ΦΕΒΡΟΥΑΡΙΟΣ 2. ΥΠΑΠΑΝΤΗ ΧΡΙΣΤΟΥ (& ΤΥΠΙΚΟ)

 

+ ΦΕΒΡΟΥΑΡΙΟΣ Β΄

ΥΠΑΠΑΝΤΗ ΧΡΙΣΤΟΥ[1]

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 


Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων

Τὸν ἀπερίγραπτον Λόγον καὶ ὑπερούσιον, τὸν οὐρανίοις θρόνοις, ἐποχούμενον δόξῃ, εἰσδέχεται ἀγκάλαις ὁ Συμεών, ἐκβοῶν· Νῦν ἀπόλυσον, κατὰ τὸ ῥῆμά σου Σῶτερ, ἡ τῶν πιστῶν, σωτηρία καὶ ἀπόλαυσις. (Δίς)

 

Βρέφος ὁρῶν σε ἐβόα, ὁ θαυμαστὸς Συμεών, τὸν πρὸ αἰώνων Λόγον, ἐκ Πατρὸς γεννηθέντα· φρίττω καὶ πτοοῦμαι χερσὶν ἐμαῖς, ἀγκαλίσασθαι Δέσποτα· ἀλλ’ ἐν εἰρήνῃ τὸν δοῦλόν σου ἐκζητῶ, νῦν ἀπόλυσον ὡς εὔσπλαγχνος

 

Νῦν ἀνοιγέσθω ἡ πύλη ἡ ἐπουράνιος, ὁ ἐκ Πατρὸς ἀχρόνως, γεννηθεὶς Θεὸς Λόγος, ἐτέχθη ἐκ Παρθένου, σάρκα λαβών, τὴν βροτείαν βουλόμενος, ἀνακαλέσασθαι φύσιν ὡς ἀγαθός, καὶ βαλεῖν ἐν δεξιᾷ τοῦ Πατρός.

 

Δόξα... Καὶ νῦν... Ἦχος δ'. Ἀνδρέου Κρήτης

Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ

Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται.

 

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Ἄνθραξ ὁ προοφθείς, τῷ θείῳ Ἡσαΐᾳ, Χριστὸν ὡς ἐν λαβίδι, χερσὶ τῆς Θεοτόκου, νῦν τῷ Πρεσβύτῃ δίδοται.

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Φόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο λύσιν, ὑμνῶν τὴν Θεομήτορα.

Δόξα... Καὶ νῦν...

Δέχου ὦ Συμεών, ἡ πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κόσμου τὸ σωτήριον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα, δευτεροῦντες αὐτά. Ἦχος α'.

Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου. Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας· οὗτός ἐστιν ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει· οὗτός ἐστιν, ὁ ἐν Προφήταις λαλήσας, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ νόμῳ φθεγγόμενος· Αὐτὸν προσκυνήσωμεν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β'.

Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα. (Κεφ. ΙΒ, 51 & ΙΓ, 2 καὶ ἐκλογή)

Ἐλάλησε Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραήλ. Εἶπε δὲ Μωϋσῆς πρὸς τὸν λαόν· Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθετε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν. Καὶ φυλάξασθε τὸν νόμον αὐτοῦ. Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεὸς εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ Κυρίῳ. Ἐὰν δὲ ἐρωτήσῃ σε μετὰ ταῦτα ὁ υἱός σου λέγων· Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ· Ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ τοῦ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. Καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ τῶν ὀφθαλμῶν σου, ὅτι οὕτως ἔφη Κύριος ὁ παντοκράτωρ. Ὅτι τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Καὶ ἔσται πᾶς ὃς ἂν τέξῃ παιδίον ἄρσεν, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας οὐκ εἰσελεύσεται εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ πρὸς τὸν ἱερέα, ἕως πληρωθῶσιν αἱ ἡμέραι τῆς καθάρσεως. Καὶ μετὰ ταῦτα προσοίσει τῷ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς, ἢ τρυγόνος, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ Μαρτυρίου πρὸς τὸν Ἱερέα· ἢ ἀντὶ τούτων, προσοίσει ἔναντι Κυρίου δύο νεοσσοὺς περιστερῶν, ἢ δύο τρυγόνας. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ Ἱερεύς· ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσιν ἐκ πάντων τῶν υἱῶν Ἰσραήλ, καὶ εἴληφα αὐτούς, καὶ ἡγίασα αὐτοὺς ἐμοί, ἀντὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων, ᾗ ἡμέρα ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους, εἶπεν ὁ Θεὸς ὁ ὕψιστος, ὁ ἅγιος Ἰσραήλ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΣΤ, 1-12)

Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ Βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Καὶ εἶπον· Ὢ τάλας ἐγώ! (ὅτι κατανένυγμαι) ὅτι ἄνθρωπος ὤν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσί βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΙΘ, 1-6, 12, 16, 19-21)

Ἰδοὺ Κύριος καθήσεται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ταραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας κυρίων σκληρῶν, τάδε λέγει Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον τῇ ἡμέρα ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι.

Λιτή. Ἦχος α'

Σήμερον ὁ πάλαι τῷ Μωσεῖ, ἐν Σινᾷ νόμον ἐπιδούς, τοῖς νομικοῖς ὑποκύπτει θεσμοῖς, δι' ἡμᾶς εὔσπλαγχνος γεγονώς. Νῦν ὁ καθαρὸς Θεός, ὡς παιδίον ἅγιον, μήτραν διανοίξαν ἁγνήν, ἑαυτῷ ὡς Θεὸς συγκομίζεται, τῆς τοῦ νόμου κατάρας ἐλευθερῶν, καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'

Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Σήμερον Συμεὼν ὁ πρεσβύτης, ἐν τῷ Ναῷ εἰσέρχεται, χαίρων τῷ πνεύματι τὸν Νομοδότην Μωσέως, καὶ πληρωτὴν τοῦ νόμου, ἀγκάλαις εἰσδέξασθαι· ἐκεῖνος μέν, διὰ γνόφου καὶ φωνῆς ἀμυδρᾶς, θεόπτης ἠξίωτο, καὶ κεκαλυμμένῳ προσώπῳ τῶν Ἑβραίων τὰς ἀπίστους καρδίας διήλεγξεν· οὗτος δέ, τὸν προαιώνιον Λόγον τοῦ Πατρός, σωματωθέντα ἐβάστασε, καὶ τῶν Ἐθνῶν ἀπεκάλυψε τὸ φῶς, τὸν Σταυρὸν καὶ τὴν Ἀνάστασιν. Καὶ Ἄννα Προφῆτις ἀναδείκνυται, τὸν Σωτῆρα λυτρωτὴν τοῦ Ἰσραὴλ κηρύττουσα. Αὐτῷ βοήσωμεν· Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 

Ἦχος δ'

Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. α'.

Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.

Καὶ νῦν... Ὁ αὐτός.

Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.

Εἰς τὸν Στίχον, Ἰδιόμελα. Ἦχος βαρύς.

Κατακόσμησον τὸν νυμφῶνά σου Σιών, καὶ ὑπόδεξαι τὸν Βασιλέα Χριστόν, ἄσπασαι τὴν Μαριάμ, τὴν ἐπουράνιον πύλην· αὕτη γὰρ θρόνος Χερουβικὸς ἀνεδείχθη, αὕτη βαστάζει τὸν Βασιλέα τῆς δόξης, νεφέλη φωτὸς ὑπάρχει ἡ Παρθένος, φέρουσα ἐν σαρκὶ Υἱὸν πρὸ Ἑωσφόρου, ὃν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὐτοῦ ἐκήρυξε λαοῖς, Δεσπότην αὐτὸν εἶναι, ζωῆς καὶ τοῦ θανάτου, καὶ Σωτῆρα τοῦ κόσμου.

