ΦΕΒΡΟΥΑΡΙΟΣ 1. ΑΓΙΟΣ ΑΝΑΡΓΥΡΟΣ ΤΡΥΦΩΝ

 

+ ΦΕΒΡΟΥΑΡΙΟΣ Α΄

ΤΡΥΦΩΝ ΑΝΑΡΓΥΡΟΣ.

 


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια γ΄ τῶν Προεορτίων. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἡ σεπτὴ εὐτρεπίζεται, Ἐκκλησία εἰσδέξασθαι, ἐν αὐτῇ τὸν Κύριον ὥσπερ νήπιον, ἐπιδημοῦντα καὶ χάρισι, νοητῶς φαιδρύνοντα, τὸ πιστότατον αὐτῆς, καὶ φιλόθεον σύστημα, ᾧ καὶ κέκραγε· Σὺ εἶ δόξα καὶ κλέος καὶ ὁ κόσμος, τοῦ πληρώματός μου Λόγε, ὁ νηπιάσας σαρκὶ δι' ἐμέ.

 

Ἡ παστὰς ἡ πολύφωτος, καὶ σκηνὴ ἡ ὑπέρτιμος, καὶ ναὸς ὁ Ἅγιος καὶ εὐρύχωρος, ἔνδον θαλάμων εἰσάγουσα, τοῦ Ναοῦ τὸν Κύριον, προμνηστεύεται αὐτόν, τῇ σεπτῇ Ἐκκλησίᾳ αὐτοῦ, ἱκετεύουσα, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς κυρίως Θεοτόκον, ταύτην ἀπαύστως δοξάζοντας.

 

Συμεὼν ἱερώτατε, τὴν ἐλπίδα ἣν κέκτησαι, τὸν Χριστὸν θεάσασθαι δεῦρο πρόσελθε, ἐν τῷ ναῷ ὑπόδεξαι, ἀγκάλαις καὶ βόησον· Νῦν ἀπόλυσον Σωτήρ, ἐκ τῆς γῆς με τὸν δοῦλόν σου, καὶ συγκάλεσον, τὴν Προφήτιδα Ἄνναν τοῦ δοξάσαι, μετὰ σοῦ τὸν Εὐεργέτην, σαρκὶ φρικτῶς νηπιάζοντα.

 

Τοῦ Μάρτυρος. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Τρύφων παναοίδιμε τρυφῆς, ἀκηράτου μέτοχος, ἐν οὐρανοῖς ἐχρημάτισας, διαφανέστατα, γενικοὺς ἀγῶνας, διαθλήσας ἔνδοξε, καὶ Μάρτυς ἀληθείας γενόμενος· Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Τρύφων παναοίδιμε φωτός, ἀϊδίου λάμψεσι, φωτοειδὴς ὅλος γέγονας, καταστρεψάμενος, τὴν ζοφώδη πλάνην, καὶ τοὺς κοσμοκράτορας, τοῦ σκότους καθελὼν θείᾳ χάριτι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Τρύφων παμμακάριστε χαρᾶς, καὶ ἀγαλλιάσεως, ἀγγελικῆς κατηξίωσαι, ἀπαρνησάμενος, τὰ τερπνὰ τοῦ βίου, καὶ ψυχῆς στεῤῥότητι, τὰ πάντα παρ' οὐδὲν ἡγησάμενος, καὶ καρτερώτατα, διανύσας τὸ μαρτύριον, νῦν πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 Δόξα. Ἦχος β'.

Ὑπερφρονήσας τῶν τῇδε γεηρῶν, παμμάκαρ Τρύφων σεβάσμιε, πρὸς τὸ σκάμμα ἀνδρείως ἔσπευσας, καὶ τῇ πάλῃ δι' αἵματος, σὺ ἐντέχνως Μάρτυς τὸν ὑπερήφανον καθελών, ἐκομίσω τῆς νίκης στέφος, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκλιπαρὼν δι' ἡμᾶς μὴ ἐλλίπης Ἀθλοφόρε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.

Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾶ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής· οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα (μγ΄, 9 – 14).

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καὶ ἔσωσα. Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός, ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 


Λιτή. Ἦχος α΄.

