ΙΑΝΟΥΑΡΙΟΣ 29. ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΘΕΟΦΟΡΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ & ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΠΠΟΛΥΤΟΥ ΠΑΠΑ ΡΩΜΗΣ
ΙΑΝΟΥΑΡΙΟΣ ΚΘ΄
ΙΓΝΑΤΙΟΥ ΘΕΟΦΟΡΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
& ΙΠΟΛΛΥΤΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΑΠΑΣ ΡΩΜΗΣ[1]
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Θεοφόρου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοῖς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαῖς, τοῦ ἐνθέου κηρύγματος· ἔνθα πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῷ φέγγει, κατεστεμμένος τῆς χάριτος.
Ἱερῶς ἀπεδόθη σου, τῇ σῇ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλῶντα, τοὺς εὐσεβῶς σε γεραίροντας.
Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος· νῦν δὲ τῶν θείων λειψάνων σου, ἐν τῇ ἐπανόδῳ φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ᾽ ἑσπέρας ἐφήπλωσας· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Προσόμοια τοῦ Ἱερομάρτυρος. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Ἱερωσύνης τὴν χάριν Πάτερ δεξάμενος, θείαις διδασκαλίαις, κατεφώτισας πάντας, Ἱππόλυτε θεόφρον καὶ ἱεραῖς, συγγραφαῖς διεσάφησας, τῶν Προφητῶν θείους λόγους τρανῶν ἡμῖν, τὰ ἐκεῖσε ἐμφερόμενα.
Ὁμολογίας
ἐνθέου στέφει κοσμούμενος, καὶ τῶν αἱμάτων λύθρῳ, τὴν τῆς ἱερωσύνης, στολὴν
καταποικίλας ὅλως λαμπρός, καὶ ὡραῖος παρέστηκας, τῷ Βασιλεῖ καὶ Δεσπότῃ καὶ Ποιητῇ,
παμμακάριστε Ἱππόλυτε.
Ὡς παῤῥησίαν παμμάκαρ πρὸς τὸν Σωτῆρα Χριστόν, νῦν κεκτημένος πάντας, διάσῳζε κινδύνων, τοὺς πίστει σε τιμῶντας καὶ πειρασμῶν, καὶ δεινῶν περιστάσεων, καὶ ἐκ παθῶν καὶ πταισμάτων καὶ ἀναγκῶν, εὐπροσδέκτοις ἱκεσίαις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Ἢ Σταυροθεοτοκίον.
Ἀναρτηθέντα ὡς εἶδεν ἐπὶ Σταυροῦ τὸν Υἱόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκί;
Ἀπολυτίκιον. Τοῦ Θεοφόρου. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ ἔρωτι, ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις, θεοφόρος ἀνεδείχθης Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ΕΝ Τῼ ΟΡΘΡῼ
Ὁ Κανὼν τοῦ Θεοφόρου, οὗ ἡ Ἀκροστιχίς: Ἰγνάτιον τὸν Ἐῷον ἐν ᾄσμασιν ἀστέρα μέλπω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος
Ἰθύνας πρὸς ἀρετὴν τὸν βίον μου, φωτὶ καταύγασον, τῆς ἐνοικούσης χάριτος ἐν σοί, Θεοφόρε Ἰγνάτιε, καὶ τῶν παθῶν τὴν σύγχυσιν, ταῖς σαῖς πρεσβείαις διασκέδασον.
Γῆ ὥσπερ γονιμωτάτη πέφηνας, ἑκατοστεύοντα, καρποφορῶν τὸν σπόρον τῷ Χριστῷ, Θεοφόρε Ἰγνάτιε, τῷ τὰς ψυχὰς ἀρδεύοντι, τῇ ἐπομβρίᾳ τῇ τοῦ Πνεύματος.
Νοήσας προγνωστικῇ δυνάμει σου, τὸ εὐγενὲς τῆς ψυχῆς, ὁ τοῦ παντὸς Δεσπότης καὶ Θεός, Θεοφόρε Ἰγνάτιε, μαρμαρυγαῖς τοῦ Πνεύματος, θεοφεγγέσι κατελάμπρυνεν.