Στ.: Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Τὸν ἐκλάμψαντα πρὸ αἰώνων ἐκ Πατρός, ἐπ' ἐσχάτων δὲ ἐκ μήτρας Παρθενικῆς, φέρουσα ἐν τῷ ναῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τὸν ἐν Σιναίῳ νομοθετήσαντα ὄρει, τῇ διατάξει τῇ νομικῇ πειθαρχοῦντα, προσῆγεν Ἱερεῖ, πρεσβύτῃ καὶ δικαίῳ, Χριστὸν τὸν Κύριον, ἰδεῖν χρηματισθέντι, ὃν δεξάμενος Συμεὼν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, ἠγαλλιάσατο βοῶν· Θεὸς ὑπάρχει οὗτος, Πατρὶ συναΐδιος, καὶ Λυτρωτὴς τῶν ψυχῶν ἡμῶν.

Στ.: Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Τὸν ὀχούμενον ἐν ἅρμασι Χερουβίμ, καὶ ὑμνούμενον ἐν ᾄσματι Σεραφίμ, φέρουσα ἐν ἀγκάλαις ἡ Θεοτόκος Μαρία, ἀπειρογάμως ἐξ αὐτῆς σαρκωθέντα, τὸν Νομοδότην νόμου, πληροῦντα νόμου τάξιν, ἐδίδου χερσὶ πρεσβύτου Ἱερέως· ζωὴν δὲ φέρων, ζωῆς ᾐτεῖτο λύσιν, λέγων· Δέσποτα, νῦν ἀπόλυσόν με, μηνῦσαι τῷ Ἀδάμ, ὡς εἶδον ἄτρεπτον βρέφος, Θεὸν προαιώνιον, καὶ Σωτῆρα τοῦ κόσμου.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'.

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. (γ’)

 

Ἀπόλυσις


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Αὐτόμελον

Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

Δόξα... Καὶ νῦν... Τὸ αὐτό

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

Δόξα... Καὶ νῦν... Τὸ αὐτό

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατέπλαγη Ἰωσήφ

Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεών, μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.

Δόξα... Καὶ νῦν... Τὸ αὐτό

 

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στ.: Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Εὐαγγέλιον.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Θεοτόκου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται ἐν ναῷ τῷ νομικῷ, καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμός

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

σχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

Καταβασία.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

 

ᾨδὴ γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

πρωτότοκος, ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Καταβασία.

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

.

Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ

Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς, ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.

Δόξα... Καὶ νῦν... Τὸ αὐτό


ᾨδὴ δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ν ἤλπισας Συμεών, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Θεώμενος Συμεών, Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Καταβασία.

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

 

ᾨδὴ ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Καταβασία.

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

ᾨδὴ ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.

Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Καταβασία.

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

 

Κοντάκιον. Ἦχος α'

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

Ὁ Οἶκος

Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὅν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζεται, ἐν ᾗ ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ, ὁ Δίκαιος Συμεών.

Αὐτῷ τῷ Θεῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

ᾨδὴ ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καταβασία.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δοὺ Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τῆς Ἑορτῆς.

Μεγαλυνάρια.

Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.

Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.

Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.

Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.

Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ Ναῷ.

Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσί;

Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν· Νῦν ἀπόλυσιν ζητῶ.

Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.

Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.

Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.

Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.

Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;

Ὁ Εἱρμός

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.

Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.

Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

Δόξα...

Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.

πέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν· ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

Καὶ νῦν...

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

εροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

Καταβασία.

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

Ἐν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.


Ἐξαποστειλάριον. Ἦχος γ', αὐτόμελον

Ἐν πνεύματι τῷ ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν. (γ')

 

Αἶνοι. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῷ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ πρέσβυς· Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα· κατεῖδον γάρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα. (Δίς)

Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας χάριτος· διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε σήμερον.