Τὸν κάλλιστον ἀγῶνα ἠγώνισαι, καὶ τὸν δρόμον ἤνυσας του μαρτυρίου, Τρύφων Μάρτυς πανένδοξε· δι’ ὃ ἐν οὐρανῷ σὺν Ἀγγέλοις ἀγάλλῃ, ἀντάξια τῶν καμάτων σου εἰληφὼς τὰ ἄνω Βασίλεια· ἀλλὰ πρέσβευε θεράπων μακάριε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

Μεγάλων δωρεῶν ἀξιωθεὶς πανεύφημε, ἐν ταπεινότητι βίου ἐπὶ τῆς γῆς ἐπολιτεύθης, καὶ διερχόμενος πανταχοῦ, ἀναργύρως παντοδαπῆ νόσον ἐθεράπευες· ὅθεν καὶ ἡμεῖς συνελθόντες σήμερον ἐν τῇ πανσέπτῳ σου πανηγύρει, βοῶμέν σοι· ἴασαι καὶ ἡμῶν τὰς ψυχάς, καὶ τὰ σώματα δεόμεθα.

 

Δόξα. Ἦχος δ΄.

Δοξάζομέν Σου Χριστέ, τὴν πρὸς ἡμᾶς εν σαρκὶ οἰκονομίαν, ὅτι τῇ δι’ αὐτῆς χάριτί Σου, καταγλαΐσας τὸν Μάρτυρα Τρύφωνα, εἰς πάντα κόσμον αὐτὸν ἐθαυμάστωσας· ἀσθενούντων ἀπέδειξας ἰατρόν, ἐλατῆρα τῶν δαιμόνων, καταπονουμένων βοηθόν, τῶν ἐν ἀνάγκαις ὑπέρμαχον, τῶν κήπων καὶ χωρῶν καὶ ἀμπέλων φύλακα, διώκτην τῶν καρποφθόρων θηρίων, καὶ πάντων τῶν τιμώντων τὸ ἱερὸν αὐτοῦ ὄνομα, προστάτην θερμότατον, καὶ ἐκτενῶς δυσωποῦντα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 


 

Εἰς τὸν στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν δωρεῶν ἠξιώθης καὶ τῶν θαυμάτων τρανῶν, ὑπὸ τοῦ Ἀθλοθέτου, καὶ μεγάλου δοτῆρος, Χριστοῦ τοῦ Ζωοδότου ὦ Ἀθλητά, Τρύφων Μάρτυς ἀήττητε, και πανταχοῦ διερχόμενος δωρεάν, πᾶσαν νόσον ἐθεράπευες.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τὴν ἀτελεύτητον μνήμην τοῦ Αναργύρου πιστοί, δεῦτε συμφώνως πάντες, ἐπαξίως τιμῶντες, ὑμνήσωμεν ἐνθέως τὸν δωρεάν, τὰς ἀσθενείας ἰώμενον, καὶ τὴν αὐτοῦ νῦν παρέχοντα τοῖς πιστοῖς, θείαν χάριν καὶ σωτήριον.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Τὸν ἀριστέα τῆς ἄνω χοροστασίας πιστοί, ὥσπερ φρουρὸν γενναῖον, τῆς ἡμῶν πολιτείας, συμφώνως συνελθόντες ᾀσματικῶς, εὐφημήσωμεν λέγοντες· φυγαδευτὰ τῶν δαιμόνων Τρύφων σοφέ, τῶν δεινῶν ἡμᾶς ἀπάλλαξον.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε φιλομάρτυρες, τοῦ Ἀναργύρου τὴν μνήμην σήμερον πνευματικῶς ἑορτάσωμεν. Αὕτη γὰρ ἡμᾶς συγκαλεῖται, πρὸς εὐωχίαν μυστικήν, καὶ ἡμῖν τράπεζαν τὴν ἴασιν τῶν παθῶν ἡμῶν παρατίθησι· διὸ καὶ συνελθόντες, ἐν τῷ πανσέπτῳ αυτοῦ τεμένει, ὁμοθύμως αὐτῷ ἐκβοήσωμεν· Τρύφων πανσεβάσμιε, μη διαλείπῃς καθικετεύων τὸν δι’ ἡμᾶς νηπιάσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐν ἀγκάλαις βασταζόμενον, Συμεὼν τοῦ πρεσβύτου, τοὺς ἐκ πόθου τελοῦντας τὴν πανσεβάσμιον μνήμην σου, λυτρωθῆναι ἐκ παθῶν καὶ πειρασμῶν, καὶ τῆς μελλούσης θλίψεως σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τρυφὴν τὴν ἀκήρατον ἰχνηλατῶν ἐκ παιδός, βασάνους ὑπήνεγκας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἤθλησας ἄριστα· ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, λύτρωσαι πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, Τρύφων Μεγαλομάρτυς, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος α'. Χορός Ἀγγελικός

Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.

Ἀπόλυσις.

 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.