Ἀκτῖσι τοῦ νοητοῦ λαμπόμενος, Ἡλίου πάνσοφε, Ἀνατολῆς ἐξώρμησας λαμπρῶς, αἰσθητὸς ὥσπερ ἥλιος, τὸ ζοφερὸν τῆς Δύσεως, περιαυγάζων τῷ κηρύγματι.
Θεοτοκίον
Τριάδος τῆς ὑπερθέου πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ᾽ ἡμᾶς, εὐδοκίᾳ Γεννήτορος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Θεονύμφευτε.
Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος. Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος δ'. Ἅρματα Φαραώ
Δεῦτε μαρτυρικαῖς, εὐφημήσωμεν ᾠδαῖς, τὸν Ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρῶς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε.
Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρισθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ διπλῷ στεφάνῳ κεκόσμησαι.
Τῷ ἱερατικῷ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀγαλλιάσεως, προκεχρισμένος ἐλαίῳ, τῷ μαρτυρικῷ Ἱππόλυτε, ἐπεσφραγίσθης δι᾿ αἵματος.
Θεοτοκίον
Ἄφλεκτον Μωϋσῆς, ἐν τῷ ὄρει Σινᾷ, βάτον ἐθεάσατο, σὲ ζωγραφοῦσαν Παρθένε, αἴγλῃ μὴ φλεχθεῖσαν θείου πυρός∙ καὶ γὰρ Θεὸν ἐκύησας.
ᾨδὴ γ’. Τοῦ Θεοφόρου. Εὐφραίνεται ἐπὶ σοί
Ἰάτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοῖς δεινοῖς πάθεσι, τοῖς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε.
Ὁμόφρονά σε Χριστός, τῶν Ἀποστόλων εὖ εἰδὼς τέθεικε, θείῳ φωτὶ λάμποντα, ἐν ταῖς Ἐκκλησίαις διδάσκαλον.
Νεκρούμενον διὰ σέ, τὸν Ζωοδότην καθορῶν ἔδραμες, τὸν δι᾿ αὐτὸν θάνατον, πόθῳ ὑποστῆναι Ἰγνάτιε.
Θεοτοκίον
Τὸν Λόγον τὸν τοῦ Πατρός, προκαθαρθεῖσα ὦ σεμνὴ Πνεύματι, τῆς λογικῆς φύσεως, ἐπ᾿ εὐεργεσίᾳ γεγέννηκας.
Τοῦ Ἱερομάρτυρος. Τόξον δυνατῶν ἠσθένησε
Ἄρνας λογικοὺς ἐποίμανας, καὶ ὥσπερ ἀρνίον, τῶν σῶν προβάτων προτέθυσαι, τὸν ἁπάντων Ἀρχιποίμενα, καὶ Θεοῦ ἀμνὸν μιμούμενος.
Γάλα λογικὸν Ἱππόλυτε, τοὺς ποιμαινομένους, θεοπνεύστως ἐπότισας, τὸ Χριστοῦ δὲ τῆς μαρτυρίας, χαίρων πέπωκας ποτήριον.
Στίφους ἀθλητῶν ἡγούμενος ὑπὲρ εὐσεβείας, ὑπέδυς τὸ μαρτύριον, ἕνα δοξάζων Θεὸν Πατέρα, σὺν Υἱῷ καὶ θείῳ Πνεύματι.
Θεοτοκίον
Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Ὁ Εἱρμός
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Κάθισμα. Τοῦ Ἱερομάρτυρος. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Φωστὴρ ἀειλαμπής, ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων ἀστραπαῖς, τῶν ἐνθέων σου λόγων, ἡμῶν τὴν διάνοιαν, Ἱεράρχα Ἱππόλυτε· ὅθεν ἅπαντες, τὴν ἱεράν σου καὶ θείαν, μνήμην σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν.
Δόξα... Κάθισμα. Τοῦ Θεοφόρου. Ἦχος γ'. Θείας πίστεως
Θείῳ Πνεύματι, πεφωτισμένος, θράσος τύραννον, ἐν παῤῥησίᾳ, ποιμαντικῇ μεγαλοφρόνως κατῄσχυνας· καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Θείας φύσεως, οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος, Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!
