν τὸν παντέλειον, ἀνακαινίζοντα κόσμον τὸν γηράσαντα, ἐπιθέσει τοῦ παλαιοῦ πολεμήτορος.

Μακαρίσωμεν συμφώνως, Συμεὼν τὸν μακάριον, ὡς ἀξιωθέντα, βλέψαι τὸν Θεὸν τὸν μακάριον, σάρκα φορέσαντα, ὅπως ἀπεργάσηται, μακαρίους, τοὺς πρὶν ἀθλίους χρηματίζοντας.

Νομοδότην σε γινώσκω, καὶ νομίμων τῆς φύσεως, σαρκωθέντα δίχα, νόμον τε καινὸν εἰσοικίσαντα, ὁ Συμεὼν ἀνεβόα, μόνε Κύριε· Νῦν ἀπόλυσόν με, πρὸς ζωὴν τὴν ἀκήρατον.

Θεοτοκίον

χειρὶ τὰ πάντα φέρων, ἐν χερσὶ βασταζόμενος, τῆς ἀειπαρθένου, ταύτην Χερουβὶμ ἀπειργάσατο, καὶ Σεραφὶμ ἀνωτέραν ὡς γεννήτριαν, ἣν ὑμνήσωμεν, καὶ εὐσεβῶς μακαρίσωμεν.

 

ᾨδὴ ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ ἔφη βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

Τοῦ Ἁγίου. Ἐξέστη τὰ σύμπαντα.

Νοὸς καθαρότητι, Θεῷ τῷ παντοκράτορι, Ἄγγελος καθάπερ λειτουργήσας, μάκαρ ἐναίμοις θυσίαις ἥγνισας, πάλαι τὸν λαὸν τοῦ Ἰσραήλ, αἷμα τὸ σωτήριον, προδηλούσαις τρανότατα.

Σαυτὸν ἀπετέλεσας, ναὸν Θεοῦ πανάγιον, πράξεσιν ἐνθέοις θεηγόρε· ὅθεν ὡς βρέφος ἐν τῷ ἁγίῳ ναῷ, ἔβλεψας Θεὸν μετὰ σαρκός, σὲ μεταβιβάζοντα, πρὸς τὰ θεῖα σκηνώματα.

μνήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, πάντες Συμεὼν τὸν Θεοδόχον, καὶ σὺν ἐκείνῳ, Ἄνναν τὴν σώφρονα, προφήτας ὑπάρχοντας Θεοῦ, τοῦτον κατιδόντας τε, δι' ἡμᾶς νηπιάσαντα.

Θεοτοκίον.

Μὴ φλέξας τὴν μήτραν σου, ὁ φύσει ἀναλλοίωτος, μόνη Χερουβὶμ ἁγιωτέρα, ἄνθρωπος ὤφθη ἐκ σοῦ τικτόμενος, καὶ τοὺς ἀπωσθέντας τῇ φθορᾷ, πάντας ἀνεσώσατο, Θεομῆτορ πανάμωμε.

 

ᾨδὴ ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.

Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

 

Τοῦ Ἁγίου. Ἐβόησε προτυπῶν.

βόησας, ὁπηνίκα κατεῖδες τὸν Κύριον. Ὡς ὑπέσχου, νῦν τὸν δοῦλόν σου Σῶτερ ἀπόλυσον, τοῖς ἐν ᾍδῃ πᾶσι, σοῦ τὴν θείαν μηνύσοντα σάρκωσιν.

ραιώθης, καὶ Μωσέως λαμπρότερος γέγονας, ἐν ἀγκάλαις, τὸν ἐν κάλλει ὡραῖον δεξάμενος, Συμεὼν Πρεσβύτα, δι' ἡμᾶς νηπιάσαντα Κύριον.

Ναμάτων σε, πεπλησμένον τῶν θείων ἀπάραντα, καὶ πρὸς ᾍδου, τοὺς κευθμῶνας χωρήσαντα βλέψαντες, οἱ ἐκεῖ δεσμῶται, Συμεὼν θείας δρόσου ἐπλήσθησαν.

Θεοτοκίον

Θηρεῦσαί με, καθ' ἑκάστην ζητεῖ ὁ παμπόνηρος, ἀλλ' αἰτοῦμαι, τῶν παγίδων ἐξάρπασον Δέσποινα, καὶ τῇ θείᾳ σκέπῃ, τῶν πτερύγων σου σῶον συντήρησον.

Ὁ Εἱρμός

Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων

 

Κοντάκιον. Τοῦ Ἁγίου. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ἱερουργὸς σὺ ἀπεφάνθης ἐν κόσμῳ· ὃν δὲ ὁ Νόμος ἀνεκήρυξε πᾶσιν, ὡς βρέφος ἐν χερσὶν ἑώρακας παμμάκαρ Συμεών· ὅθεν οὖν τὴν μνήμην σου, ἱεραῖς εὐφημίαις, νῦν ἐγκωμιάζομεν, οἱ πιστοὶ κατὰ χρέος, ἐκδυσωποῦντες ῥυσθῆναι τῶν δεινῶν, ταῖς σαῖς πρεσβείαις, θεόφρον πρὸς Κύριον.

Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α'

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

 

Συναξάριον

Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἀζαρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀδριανοῦ καὶ Εὐβούλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βλασίου τοῦ βουκόλου

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Παῦλος καὶ Σίμων, ξίφει τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κελερίνου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κλαυδίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Πνευματικοῦ, τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ τοῦ Προδρόμου τῆς νήσου τῶν Ἰωαννίνων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀδελίνου, τοῦ ἐκ Γασκώνης τῆς Γαλλίας, κοιμηθέντος τὸ 690.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Βερβούργας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνσερίου, ἀποστόλου Δανίας καὶ Σκανδιναβίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων· Σταματίου, Ἰωάννου καὶ Νικολάου, τῶν ἐκ Σπετσῶν, καὶ ἐν Χίῳ μαρτυρησάντων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥωμανοῦ, Πρίγκηπος τοῦ Οὔγκλιχ Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Συμεών, ἐπισκόπου Τβὲρ Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰακώβου, ἀρχιεπισκόπου Σερβίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου, ἐν τῇ Μονῇ Σιμονὼφ τῆς Ῥωσσίας, κοιμηθέντος τὸ 1825.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου Κασάτσκιν, Ῥώσσου ἱεραποστόλου, ἱδρυτοῦ καὶ ἱεράρχου τῆς τῶν Ἰαπώνων Ἐκκλησίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

 

ᾨδὴ ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Τοῦ Ἁγίου. Οὐκ ἐλάτρευσαν.

ννομώτατα Κυρίῳ παντοκράτορι, σὺ ἐλειτούργησας, δίκαιος ὡς ἀληθῶς, ἐν νόμῳ τε ἄμεμπτος μάκαρ γενόμενος· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.

χαρὰ τῶν θλιβομένων ἐπεδήμησεν, ἡ ἀπολύτρωσις, τοῦ Ἰσραὴλ ἀληθῶς, ὡράθη ὡς νήπιον ἐν τῷ ναῷ αὐτοῦ, ἀπολύων με, πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, Συμεὼν ἐβόα χαίρων.

Διὰ σπλάγχνα οἰκτιρμῶν σου κεκμηκότα με, νόμου τῷ γράμματι, κατακαμφθέντα τε, τῷ γήρᾳ ἀπόλυσον Σῶτερ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, ὁ Συμεὼν ἐκραύγαζεν, ἐπὶ γῆς φοροῦντα σάρκα.

Θεοτοκίον

κενώσας ὁ πληρέστατος τὸν ἄχραντον, κόλπον τοῦ φύντος Πατρός, σοῦ ἐν τοῖς κόλποις Ἁγνή, ὡς βρέφος καθέζεται ἑτοιμαζόμενος, οἷς ἠθέλησεν, ὁμοιωθῆναι Ἄχραντε, ἱερὰν σαφῶς καθέδραν.

 

ᾨδὴ η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δοὺ Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ἁγίου. Παῖδας εὐαγεῖς.

Χηρεύσαντα κόσμον θείας δόξης, ἐλθόντα νυμφοστολῆσαι τὸν Ὑπέρθεον, χήρα χρηματίζουσα, Ἄννα ἡ πανεύφημος, καὶ Προφητείας χάριτι περιαστράπτουσα, ἐδόξασεν, αὐτὸν καὶ τὸ μέλλον, πᾶσι τοῖς παροῦσιν, ἐδήλου θεῖον λύτρον.

ναίμους θυσίας προσηγάγω, ἀμνοῦ τοῦ δι' οἶκτον ἀδιήγητον, αἷμα τὸ σωτήριον, χυθὲν τὸ ἱερώτατον, προμηνυούσας πόῤῥωθεν, ὃν σωματούμενον, κρατήσας, Συμεὼν ἐδοξάσθης, ὑπὲρ Μωϋσέα, καὶ πάντας τοὺς Προφήτας.

δὼν τὸν ποθούμενον τὴν λύσιν, ὑπέστης τοῦ σώματος θεόπνευστε, καὶ καθάπερ ὥριμος, σῖτος μεταβέβηκας, πρὸς τοὺς πατέρας ἔνδοξε, τραφεὶς ἐν γήρᾳ καλῷ· διό σου, τὴν πανέορτον μνήμην, ἐν ἀγαλλιάσει, ψυχῆς ἐπιτελοῦμεν.

Θεοτοκίον

ς κρίνον, ὡς εὔοσμόν σε ῥόδον, ὡς θεῖον ὀσφράδιον ἐδρέψατο, Λόγος ὁ ὑπέρθεος, πάναγνε Θεόνυμφε, καὶ σοῦ τὴν μήτραν ᾤκησεν εὐωδιάζων ἡμῶν, τὴν φύσιν, δυσωδίας πλησθεῖσαν, τὴν ἐξ ἁμαρτίας, Μαρία Θεοτόκε.