Ἡ πάνσεπτος ἡμῖν, ἑορτὴ νῦν ἐπέστη, τοῦ Τρύφωνος πιστοί, εὐφρανθῶμεν ἐνθέως, καὶ τοῦτον εὐφημήσωμεν, τοῦ Κυρίου ὡς Μάρτυρα, γενναιότατον, καὶ τῶν εἰδώλων τὴν πλάνην, στηλιτεύσαντα, διὰ τῶν ἔργων καὶ λόγων, δυνάμει τοῦ Πνεύματος.

Δόξα.

Γενναῖε Ἀθλητά, παρεστὼς τῇ Τριάδι, ἱκέτευε λαβεῖν, ἀξιάγαστε Τρύφων, ἡμᾶς τοὺς ὑμνοῦντάς σε, καὶ τιμῶντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως χείλεσι, δοξάζομεν καὶ καρδίᾳ, τὸν μόνον φιλάνθρωπον.

Καὶ νῦν. Προεόρτιον.

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

 

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Ὡς ἀστὴρ ἀνέτειλας, ἐκ τῆς ἑώας, δαδουχὼν τὰ πέρατα, ταῖς τῶν θαυμάτων σου βουλαῖς· ὅθεν ὑμνοῦμέν σε ἔνδοξε, Τρύφων τῆς θείας, τρυφῆς τὸν ἐπώνυμον.

Δόξα.

Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τοὺς σεπτοὺς ἀγῶνάς σου, ἔνδοξε Τρύφων Ἀθλητά, τὸν Ζωοδότην δοξάζουσα, τὸν σὲ προστάτην, θερμὸν ἀναδείξαντα.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Ταχὺ προκατάλαβε

Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.


Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν καθαρότητα, Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπον, τοῦ μαρτυρίου σου, καταπλαγέντες οἱ πιστοί, βοῶσί σοι γηθοσύνως· σήμερον τιμῶμέν σου, τελευτὴν Τρύφων ἔνδοξε, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον

Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών. Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι. Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος· προσέχετε ἀπὸ των ἀνθρώπων...

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...

Ἰδιόμελον. Ἦχ. πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τὰ ἴχνη τῶν σεβασμίων μοι ποδῶν, ἐννοῶν ὁ κύων, τρέμω τὴν φωταυγῆ μορφὴν τοῦ προσώπου σου, ἀλλα θαῤῥῶν εἰς τὸ βέβαιον τῆς παρουσίας σου, ἱκετικῶς βοῶ σοι· ἐξάλειψον ὦ Ἀθλητά, τῆς ἀνομίας μου τὸ πέλαγος.

 


Εἶτα ψάλλονται οἱ Κανόνες· ὁ Προεόρτιος καὶ τοῦ Μάρτυρος.

Κανὼν Προεόρτιος. ᾨδὴ  α'. Ἦχος δ'. Ὁ Εἱρμός.

ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ὡδήγησας λαόν, ἐν μέσῳ τῆς θαλάσσης, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν.

ᾌσομαί σοι Κύριε ὁ Θεός μου, τῷ νηπιάσαντι σαρκί, καὶ νόμῳ ὑπακούσαντι, καὶ σώσαντι τὸν ἄνθρωπον, δι' ὃν γέγονας ἄνθρωπος.

Ἀγκάλαις δεξάμενος ὁ Πρεσβύτης, τὸν ζωοδότην καὶ Θεόν, τῆς ζωῆς ἀπελύετο βοῶν· Νῦν ἀπολύεις με, κατεῖδον γάρ σε σήμερον.

Τοῖς νόμοις τῆς φύσεως ὑπακούεις, καὶ τοῦ Γράμματος θεσμοῖς, κατὰ νόμον ὑπείκεις Χριστέ, ὁ πρὶν ὑπαγορεύσας μοι τὸν νόμον, ἐν τῷ ὄρει Σινᾷ.

Θεοτοκίον

ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐτέχθης ἐκ Μητρός, Παρθένου ἁγίας, καὶ ταύτην ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Μάρτυρος, φέρων Ἀκροστιχίδα: Τρυφῆς μεθέξειν ἀξίωσόν με Τρύφων. Θεοφάνους.

ᾨδὴ  α'  Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας

Τῆς ὄντως ἐνθέου ἐν οὐρανοῖς, τρυφῆς ἀπολαύων, ὡς ἀήττητος Ἀθλητής, ταῖς σαῖς ἱκεσίαις τὴν ψυχήν μου, τῆς τῶν παθῶν ῥῦσαι συγχύσεως.

ημάτων τῶν θείων ἐνηχηθείς, ἐτέλεσας ταῦτα, παναοίδιμε πρακτικῶς, τὴν ἁγιωσύνην ἀγαπήσας, καὶ σωφροσύνην ἀσπασάμενος.