ᾨδὴ δ'. Τοῦ Θεοφόρου. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία
Ὁ Θεοφόρος καλούμενος φερωνύμως· τὸν γὰρ Χριστὸν ἐνδέδυται διὰ πολιτείας, πάντας ἐπαλείφει λαμπρῶς, Μαρτύρων στεῤῥότητα, πόθῳ τῶν στεφάνων εἰσδέξασθαι.
Νενευρωμένος Ἰγνάτιε τῇ δυνάμει, τοῦ ἐν Σταυρῷ παγέντος ὑπὲρ σοῦ Θεοφόρε, θῆρας καθηρέθισας, τοῦ κόσμου χωρίσαι σε, πρὸς τὸν σὸν ποθούμενον ἔρωτα.
Ἐρασθεὶς τῆς ὡραιότητος τοῦ Δεσπότου, καὶ πρὸς αὐτὸν τὴν ἔφεσιν ἀνένδοτον ἔχων, τούτου τὰ παθήματα, προθύμως ἐζήλωσας, Μάρτυς Θεοφόρε Ἰγνάτιε.
Ὡραϊσμένος πορφύρᾳ τῶν σῶν αἱμάτων, Ἀρχιερεὺς καὶ χρίσματι τῆς ἱερωσύνης, Μάρτυς διαλάμπων Χριστῷ, κραυγάζεις γηθόμενος· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα θείᾳ δυνάμει, δημιουργῶν γεγέννηται ἐκ σοῦ Θεομῆτορ, κόσμον καταλάμπων φαιδρῶς, ἀκτῖσι θεότητος, καὶ θεογνωσίας λαμπρότησι.
Τοῦ Ἱερομάρτυρος. Τῆς σῆς ἐπὶ γῆς παρουσίας
Τῶν ἀρετῶν σου ὡς πολύπλοκος ἡ θεία σειρά∙ ὡς Ποιμὴν γὰρ καὶ Μάρτυς Ἱππόλυτε, παρὰ Θεοῦ τετίμησαι, σφόδρα ἐν αὐτῷ εὐφραινόμενος.
Τὴν προσφορὰν τοῦ Ἄβελ ὑπερβέβηκας· λογικοὺς γὰρ προσενήνοχας ἄρνας Θεῷ, καὶ τοῦ οἰκείου αἵματος, χαίρων τῷ Δεσπότῃ ἀπέσπεισας.
Αἱρετιζόντων τὴν παλίμφημον κακόνοιαν, διὰ τοῦ Πνεύματος τρεψάμενος μακάριε, Ἱερομάρτυς ἄριστος, πόθῳ τοῦ Δεσπότου γεγένησαι.
Θεοτοκίον
Ὡς εἶδον οἱ Ἄγγελοι Παρθένε Ἁγνή, ἐκ τῆς γαστρός σου προελθόντα τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν εὐφροσύνῃ ἔλεγον∙ Δόξα τῇ κυήσει σου Δέσποινα.
ᾨδὴ ε'. Τοῦ Θεοφόρου. Σὺ Κύριέ μου φῶς
Νῦν πρόσωπον Χριστοῦ, καθορῶν σὺ πρὸς πρόσωπον, Ἰγνάτιε τῶν ἐσόπτρων, ἀληθείᾳ λυθέντων, ἡνώθης σου τῷ ἔρωτι.
Εἵλκυσας φωτισμόν, ἐκ πηγῆς φωτοδότιδος Ἰγνάτιε· ταῖς ἀχράντοις, σὲ Χριστὸς γὰρ παλάμαις, κρατήσας καθηγίασε.
Νοῦν Πνεύματι Θεοῦ, κεκτημένος λαμπόμενον, Ἰγνάτιε θεογράφους, ἐπιστέλλεις ὡς πλάκας, τοὺς νόμους τοὺς τῆς χάριτος.