Ὁ Εἱρμός

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

πέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

εροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

 

Τοῦ Ἁγίου. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Σεπταί σου αἱ χεῖρες ἀληθῶς προσψαύσασθαι, Θεοδόχε θείοις μέλεσι, τοῦ ἁπτομένου τῶν ὀρέων, ὡς Δαυῒδ μελῳδεῖ καὶ καπνίζονται, μακάριος τῷ ὄντι σὺ γέγονας· ὅθεν ἀξίως εὐφημοῦμέν σε.

θήκη σου βλύζει τοῖς πιστοῖς ἰάματα, ἡ δὲ μνήμη μεμακάρισται, λάμπουσα, πλέον τοῦ ἡλίου, καὶ πάντων τὰς ψυχὰς σελαγίζουσα, πρὸς φῶς θεογνωσίας ἀνάγουσα, ἱερομύστα πανσεβάσμιε.

Φωτίζουσι φέγγει νοητῷ ὡς ἥλιος, καὶ σελήνη τὴν ὑφήλιον, Ἄννα ἡ σώφρων καὶ προφῆτις, ὁ Πρέσβυς Συμεών τε ὁ ἔνδοξος· δι' ὧν ἡμᾶς φιλάνθρωπε Κύριε, ἁμαρτημάτων σκότους λύτρωσαι.

Θεοτοκίον

Φανεῖσαν Μητέρα σε Θεοῦ ὡς ἔβλεψε, Θεοτόκε ὁ πρεσβύτατος, ἔφησεν οἷά περ προφήτης· Ἰδοὺ ὁ σὸς Υἱὸς εἰς ἀνάστασιν, καὶ πτῶσιν τῶν πολλῶν κεῖται Δέσποινα, καὶ εἰς σημεῖον δυσερμήνευτον.

Ὁ Εἱρμός

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Θεὸν ἐνανθρωπήσαντα, ἐκ τῆς ἁγνῆς Θεόπαιδος, καὶ τῷ Ναῷ κατὰ Νόμον, προσενεχθέντα ἐδέξω, Συμεὼν ἐν ἀγκάλαις σου, καὶ χαίρω ἀνεβόησας· Νῦν ἀπολύεις Δέσποτα, τὸν δοῦλόν σου ἐν εἰρήνην· ὅθεν πιστοὶ σὲ τιμῶμεν.

Τῆς ἑορτῆς.

Ἀτρέπτως καθ’ ὑπόστασιν, ἐν Σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγον, Ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.

Εἰς τὸν Στίχον τῶν Αἴνων, προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. β. Τριήμερος ἀνέστης.

Ὑπόδεξαι φησὶ Συμεών, τὸν Κτίστην τῶν ἁπάντων χερσίν, ὦ Πρεσβύτα, ἀγκαλίζου τὸν Χριστόν, ὃν ἡ Παρθένος Κόρη, ἐγέννησεν ἀσπόρως, εἰς ἀγαλλίασιν τοῦ γένους ἡμῶν.

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Τοῦ νόμου Ποιητὴν καὶ Θεόν, ὃν φρίττουσιν Ἀγγέλων πληθύς, συνελθόντες, ἀνυμνήσωμεν λαοί, τὸν μόνον εὐεργέτην, καὶ νόμου Νομοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Νῦν ἀπολύεις Δέσποτα, τὸν δοῦλόν σου ὡς εἴρηκας, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε Χριστέ, τὸ φῶς τὸ πρὸ αἰώνων, δεσμῶν με τοῦ σαρκίου, εἰς ἀποκάλυψιν ἐθνῶν Ἰσραήλ.

 

Δόξα. Καὶ νῦν. Ἦχος β'

Τὸν Ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν ἐν Ἱερῷ τῷ Ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τὸν Ὑπέρθεον Λόγον σάρκα γενόμενον, ἐνηγκαλίσω ὡς βρέφος ἐν τῷ Ναῷ τοῦ Θεοῦ, Θεοδόχε Συμεὼν Πρεσβῦτα ἔνδοξε· ὅθεν καὶ Ἄννα ἡ σεπτή, ἀνθομολόγησιν Αὐτῷ, προσήγαγεν ὡς Προφήτις· ὅθεν ὑμᾶς εὐφημοῦμεν, οἵα Χριστοῦ θείους θεράποντας.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.


 



[1] Σύμφωνα μὲ τὸ Τυπικό, ἐὰν τὸ Πάσχα ἔρθη πρώϊμο, ἀποδίδεται η Ἑορτὴ ὡς ἀνεφέρθη καὶ ἀντὶ τὰ τροπάρια αὐτῆς, ψάλλονται τὰ τοῦ Τριωδίου, τῆς Ὀχτωήχου καὶ Θεοτοκία/Σταυροθεοτοκία


Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