πῆρξας τῷ ὄντι ποιμαντικός, ποιμαίνων ψυχῆς σου, ἐν σοφίᾳ τοὺς λογισμούς, ψυχὰς ἐπιστρέφων πλανωμένας, καὶ τῷ Θεῷ προσάγων ἔνδοξε.

Θεοτοκίον

Φωτίζεις με φέγγει τῷ νοητῷ, ἀπαύγασμα δόξης, ἡ τεκοῦσα τὸ πατρικόν, πανάμωμε Κόρη, καὶ τὸν ζόφον, τῆς ἁμαρτίας διασκέδασον.

Καταβασία.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε∙ ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι∙ ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

 

Προεόρτιος. ᾨδὴ  γ'  Ὁ Εἱρμός.

Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.

Ἀνοιγέσθω ὁ ναός· ὁ τοῦ Θεοῦ γὰρ νῦν ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ ἁγίου αὐτοῦ Πνεύματος.

Νῦν παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης, νῦν ὑποδέχου τὸν Χριστὸν Συμεών.

Χήρα Ἄννα σώφρων, ἡ μεμονωμένη καὶ γνωστὴ τῷ Θεῷ, νῦν ἀνθομολογείτω, τῷ νηπιάσαντι σαρκὶ δι' ἡμᾶς.

Θεοτοκίον

Τὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν· πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

 

Τοῦ Μάρτυρος. Εἱρμός. Σὺ εἶ τὸ στερέωμα.

μβλυνας τὴν δύναμιν, τὴν ὑπερήφανον ἔνδοξε, Μάρτυς Χριστοῦ, τὴν ἐκ τοῦ Ὑψίστου, ἐνδυσάμενος δύναμιν.

Σάρκα περικείμενος, ὀφρὺν τὴν ἄσαρκον ἔσβεσας, τοῦ δυσμενοῦς, καὶ σεσαρκωμένον, Θεὸν Λόγον ἐκήρυξας.

Μόνη φυγαδεύονται, τῇ παρουσίᾳ σου πνεύματα, τὰ πονηρά, πνεύματος Ἁγίου, διωκόμενα χάριτι.

Θεοτοκίον

χων σε βοήθειαν, οὐκ αἰσχυνθήσομαι πάναγνε, Μήτηρ Θεοῦ· ἔχων σε προστάτιν, τῆς ζωῆς μου σωθήσομαι.

Καταβασία.

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

 


Κάθισμα τοῦ Μάρτυρος. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ὁ λαμπτὴρ τῆς Λαμψάκου ὁ φαεινός, καὶ ἡμῶν ὁ προστάτης ὁ κραταιός, ἐκλάμπεις τοῖς πέρασι, τῷ φωτὶ τῶν ἰάσεων, τὸν ζοφώδη δαίμονα ἐλαύνεις σφοδρότατα, μέλανα ὡς κύνα, τοῖς πᾶσιν ἀπέδειξας, πάσας μαρτυροῦντα, τὰς αἰσχρὰς αὐτοῦ πράξεις, πᾶσαν τὴν Ἑλλήσποντου ἀπαστράπτεις τοῖς θαύμασι, Τρύφων Μάρτυς ἀήττητε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Ἀνέστης ἐκ νεκρῶν

Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

Προεόρτιος. ᾨδὴ  δ'.  Ὁ Εἱρμός

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστέ· διὸ ἀπαύστως κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Αἱ τάξεις τῶν Ἀγγέλων ἐξεπλάγησαν, ἐν ταῖς ἀγκάλαις τοῦ Πρεσβύτου θεασάμεναι, τὸν σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενον, ὡς Υἱὸν καὶ Θεὸν ἡμῶν.

Τὸ ἡμῶν ἀτελὲς οἰκειούμενος, ὁ παντέλειος Θεός, τῇ κατὰ νόμον προσαγωγῇ, τὸ τέλειον τῆς χάριτος ἡμῖν ἐδωρήσατο.

Ὡς βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ Θεὸν τῷ πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον τοῦ κόσμου, τὸν Χριστὸν ἀνεκήρυττε.

Μωσέως τιμιώτερος γέγονας, τοῦ δεξαμένου νόμον ἐν τῷ ὄρει Σινᾷ, ὅτι Χριστὸν τὸν Κύριον, ἀγκάλαις σου Πρεσβύτα ἐβάστασας.

Θεοτοκίον

Ἡ Ἄννα προφητεύουσα τὸ μέλλον, τὸν ἐκ τῆς μήτρας σου Θεὸν προανηγόρευσε· διὸ ἀπαύστως πρέσβευε, σωθῆναι Θεομῆτορ τοὺς δούλους σου.

 

Τοῦ Μάρτυρος. Εἰσακήκοα Κύριε.