Κόλπων τοῦ γεννήτορος, μὴ χωρισθεὶς τῇ Θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διὸ νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἐν εἰρήνῃ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε Δέσποτα.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β'.

Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Ἀπολυτίκιον. Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.



[1] ΤΥΠΙΚΟΝ.

Α. Ἐὰν τύχῃ τῇ Κυριακῇ τοῦ Τελώνου καὶ Φαρισαίου, ἢ τοῦ Ἀσώτου, ἢ τῆς Ἀποκρέω, ἢ τῆς Τυροφάγου.

Ἑσπέρας, μετὰ τὸν Προοιμιακόν καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ’, τοῦ Τριωδίου γ’ καὶ τῆς Ἑορτῆς δ’. Δόξα, τοῦ Τριωδίου. Καὶ νῦν, τῆς Ἑορτῆς. Ἀναγνώσματα τῆς Ἑορτῆς. Εἰς τὸν Στίχον, τὰ Ἀναστάσιμα. Δόξα, τοῦ Τριωδίου. Καὶ νῦν, τῆς Ἑορτῆς. Ἀπολυτίκιον Ἀναστάσιμον, τῆς Ἑορτῆς δίς, καὶ Ἀπόλυσις.

Εἰς τὸν Ὄρθον, μετὰ τὸν Τριαδικὸν Κανόνα, ἡ Λιτὴ τῆς Ἑορτῆς. Μετὰ τὴν α’ καὶ β’ Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα δύο· Καὶ νῦν, τῆς Ἑορτῆς. Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα τῆς Ἑορτῆς δίς. Οἱ Ἀναβαθμοί τοῦ Ἤχου. Προκείμενον τῆς Ἑορτῆς. Εὐαγγέλιον τῆς αὐτῆς, τὸ εἰς τὴν Λειτουργίαν. Δόξα. Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου. Ἰδιόμελον, τῆς Ἑορτῆς. Κανόνες, ὁ Ἀναστάσιμος, τοῦ Τριωδίου καὶ τῆς Ἑορτῆς. Ἀπὸ γ’ ᾨδῆς, Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Κάθισμα, τοῦ Τριωδίου. Δόξα, καὶ νῦν, τῆς Ἑορτῆς. Ἀφ’ ἕκτης ᾠδῆς. Κοντάκιον καὶ Οἶκος τῆς Ἑορτῆς. Καταβασίαι τῆς Ἑορτῆς. Ἐν τῇ θ’ ᾠδῇ, ψάλλεται ἡ τῆς Ἑορτῆς μόνη, μετὰ τῶν Μεγαλυναρίων εἰς στ’. Ἐξαποστειλάριον Ἀναστάσιμον, τοῦ Τριωδίου καὶ τῆς Ἑορτῆς. Εἰς τοὺς Αἴνους, Ἀναστάσιμα δ’ καὶ τῆς Ἑορτῆς δ’. Δόξα, τοῦ Τριωδίου. Καὶ νῦν, τῆς Ἑορτῆς.

Εἰς τὴν Λειτουργίαν, τὰ τῆς Ἑορτῆς.

 

Β΄. Ἐὰν τύχῃ τῷ Σαββάτῳ τῶν Ψυχῶν.

Ἐαν ἐν ταύτῃ τῇ ἡμέρᾳ τύχῃ ἡ Ἑορτὴ καθ’ αὐτό, ἢ ἡ Ἀπόδοσις αὐτῆς, ἡ μὲν Ἀκολουθίαν τῶν Ψυχῶν μετατίθεται είς τὸ Σάββατον πρὸ τῆς Κυριακῆς τοῦ Ἀσώτου· ἡ δὲ Ἀκολουθία τῆς Ἑορτῆς ψάλλεται μόνη, καθώς ἐστι τετυπωμένη.

 

Γ. Ἐὰν τύχῃ τῷ Σαββάτῳ τῆς Τυροφάγου.