Θεοτοκίον
Ἄνωθέν σοι φωνήν, χαρμοσύνως ἐβόησεν, ὁ Ἄγγελος Θεοτόκε, τοῦ Δεσπότου ἀφράστως, μηνύων σοὶ τὴν σύλληψιν.
Τοῦ Ἱερομάρτυρος. Ὁ αὐτός
Σὺ Μάρτυς ἀληθῶς, ἱερεῦσι γεγένησαι, καὶ Μάρτυσιν Ἱεράρχης, καὶ διτταῖς ἀπαστράπτεις, ταῖς χάρισιν Ἱππόλυτε.
Λίθοι μὲν διαυγεῖς, ἐν χρυσῷ διαπρέπουσιν Ἱππόλυτε, τῷ δὲ φέγγει, τῆς σῆς ἱεραρχίας, ἡ αἴγλη τῆς ἀθλήσεως.
Μύθους ἑλληνικούς, εὐσεβῶς σὺ διήλεγξας, ὦ ἄριστε τῶν Μαρτύρων, καὶ παράνομον πλάνην, Ἑβραίων θείᾳ χάριτι.
Θεοτοκίον
Σὲ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα∙ σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδὴ ς'. Τοῦ Θεοφόρου. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε
Σοφίας, ἑλληνικῆς διέλυσας δόγματα, τὴν ἐνυπόστατον ἔχων, τοῦ Θεοῦ σοφίαν ἱερομύστα, καὶ μετ᾿ ἤχου, τὸ τῆς πλάνης μνημόσυνον ὤλεσας.
Μὴ παύσῃ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, καθικετεύων παμμάκαρ, πειρασμῶν ῥυσθῆναι χαλεπωτάτων, καὶ κινδύνων, Ἱερεύς δεδειγμένος εὐπρόσδεκτος.
Ἀνδρείᾳ, καὶ φρονήσει διέπρεψας Ὅσιε, δικαιοσύνης τε κάλλει, Θεοφόρε Μάρτυς καὶ σωφροσύνης, καὶ τῷ κύκλῳ τῶν ἀρετῶν, ἐφάνης κοσμούμενος.
Θεοτοκίον
Σὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ἐκ τῆς γαστρός σου Λόγος προέρχεται.
Τοῦ Ἱερομάρτυρος. Ὁ αὐτός.
Τέθυκας, τῷ Σωτῆρι θυσίαν αἰνέσεως, ἐν Ἐκκλησίᾳ Ὁσίων, ὡς Θεοῦ μεσίτης τε καὶ ἀνθρώπων, καὶ προθύμως, τὴν ψυχήν σου προσῆξας δι᾿ αἵματος.
Εἴληφας, χαρισμάτων πληθὺν διὰ Πνεύματος, Ἱερομάρτυς θεόθεν, ἐν ἀνοίξει θείων χειλέων σου, καὶ προσάγεις, εὐχαρίστως σαυτὸν θανατούμενος.
Ὡς θεῖον, τῶν ἀθλητῶν σου Χριστὲ τὸ σύστημα, τῶν ἐν ἐλπίδι κειμένων, ὡς παρόντων ἤδη κατατρυφώντων, καὶ ἡδίῳ, τῆς ζωῆς ἡγουμένων τὸν θάνατον.
Θεοτοκίον
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.
Ὁ Εἱρμός
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντάκιον. Τοῦ Θεοφόρου. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐξ Ἑῴας σήμερον, ἐξανατείλας, καὶ τὴν κτίσιν ἅπασαν, καταλαμπρύνας διδαχαῖς, τῷ Μαρτυρίῳ κεκόσμηται, ὁ Θεοφόρος καὶ θεῖος Ἰγνάτιος.
Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Σιναΐτου, τοῦ πνευματικοῦ· ἐκ τῆς Ῥεθύμνης τῆς Κρήτης καταγομένου.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων· Φιλοθέου, Ὑπερεχίου, Ἀβίβου, Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου ἱερέως καὶ Παρηγορίου.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες· Σιλουανὸς ἐπίσκοπος Ἐμέσης, Λουκᾶς διάκονος, καὶ Μώκιος ὁ ἀναγνώστης, θηριομαχήσαντες τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων· Σαρβήλου καὶ Βεβαίας, τῶν ἐν Ἐδέσσῃ τῆς Συρίας μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, ἐπισκόπου Ἐδέσσης Συρίας.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Χρυσῆς, κατὰ τὸν πρώτο αἰῶνα.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κωνστάντιου, ἐπισκόπου Περούντζιας Ἰταλίας, κατὰ τὸν δεύτερο αἰῶνα.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Παπία καὶ Μαύρου, τῶν ἀθλησάντων ἐπὶ Διοκλητιανοῦ.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Σαβινιανός, ὁ ἐκ Σάμου, καὶ ἐν Τρουᾷ τῆς Γαλλίας, ἐν ἔτει 275ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἱερομάρτυς Ἀκυλίνος, πρεσβύτερος τῆς Ἐκκλησίας τῶν Μεδιολάνων, ὑπὸ τῶν ἀρειανοφρόνων τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀφραάτου τοῦ Πέρσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ποταμίωνος, ἐπισκόπου Ἀκραγαντινῶν τῆς Σικελίας.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Γκίλτα , τοῦ ἐν Βρεττάνῃ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Μπλὼ ἢ Φιόρας, ἢ Φιορούλας, ἢ Λελούδας (Ἀνθισμένα λουλούδια), λαϊκῆς μαγείρισσας στὸ Μοναστήρι Κιλντεὰρ τῆς Ἰρλανδίας
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σουμπλικίου Σεβήρου, μαθητοῦ τοῦ Ἁγίου Μαρτίνου Τουρώνης.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Χιοπολίτου, τοῦ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1802ῳ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Λαυρεντίου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἰγνατίου, ἐπισκόπου Σμολὲνσκ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ὁσίων· Γερασίμου, Πιτιρὶμ καὶ Ἰωνᾶ, ἐπισκόπων Πὲρμ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου Πετταί, τοῦ Ἱερομάρτυρος Ἐσθονίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τοῦ Θεοφόρου. Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες
Ἱερωσύνης, ἠγλαϊσμένος μύρῳ Ὅσιε θείῳ, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Νομοθεσίᾳ, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτῳ οὐρανίῳ ἔθρεψας τοὺς πιστούς, τῷ Δεσπότῃ σου κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Ἀκτινοβόλοις, αὐγαῖς παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα.
Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταῖς τῶν θηρῶν, καὶ τῷ τρέφοντι τὰ σύμπαντα, θείᾳ χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.
Τοῦ Ἱερομάρτυρος. Ὁ διασώσας ἐν πυρί
Μαρτυρικαῖς μαρμαρυγαῖς, ἱερατικαῖς τε φωτίζεις Ἱερομάρτυς πεφηνώς, τοὺς βοῶντας Χριστῷ ἐν τῇ μνήμη σου∙ Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.
Τὸν προγνωσθέντα τηλαυγῶς, ἆθλον ἱερώτατον Πάτερ, τοῦ μαρτυρίου καθορῶν, ἐφεστῶτά σοι χαίρων ἐκραύγαζες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.
Ὁ τὰς αἰκίας ἐνεγκών, ὑπὸ τῆς ἐμπύρου ἀγάπης, τοῦ μαρτυρίου καρτερῶς, παῤῥησίᾳ ἐβόα Ἱππόλυτος· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Θεοτοκίον
Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ἐνδημήσαντα, ὑπερύμνητον Δέσποιναν, ἐπαξίως εὐφημοῦμεν ὡς Θεοτόκον.
ᾨδὴ η'. Τοῦ Θεοφόρου. Χεῖρας ἐκπετάσας Δανιήλ.
Ἑστὼς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας· νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ᾿ ἐβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥυθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοῖς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοῖς σοφίας ὀχετοῖς, ἄρδην κατέκλυσας. Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.