Θεωμένους κατέπληξας, μάκαρ τοὺς τυράννους τῇ καρτερίᾳ σου· τὰς βασάνους γὰρ ὑπέμεινας, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι.

νετρύφας μακάριε, τοῖς  τῶν ἀλγηδόνων πόνοις νυττόμενος, νῦν τρυφᾷς δὲ καθαρώτερον, ἀϊδίου δόξης ἐμφορούμενος.

Ξεομένου τοῦ σώματος, ταῖς τῶν σιδηρῶν ὀνύχων ὀξύτησιν, ἐνευροῦτό σου θεσπέσιε, τῆς ψυχῆς ὁ τόνος θείᾳ χάριτι.

Θεοτοκίον

πὶ σὲ τὴν ἐλπίδα μου, πᾶσαν ἀνατίθημι Μητροπάρθενε, τὴν ψυχήν μου διαφύλαξον, ἡ Θεὸν τεκοῦσα τὸν Σωτῆρά σου.

Καταβασία.

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος∙ καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

 

Προεόρτιος. ᾨδὴ ε'  Ὁ Εἱρμός.

Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι.

Ἐν τῇ τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος, σωματικῶς τὸν Χριστὸν δεξάμενος.

Οὗτος εἰς πτῶσιν φησί, καὶ ἀνάστασιν κεῖται, εἰς πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν ἀνάστασιν, ὁ Συμεὼν ἄρτι προεφήτευσε.

Θεοτοκίον

Θεοκυῆτορ Ἁγνή, τὸν Υἱόν σου δυσώπει, λυτρώσασθαι κινδύνων, καὶ πάσης περιστάσεως, τοὺς σὲ δοξάζοντας, Θεοτόκε ἄχραντε.

 

Τοῦ Μάρτυρος. Ὀρθρίζοντες βοῶμέν σοι.

νδάλματα τῆς πλάνης κατήργησας Ἀθλοφόρε· εἰκόνι λατρεύειν γάρ, Θεοῦ τοῦ ὄντως ἠγάπησας.

Νενίκηκας γενναίως τὸ φρόνημα, τοῦ τυράννου τὸ ἄθεον πάνσοφε, Χριστοῦ τῇ πίστει νευρούμενος.

Θεοτοκίον

νέκφραστος ἡ σύλληψις γέγονε, σοῦ Παρθένε ὁ τόκος ἀπόῤῥητος, διαμεμένηκεν ἄχραντε.

Καταβασία.

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

Προεόρτιος. ᾨδὴ  ς'. Ὁ Εἱρμός.

Ὡς Ἰωνᾶν τὸν προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε.

Ἐχρηματίσθη Πρεσβύτης, μὴ θανεῖν, πρὶν ἰδεῖν τὸν Δεσπότην Χριστόν, ἀγκάλαις δὲ σήμερον φέρει, καὶ τοῦτον προσδεικνύει, παντὶ τῷ λαῷ Ἰσραήλ.

Τὸν ποιητὴν τῶν αἰώνων, ὁ Πρεσβύτης ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ φῶς ἐθνῶν, καὶ δόξαν τοῦ Ἰσραὴλ τὸν Χριστόν.

Νῦν Συμεων προφητεύει, νῦν ἡ Ἄννα ἀνθομολογεῖ τῷ Θεῷ, ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ δὲ τὸ ἐκ Παρθένου ἀναδειχθέντι σαρκί.

Θεοτοκίον

Ὦ μακαρία κοιλία, πόθεν ταύτην τὴν δόξαν ἐβλάστησας; Θεὸς τὸ τεχθὲν ὦ Παρθένε, καὶ φῶς ἐθνῶν, καὶ δόξα καὶ ἀπολύτρωσις,

 

Τοῦ Μάρτυρος. Ἱλάσθητί μοι Σωτήρ.

Ξηράνας τὰς μυσαράς, σπονδὰς καὶ κνίσσης μιάσματα, μανίας εἰδωλικάς, σοῖς αἵμασιν ἔνδοξε, κατήρδευσας ἅπαντα, τὰ τῆς Ἐκκλησίας, εὐγενῆ Τρύφων βλαστήματα.

χῶρες μαρτυρικοί, ὡς μύρον εὐωδιάζουσι, τὸ αἷμα τῶν Ἀθλητῶν, πηγάζει ἰάματα, ἡ κόνις τοῦ σώματος, ψυχὰς ἁγιάζει, τῶν πιστῶς θεραπευόντων αὐτούς.

Θεοτοκίον

ς ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον, ὡς ἅγιον ἱερόν, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, Θεομῆτορ πάσης κτίσεως.