Τῇ Παρασκευῇ Ἑσπέρας, μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς στ’  καὶ τῶν Ἁγίων δ’. Δόξα, τῶν Ἁγίων. Καὶ νῦν, τῆς Ἑορτῆς. Ἀναγνώσματα τῆς Ἑορτῆς. Εἰς τὸν Στίχον, τῆς Ἑορτῆς. Δόξα, τῶν Ἁγίων. Καὶ νῦν, τῆς Ἑορτῆς. Ἀπολυτίκιον, τῆς Ἑορτῆς. Δόξα, τῶν Ἁγίων. Καὶ νῦν, τῆς Ἑορτῆς πάλιν.

Εἰς τὸν Ὄρθρον, ἡ Λιτὴ τῆς Ἑορτῆς, καὶ Τροπάριον αὐτῆς. Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς δίς. Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων. Καὶ νῦν, τῆς Ἑορτῆς. Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῆς Ἑορτῆς, δίς. Ἀναβαθμοί, Προκείμενον, Ἰδιόμελον, τῆς Ἑορτῆς. Κανόνες, τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων. Ἀπὸ γ’ ᾠδῆς, Κοντάκιον καὶ Οἶκος τῶν Ἁγίων, εἶτα, Κάθισμα τῶν αὐτῶν. Δόξα, καὶ νῦν, τῆς Ἑορτῆς. Ἀφ’ ἕκτης, Κοντάκιον καὶ Οἶκος τῆς Ἑορτῆς. Καταβασίαι τῆς Ἑορτῆς. Ἐν τῇ θ’ ᾠδῇ, ἡ τῆς Ἑορτῆς μόνη μετὰ τῶν Μεγαλυναρίων αὐτῆς. Ἐξαποστειλάριον, τῶν Ἁγίων καὶ τῆς Ἑορτῆς. Εἰς τοὺς Αἴνους, τῆς Ἑορτῆς γ’ καὶ τῶν Ἁγίων γ’. Δόξα, τῶν Ἁγίων. Καὶ νῦν, τῆς Ἑορτῆς.

Εἰς τὴν Λειτουργίαν, τὰ Ἀντίφωνα τῆς Ἑορτῆς, κτλ. Ἀπόστολος τῆς ἡμέρας. Εὐαγγέλιον τῆς Ἑορτῆς. Εἰς τό· Ἐξαιρέτως, Θεοτόκε ἡ ἐλπίς. Κοινωνικὸν τῆς Ἑορτής, καὶ μετ’ αὐτό· Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν.

Σημείωσις: Κατὰ ἀνεκδότους σημειώσεις, περὶ τυπικῆς διατάξες, τὰς σωζομένας ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, ἡ μὲν Ἀκολουθία τῆς Ἑορτῆς, τυχοῦσα τῷ Σαββάτῳ τῆς Τυροφάγου, ψάλλεται ἀμιγής, ἔν τε τῷ Ἑσπερινῷ καὶ τῷ Ὄρθρῳ· ἡ δὲ Ἀκολουθία τῶν Ὁσίων Πατέρων, ψάλλεται ἐν τοῖς Ἀποδείπνοις.

 

Δ΄. Ἐὰν τύχῃ τῇ Δευτερᾳ τῆς πρώτης ἑβδομάδος τῶν Νηστειῶν.

Τῇ Κυριακῇ τῆς Τυροφάγου ἑσπερας, ψάλλομεν εἰς τό· Κύριε ἐκέκραξα, Στιχηρὰ τοῦ Τριωδίου γ’ καὶ τῆς Ἑορτῆς γ’. Δόξα, καὶ νῦν, τῆς Ἑορτῆς. Ἀναγνώσματα τῆς Ἑορτῆς. Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τοῦ Τριωδίου· Ἔλαμψεν ἡ χάρις σου Κύριε, καὶ δύο τῆς Ἑορτῆς, μετὰ τῶν Στίχων αὐτῶν. Δόξα, καὶ νῦν, τῆς Ἑορτῆς. Ἀπολυτίκιον, τῆς Ἑορτῆς ἐκ τρίτου.