Ἀπείρῳ λαμπόμενος φωτί, τῷ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοῖς μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Μανίαν καὶ χάσματα θηρῶν, οὐκ ἐδειλίασας, θεῖε Ἰγνάτιε· ἡ τοῦ Ὑψίστου γὰρ δύναμις, ἐκ Παρθένου ἀνατείλασα, τὴν πανοπλίαν τοῦ Σταυροῦ σὲ περιέβαλεν. Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶντα τὸν Κύριον.
Τοῦ Ἱερομάρτυρος. Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα
Ὡς λιπαρὰ καὶ πίων ἡ θυσία! ὁ καλὸς γὰρ ποιμήν, προβάτου δίκην προσάγεται, Χριστῷ κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικῷ στεφάνῳ ἐξαστράπτων, τῇ Ἐκκλησίᾳ σου Χριστέ, ὁ Ἱεράρχης ἀνέτειλεν. Ὑμνεῖτε παῖδες, γεγηθὼς ἀνακράζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῇ τοῦ ἀπειλουμένου ἀποφάσει, ὁ τοῦ Χριστοῦ ἀθλητής, θανάτου χαίρων Ἱππόλυτος, ἐβόα∙ Παῖδες, τὸν Χριστὸν εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τὴν ἀποῤῥήτως καὶ ἀσπόρως συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαράν, τῇ οἰκουμένῃ Χριστὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός
Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Τοῦ Θεοφόρου. Λίθος ἀχειρότμητος
Ἔρως ὁ θειότατος μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀΰλῳ πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σε κατέστησε.
Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτῳ Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγών, ὁρμὰς ἀγρίων καὶ λογικῶν θηρίων· καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.
Ποικίλῳ κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις· τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἓν συνῆλθε καὶ μαρτυρίου κλέος· καὶ δι᾿ ἀμφοῖν ὡς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι.
Ὡς ἱεροφάντωρ ὑπάρχων, τῇ παῤῥησίᾳ κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νῦν λυτρωθῆναι καθικέτευε.
Θεοτοκίον
Ὡς τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ἁγνή, τιμιωτέρα Θεὸν ἐκύησας, ἐν ταῖς ἀγκάλαις φέρουσα, τὸν Πατρικοῖς κόλποις καθήμενον.
Τοῦ Ἱερομάρτυρος. Ὁ τόκος σου ἄφθορος ἐδείχθη
Ὡς πανευκλεὴς Ἱερομάρτυς, διττῷ κατελάμπρυνας τῷ φέγγει, τὴν Χριστοῦ Ἐκκλησίαν, καὶ εὐφραίνεις τὰς καρδίας τῶν σὲ ὑμνούντων∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.
Πηγὴν ἀναβλύσας διδαγμάτων, παμμάκαρ Χριστοῦ τῇ Ἐκκλησίᾳ, μαρτυρικῶν ἐξ αἱμάτων, τοὺς κρουνοὺς ποταμηδὸν τῷ Θεῷ προσφέρεις∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.
Ἐδίδαξας ἕνα θεηγόρε, Θεὸν προσκυνεῖσθαι ἐν Τριάδι, Δημιουργὸν ἁπάντων, ὁρατῶν τε ποιημάτων καὶ ἀοράτων, μαρτυρικῷ τε, ἐκοσμήθης διαδήματι.
Θεοτοκίον
Ἀστράπτων σοι Ἄγγελος ἐπέστη, καὶ μαργαρυγαῖς τῆς παρθενίας, σφοδρῶς σου ἀντεστράφη, ἑαυτοῦ ὡς τῆς οἰκείας ἐπιλελῆσθαι δόξης∙ τὸ Χαῖρε, διὸ φόβῳ σοι ἐφθέγξατο.
Ὁ Εἱρμός
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον. Τοῦ Θεοφόρου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.
Τοὺς πόθῳ ἑορτάζοντας, τὴν σὴν φαιδρὰν ἐπάνοδον, Ἰγνάτιε Θεοφόρε, Ἱερομάρτυς παμμάκαρ, λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, διδοὺς πταισμάτων ἄφεσιν, ὡς εἰληφὼς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀποῤῥήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε.
.jpg)
Σχόλια
Δημοσίευση σχολίου