Καταβασία.

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη∙ Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

 


Κοντάκιον  Ἦχος πλ. δ'. Ὡς ἀπαρχάς.

Τριαδικῇ στεῤῥότητι, πολυθεΐαν ἔλυσας ἐκ τῶν περάτων ἀοίδιμε, τίμιος ἐν Κυρίῳ γενόμενος, καὶ νικήσας τυράννους ἐν Χριστῷ, τῷ Σωτῆρι τὸ στέφος εἴληφας τῆς μαρτυρίας σου, καὶ χαρίσματα θείων ἰάσεων, ὡς ἀήττητος.

Ὁ Οἶκος

Ἱερὰν πανδαισίαν προτίθεται, φιλεόρτων τὸ σύστημα σήμερον, Προεόρτια σύμβολα φέρουσαν, τοῦ Κυρίου τεσσαρακονθήμερον τὴν ἐκ Παρθένου φρικτὴν γέννησιν, καὶ Πρεσβύτου σεπτοῦ ἐναγκάλισιν, καὶ σεπτοῦ Ἀθλοφόρου μνημόσυνα· δι' αὐτὸν γὰρ τὸν Χριστόν, τελειοῦται νικητικῶς, ὡς ἀήττητος.

 

Συναξάριον

Μὴν Φεβρουάριος, ἔχων ἡμέρας κη΄, εἰδέ ἐστι βίσεκτος, κθ΄.

Τῇ Α' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Ἀναργύρου Τρύφωνος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτῇ· Σατύρου, Σατουρνίνου, Σεκούνδου, Ῥεουκάτου, καὶ Φηλικιτάτης, τῶν ἐν Καρθαγένῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Οὔρσου τῆς Ἀόστα τῆς Ἰταλίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥόδιππου, ἐπισκόπου Λεοντινῶν τῆς Σικελίας, κοιμηθέντος τὸ 312

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἠλιού, τοῦ μαρτυρήσαντος ἐν Δαμασκῷ Συρίας, ἐν ἔτει 799ῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Τεσσάρων Μαρτύρων τῶν ἐν Μεγάροις· Ἀδριανοῦ, Πολυεύκτου, Πλάτωνος καὶ Γεωργίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθοδώρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ ἐν Γαλατίᾳ.

 

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βενδιμιανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τιμοθέου τοῦ ὁμολογητοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μπρίτζιτ ἢ Μπριγκίττας τῆς Ἰρλανδῆς, τῆς ἐλεήμονος καὶ θαυματουργοῦ, προστάτιδος τῶν μαιῶν, τῶν ἰατρῶν καὶ τῶν προσκυνητῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐρημίτου, τῆς Γεωργίας, κατὰ τὸν 6ο αἰῶνα.

                      

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων καὶ Ὁμολογητῶν· Γεωργίου Ἀρχιεπισκόπου Μυτιλήνης, Συμεὼν τοῦ νέου Στυλίτου, καὶ Δαβὶδ τοῦ μοναχοῦ, τῶν αὐταδέλφων, τῶν ἐν Λέσβῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βασιλείου τοῦ Α΄, Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Ὁμολογητοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βασιλείου τοῦ Β΄, Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Συναξαριστοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰορδάνης ὁ Τραπεζούντιος, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1650ῳ, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ ἐκ Ναυπλίου, καὶ ἐν Ναυπλίῳ μαρτυρήσας ἐν ἔτει 1654ῳ, εἰς λεπτὰ τμηθεὶς τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Γαβριήλ, ὁ ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1676ῳ, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Πέτρου, τοῦ πρεσβυτέρου, τοῦ Ῥώσσου, τοῦ μαρτυρήσαντος ἐν ἔτει 1918ῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου Κερεσελίντζε, Γεωργίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Προεόρτιος. ᾨδὴ  ζ'.  Ὁ Εἱρμός.

Ὁ τῶν Πατέρων Θεός, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παῤῥησίᾳ βοᾶν σοι· Εὐλογητὸς εἶ ὁ Θεός.

Ὁ ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ πυρίνῳ, σήμερον ἐνθρονίζεται.

Σὺ τὸ γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε, ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσιῶν, μετέσχες ὥσπερ νήπιον.

Ἡ σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον, καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.

Θεοτοκίον

Χαῖρε ἡ ἄσπορος γῆ, ἡ τὸν Λόγον ἐκ μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα, ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

 

Τοῦ Μάρτυρος. Οἱ ἐκ τῆς lουδαίας.