Εἰς τὸν Ὄρθρον, ἡ Λιτὴ τῆς Ἑορτῆς καὶ καθεξῆς ἡ λοιπὴ αὐτῆς ἑορτάσιμος Ἀκολουθία, ἄνευ Τριωδίου. Μετὰ δὲ τὴν Μεγάλην Δοξολογίαν, τελεῖται ἡ θεία Λειτουργία τοῦ Χρυσοστόμου· αἱ δὲ Ὧραι ἀναγινώσκονται ἐν τοῖς Κελλίοις χύμα, ἄνευ μετανοιῶν. Εἰς δὲ τὴν τράπεζαν, γίνεται Κατάλυσις οἴνου καὶ ἐλαίου, εἰς δόξαν Θεοῦ.

Τῇ δὲ Δευτέρᾳ ἑσπέρας, ψάλλεται ὁ Ἑσπερινὸς τῆς Ἑορτῆς, καὶ γίνεται αὐτῆς ἡ Ἀπόδοσις. Ἀπόδειπνον λέγομεν τὸ Μικρὸν ἐν τοῖς κελλίοις.

Καὶ ταῦτα μὲν διὰ τοὺς ἐν ταῖς πόλεσιν· οἱ δὲ ἐν τοῖς Μοναστηρίοις ἀκολουθήτωσαν, κατὰ τὰ ἀρχαῖα τῶν Κτιτόρων αὐτῶν Τυπικά.

Περὶ τοῦ πόσας ἡμέρας ἑορτάζεται, καὶ πότε ἀποδίδοται ἡ Ἑορτὴ τῆς Ὑπαπαντῆς.

Α. Ἐαν ἡ Ἑορτὴ αὕτη τύχῃ πρὸ τῆς Κυριακῆς τοῦ Ἀσώτου, ἑορτάζεται ἡμέρας ὀχτώ.

Β. Ἐὰν τύχῃ τῇ Κυριακῇ τοῦ Ἀσώτου, ἠ τῇ Δευτέρᾳ ἢ τῇ Τρίτῃ τῆς Ἀποκρέω, ἀποδίδοται τῇ Παρασκευῇ τῆς αὐτῆς Ἑβδομάδος.

Γ. Ἐὰν τύχῃ τῇ Τετάρτῃ ἠ τῇ Πέμπτῃ ἢ τῇ Παρασκευῇ ἠ τῷ Σαββάτῳ τῆς Ἀποκρέω, ἀποδίδοται τῇ Τρίτῃ τῆς Τυροφάγου.

Δ. Ἐὰν τύχῃ τῇ Κυριακῇ τῆς Ἀποκρέω, ἢ τῇ Δευτέρᾳ τῆς Τυροφάγου, ἀποδίδοται τῇ Πέμπτῃ τῆς αὐτῆς ἑβδομάδος.

Ε. Ἐὰν τύχῃ τῇ Τρίτῃ ἢ τῇ Τετάρτῃ, τῇ Πέμπτῃ, τῇ Παρασκευῇ ἢ τῷ Σαββάτῳ τῆς Τυροφάγου, ἀποδίδοται τῇ Κυριακῇ τῆς αὐτῆς ἑβδομάδος.

ΣΤ. Ἐὰν τύχῃ τῇ Κυριακῇ τῆς Τυροφάγου, ἑορτάζεται μίαν μόνην ἡμέραν, καὶ ἀποδίδοται εἰς τὸν Ἑσπερινὸν τῆς αὐτῆς Κυριακῆς.

Ζ. Ὡσαύτως, μίαν ἡμέραν ἑορτάζεται, ἐὰν τύχῃ τῇ Δευτέρᾳ τῆς πρώτης ἑβδομάδος τῶν Νηστειῶν.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