Στεφηφόρος χορεύεις, τοῖς  χοροῖς τῶν Μαρτύρων συνευφραινόμενος· τὴν πλάνην γὰρ νικήσας, ἐν λόγῳ ἀληθείας, ἀναμέλπεις γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δεσπότης τῶν ὅλων, τῶν αὐτοῦ παθημάτων, στέφει τὸν Μάρτυρα, καὶ τοῦτον ἐναυλίζει, σκηναῖς ἐπουρανίοις, κεκραγότα καὶ λέγοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Νέον φέρουσα βρέφος, τὸν πρὸ πάντων αἰώνων Θεὸν πανάμωμε, ἐκ σοῦ σωματωθέντα, μὴ παύσῃ δυσωποῦσα, τοῦ σωθῆναι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Καταβασία.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Προεόρτιος. ᾨδὴ  η'.  Ὁ Εἱρμός.

Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Ἰδών σε φῶς ὡς νοερόν, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου.

Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Θεοτοκίον

Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

 

Τοῦ Μάρτυρος. Ἑπταπλασίως κάμινον.

Μέχρι τομῆς καὶ καύσεως, μέχρις αἵματος χύσεως, μέχρι καὶ θανάτου, τελευταῖον ἤθλησας, ἀντικαθιστάμενος, πρὸς ἁμαρτίαν Μάρτυς Χριστοῦ, νῦν δὲ τῆς ζωῆς, τῆς ἐν Χριστῷ κρυπτομένης, λαβόμενος κραυγάζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πὶ τῆς γῆς ἠγώνισαι, δυσσεβέσι μαχόμενος, πρὸς ἀπατηλήν, καὶ θεομάχον πλάνησιν, πικρῶς ἀναγκάζουσιν, ἐν οὐρανοῖς δὲ Τρύφων τρυφᾷς, στεφανηφορῶν, καὶ σὺν Ἀγγέλοις κραυγάζων· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τυραννικὴν διήλεγξας, ἀθεότητα πάνσοφε, καὶ δαιμονικὴν θεομαχίαν ἔσβεσας, ῥοαῖς τῶν αἱμάτων σου, τὸν ἐν Τριάδι ἕνα Θεόν, ἀξιοπρεπῶς καὶ καθαρῶς ἀναγγέλλων, καὶ σέβων καὶ κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ήμασι σοῖς ἑπόμενοι, μακαρίζομεν πάναγνε, σὲ τὴν μακαρίαν, τὴν σαρκὶ γεννήσασαν, τὸν ὄντως μακάριον, τὸν φῶς οἰκοῦντα ἄδυτον, καὶ φωταγωγὸν καὶ φωτοδότην Δεσπότην, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙ Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Προεόρτιος. ᾨδὴ  θ'  Ὁ Εἱρμός.

Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε.

Ὁ πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος νόμον, χερσὶν ἀγκαλίζεται, Πρεσβύτου ὡς νήπιον, καὶ ἁγιάγραφον ἡμῖν, ὑπαγορεύει νόμον τὸ Εὐαγγέλιον.

Σήμερον ἐν τῷ ναῷ, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐβόησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα.

Τῶν Ἀγγέλων αἱ τάξεις, ἐν σαρκὶ κατιδοῦσαι, τὸν Κτίστην τὸν ἴδιον, ὡς βρέφος γενόμενον, ἀγκάλαις τοῦ Πρεσβύτου, τοῦτον ἐν φόβῳ ὑμνοῦσαι ἐδόξαζον.

Συμεὼν Θεοδόχε, τοῦ Κυρίου αὐτόπτα, καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν ποιοῦ καὶ ἡμῶν, τῶν τιμώντων τὴν σεπτήν σου μετάστασιν.

Θεοτοκίον

Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη, τοῦ Σωτῆρος Χριστοῦ, Αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Τοῦ Μάρτυρος. Σὲ τὴν ἀπειρόγαμον.

πὲρ τὰ ὁρώμενα, αἱ τῶν Μαρτύρων προσδοκίαι, πλήρης ἀθανάτου λήξεως, καθορᾶται ἡ τούτων ἐλπίς, πλήρης θυμηδίας καὶ χαρᾶς, καὶ φαιδρότητος ἀνεκφράστου· ὅθεν ἀξίως μακαρίζονται.

Φῶς ἐγένου δεύτερον, φωτὶ τῷ πρώτῳ προσπελάσας, αἴγλῃ τοῦ αὐτοῦ πυρσούμενος, καὶ μορφούμενος Τρύφων σοφέ, καὶ ταῖς αὐτοῦ χορηγουμέναις, ἐλλάμψεσι διαλάμπων· ὅθεν σε πάντες μακαρίζομεν.

φθης ἀκατάπληκτος, ἐν τοῖς ἀγῶσιν Ἀθλοφόρε, ὤφθης ἀληθῶς ἐπώνυμος, τῆς ἐνθέου καὶ θείας τρυφῆς, ἧς νῦν ἀπολαύων, καὶ τρανῶς ἐνηδόμενος, σωτηρίαν τοῖς σὲ τιμῶσιν ἡμῖν αἴτησαι.

Θεοτοκίον

Νέκρωσον τὸ φρόνημα, Θεογεννῆτορ τῆς σαρκός μου, ζώωσον ψυχῆς τὴν νέκρωσιν, ἐνεργείᾳ τῆς ὄντως ζωῆς, τῆς ἐκ σοῦ τεχθείσης κατὰ σάρκα, δι' ἄφατον εὐσπλαγχνίαν, καὶ σωτηρίαν τῶν ὑμνούντων σε.

Καταβασία.

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ∙ διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.

 

 

Ἐξαποστειλάριον τοῦ Μάρτυρος. Ἐν πνεύματι τῷ ἱερῷ.

Τρυφῆς κατεμφορούμενος, παραδόξου καὶ θείας, Ἀγγέλοις ὁμοδίαιτος, ἐχρημάτισας μάκαρ, καὶ χῆνας νέμων ἐν νάπαις, πρὸς Θεοῦ ἀπείληφας, τὴν χάριν τῶν ἰαμάτων, Τρύφων Μεγαλομάρτυς, θεραπεύειν τῶν βροτῶν, τὰς ἀσθενείας καὶ νόσους.

Προεόρτιον, ὅμοιον

Τὸν παῖδα προσκομίσασα, ἡ πανάμωμος Κόρη, ἐν Ἱερῷ τετέλεκε, τὰ τοῦ νόμου καὶ τοῦτον, ἀγκάλαις ὡς ἐδέξατο, Συμεὼν ὁ δίκαιος, ἀντέφησε τῇ Παρθένῳ· Οὗτος κεῖται εἰς πτῶσιν, καὶ ἀνάστασιν πολλῶν, καὶ εἰς σημεῖον ἐν κόσμῳ.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μεθ’ Ἁγίων Ἀγγέλων, παντοίας τὰς βασάνους ὑπέστης στεῤῥῶς, καὶ τυράννων ὠμότητα, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνεφραίνῃ τῶν Μαρτύρων χοροῖς. (Δίς)

 

Εἰκὼν προτίθεται θεία καὶ πανσεβάσμιος, Τρύφωνος τοῦ γενναίου, οἱ πιστοὶ δεῦτε πάντες, ἀσπάσασθε σὺν φόβῳ καὶ χαρμονῇ, τῷ ἐδάφει προσπίπτοντες, ἡ γὰρ τιμὴ διαβαίνει ὄντως αὐτῆς, πρὸς αὐτὸν τὸν μέγα Τρύφωνα.

 

Τοὺς σπαθισμοὺς ὑπομείνας Μάρτυς τοῦ σώματος, καὶ τὰς ὁρμὰς τῶν ἵππων, καὶ φλογώσεις λαμπάδων, τρυφῆς κατηξιώθης ἐν οὐρανοῖς, ἀκηράτου πολύαθλε, Τρύφων καὶ χάριν ἰάσεων δαψιλῆ, ἐκ χειρὸς Κυρίου εἴληφας.

 

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν τῷ πνεύματι, καὶ κροτήσωμεν ἀγαλλόμενοι ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ Ἀθλοφόρου Χριστοῦ· ἱερεῖς καὶ ἅπαντες νῦν συνέλθωμεν, καὶ τὸν τῶν θαυμάτων δεξάμενον τὴν χάριν, καὶ ταῦτα τοῖς χρήζουσιν ἐκβλύζοντα ποταμηδόν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οἱ πένητες τὸν βοηθόν, οἱ δαιμονῶντες τὸν ῥύστην, οἱ ἐν συμφοραῖς τὸν σωτῆρα, οἱ νοσοῦντες τὸν ἰατρόν, οἱ ἀμπελουργοὶ τὴν εὐκαρπίαν, οἱ γεωργοὶ τὴν εὐετηρίαν, οἱ ἐν τοῖς κήποις τὴν εὐθηνίαν, οἱ πάντες τὸν πάντα πᾶσι γενόμενον, γενναῖον Ἀθλοφόρον, ἐγκωμιάζοντες ἀνακράξομεν· Τρύφων φιλανθρωπότατε, μεσίτευσον ὑπὲρ ἡμῶν, πρὸς τὸν Θεὸν καὶ Δεσπότην, καὶ ῥῦσαι κολάσεως ταῖς ἱκεσίαις σου.

 

                                       Καὶ νῦν. Προεόρτιον.

Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