ΙΑΝΟΥΑΡΙΟΣ Κ. ΟΣΙΟΣ ΕΥΘΥΜΙΟΣ ΜΕΓΑΣ

 

+ ΙΑΝΟΥΑΡΙΟΣ Κ΄.

ΕΥΘΥΜΙΟΣ ΟΣΙΟΣ ΜΕΓΑΣ

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων ἁψίδων περιϊπτάμενος, δι᾿ ἀρετῆς ἐνθέου, παμμακάριστε Πάτερ, ὑπέδυς ἐν τῷ γνόφῳ δι᾿ ἧς ἀληθῶς, οὐκ ἐν αἰνίγμασιν Ὅσιε, ἀλλ᾿ ἐν τῇ χάριτι ὤφθης τῇ τοῦ Θεοῦ, τὰς ἐλλάμψεις εἰσδεχόμενος. (Δίς)

Ταῖς ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, εἰς Χριστοῦ Βασιλείαν. Εὐθύμιε τρισμάκαρ προσφέρων αὐτῷ, τὰ τῶν πόνων σου δράγματα, ἐν ἀσκηταῖς· σὺ φωστὴρ γὰρ ἀναδειχθείς, τῆς ἀγήρω ἀπολαύεις τρυφῆς. (Δίς)

Δόξα... Ἦχος β'

Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ᾿ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων, νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Πάτερ Εὐθύμιε.

Καὶ νῦν... Ἦχος β'

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες. Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη· δι᾿ ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ

Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν, Χριστοῦ Πάτερ Εὐθύμιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ἤρθης ὡς Ἠλιού, ἐν ἅρματι πυρίνῳ, καὶ συνεκράθης μάκαρ, ἀμέσως τῇ Τριάδι, Εὐθύμιε παγκόσμιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Φέρων ἐν ταῖς χερσί, σοῦ Πάτερ τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα τελείως, Εὐθύμιε ἠφάνισας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσαντα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ'

Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.


 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Πάτερ Εὐθύμιε τὸν σόν, τόκον προκατήγγειλε, σταλεὶς οὐράνιος Ἄγγελος, ὡς τοῦ βλαστήσαντος, ἐκ νηδύος στείρας, Ἰωάννου· τούτου γάρ, ἐδείχθης ζηλωτὴς ἐκμαγεῖόν τε, ἀκτήμων ἄοικος· βαπτιστὴς καὶ ὀρεσίτροφος, ὑπερλάμψας, τοῖς ἀπείροις θαύμασι.

Πάτερ Εὐθύμιε καρπός, ἔφυς μὲν στειρώσεως, ἀλλ᾿ ὤφθης ὄντως πολύγονος· ἐκ γὰρ τοῦ σπέρματος, τοῦ πνευματικοῦ σου, Μοναστῶν πεπλήρωται, ἡ ἔρημος ἡ πρὶν ἀδιόδευτος· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Εὐθύμιε ὁ σός, βίος ἀνυπέρβλητος, ἡ πίστις ὄντως ὀρθόδοξος· καὶ γὰρ ἐκ πράξεων, πρὸς ὑψηλοτάτην, θεωρίαν ἤλασας, σοφίας ἐνδιαίτημα, ἐν δύω φύσεσιν, ἕνα σέβων τῆς Τριάδος Χριστόν, ᾧ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερα Προσόμοια. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς

Ὁ ἐκ νηδύος μητρὸς ἡγιασμένος, ὅτε τὸ παντέφορον ὄμμα τὴν πρόθεσιν, καὶ τὴν ῥοπὴν πρὸς τὰ κρείττονα, ἐπειγομένην, ἀνεπιστρόφως σοῦ προεώρακε, τότε παμμακάριστε, δῶρον θεόσδοτον, τῆς εὐθυμίας φερώνυμον, μεμηνυκός σε, τὴν τῶν φυσάντων λύει κατήφειαν· ὅθεν ἐκ βρέφους προηγμένος, τῷ εὐεργέτῃ Θεῷ εὐηρέστησας, Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ χαρισμάτων ἐνθέων πεπλησμένος, σὲ ὡς ἀκηλίδωτον, ἔσοπτρον Πάτερ εὑρών, Χριστὸς τῶν θείων ἐμφάσεων, λαμπρὰς οἰκείου, μαρμαρυγὰς φωτός σοι ἐξήστραψεν, ἐντεῦθεν ἰάσεων, ἄφθονος ὤφθης πηγή, διατροφή τε λιμώττουσι, καὶ τῶν διψώντων, δι᾿ ἐπομβρίας ἄρδων τὴν ἔφεσιν· τὰς ψυχικὰς δὲ διαθέσεις ὁρῶν, σοῦ τῷ λόγῳ σοφῶς ἐβελτίους Θεῷ· Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ θεωρίᾳ καὶ πράξει διαλάμψας, σοῦ ὁ μὲν ἰσάγγελος βίος κανὼν ἀρετῆς, καὶ χαρακτὴρ ἀκριβέστατος, τῶν αἱρουμένων, Θεῷ λατρεύειν ἐν τελειότητι· ὁ σὸς δὲ θεόσοφος λόγος Εὐθύμιε, Τριάδα σέβειν ἐδίδαξε, Χριστὸν δὲ ἕνα, ἐν δύω φύσεσι γνωριζόμενον· καὶ τὰς Συνόδους ἰσαρίθμους, τῇ τετρακτύϊ τῶν Εὐαγγελίων Χριστοῦ· Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος γ'

Ἀφιερωθεὶς τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, ὡς ἄλλος Σαμουήλ, Πάτερ Εὐθύμιε, φερωνύμως γέγονας, εὐθυμία τῶν πιστῶν, μοναζόντων βακτηρία, καὶ ἑδραίωμα, τοῦ Ἁγίου Πνεύματος καθαρὸν οἰκητήριον. Αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ᾿ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα· διὸ Μητροπάρθενε Δέσποινα, Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε, 15-23 & ΣΤ, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν· καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος γ΄

Ὠχυρωμένος τὸν νοῦν γνώσει θείᾳ, Πάτερ Εὐθύμιε, τὰ παρερχόμενα παρέδραμες, μηδὲν θαυμάσας τῶν ἐπιγείων· ἐν μὲν θλίψεσι μεγαλόφρων φανεὶς καὶ γενναιότατος· ἐν δὲ ἀσκήσει καὶ εὐθυμίᾳ, ταπεινὸς καὶ μέτριος· καὶ τοῦ παρόντος βίου τὸ ἄστατον πέλαγος, σοφῶς διαπεράσας, εἰς εὔδιον λιμένα κατήντησας. Χριστὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Δόξα... Ἦχος ὁ αὐτός.

Εὐθυμεῖτε ἔλεγε, τοῖς γεννήτορσιν Ἄγγελος Κυρίου, ὅτι παιδίον ἐκ σπλάγχνων γεννήσεται ἡμῖν, εὐθυμίας φερώνυμον· ἐνεφύης δὲ γαστρί, φέρων αὐτοῖς τὸ ἐπάγγελμα, καὶ ἐκ σπαργάνων τῇ εὐχῇ συνανεστράφης, Πάτερ Εὐθύμιε.


Καὶ νῦν. Θεοτοκίον

Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν

Χαίροις, ὡς εὐθυμίας ἀρχή, τῆς Ἐκκλησίας γεγονὼς Πάτερ Ὅσιε· τῇ σῇ γὰρ γεννήσει πάσας, αἱρετικῶν τὰς ὁρμάς, ἐκ Θεοῦ προνοίας ἀπεκρούσατο· διό σε φερώνυμον, ὀνομάζει Εὐθύμιον. Τῶν οὐρανίων, Οὐσιῶν δὲ τὰ τάγματα, χαρὰς ἔπλησας, τῇ τοῦ βίου λαμπρότητι, οἷς καὶ συναυλιζόμενος, φωτός τε πληρούμενος, καὶ πανολβίου καὶ θείας, ἐναπολαύων ἐλλάμψεως, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ῥάβδῳ, τῇ τοῦ Σταυροῦ στηριχθείς, τῆς ἀνομίας τοὺς χειμάῤῥους ἐξήρανας· χειμάῤῥουν τρυφῆς δὲ θείας, καὶ Παραδείσου πηγήν, νοερῶς παμμάκαρ ποτιζόμενος, πηγὰς σωτηρίους, ἐν τῇ ἐρήμῳ ἀνέδειξας· ἐπιῤῥοαῖς δέ, θείου Πνεύματος Ὅσιε, πιαινόμενος, ὥσπερ φοίνιξ ἀνέδραμες, ὕψος πρὸς ἐπουράνιον· καὶ στῦλος πυρίμορφος, ὤφθης θεόφρον καὶ πλήρης, φωτοειδοῦς ἐπιλάμψεως, Χριστοῦ· Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὄντως, ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ παμμακάριστε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἑορτάζοντος, τερπνῆς ἀκουσόμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει Εὐθύμιε· ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας· ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. α'

Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας, τοῦ Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο· καὶ τῆς ὁμοουσίου Τριάδος, θεράπων γενόμενος, μεγαλοκήρυξ Εὐθύμιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥητον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ'

Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.


 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον

Τῷ φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις διδαχαῖς, καταφωτίζων Εὐθύμιε, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας σοι.

Δόξα... Ὅμοιον

Ἐξ Αἰγύπτου ἤστραψας, ὡς ἑωσφόρος, καὶ τὸν κόσμον ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, ἠγλαϊσμένε Εὐθύμιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τῆς ἀσκήσεως.

Καὶ νῦν... Θεοτοκίον

Ἐν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ᾿ ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ Φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους σου.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. α'. Τὸν συνάναρχον Λόγον

Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας· καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Εὐθύμιε θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει πρὸς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀληθῶς, τοὺς πάντας σῴζειν ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου γευσάμενος Ὅσιε, μοναζόντων ἐδείχθης, Διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, καὶ πρὸς γνῶσιν τῆς πίστεως. Σημαιοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον, Ὁσιακόν.                    

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῶν ἐν τῷ βίῳ πραγμάτων κατεφρόνησας Πάτερ Εὐθύμιε, ὅτι τὴν ἄνω πολιτείαν ἐπεπόθησας· πλοῦτον ἑβδελύξω, ἐνδυσάμενος ταπείνωσιν· τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω τὴν ἐγκράτειαν· ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνην· διὸ Πάτερ Ὅσιε, μνημόνευε καὶ ἡμῶν, ἐν ταῖς ὁσίαις εὐχαῖς σου πρὸς Κύριον.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Ταῖς σαῖς προσευχαῖς παμμάκαρ, φῶς μοι νέμοις. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε

Ταῖς προσευχαῖς σου καὶ ταῖς σαῖς δεήσεσιν, ἐκδυσωπῶν τὸν Θεόν, τὸ σκοτεινὸν νέφος, τὸ τῆς ἀθυμίας μου, παμμάκαρ διασκέδασον, εὐθυμίας ὑπάρχων, καὶ θυμηδίας ἀνάπλεως, τῷ Παμβασιλεῖ παριστάμενος.

λλος καθάπερ Σαμουὴλ θεόσδοτος, καὶ πρὸ συλλήψεως, ἐπαγγελθεὶς Πάτερ, πάσαις ἐναπέφηνας, ταῖς Ἐκκλησίαις Ὅσιε, φερωνύμως τὴν κλῆσιν, κατάλληλον ἐπαγόμενος, τῇ τῆς εὐθυμίας φαιδρότητι.

κετηρίᾳ καὶ δεήσει χρώμενοι, οἱ σοὶ γεννήτορες, πρὸς τὸν Θεὸν δῶρον, θεῖόν σε κομίζονται, καὶ φωτοφόρον βλάστημα, τῇ γεννήσει μηνύον, τῆς εὐσεβείας τὴν ἔλλαμψιν, καὶ τὸν τῆς αἱρέσεως ἔλεγχον.

Σὺ ἐκ παιδὸς καθιερώθης Ὅσιε, τῷ δεδωκότι Θεῷ, καὶ πρὸς Αὐτὸν βλέπων, καὶ καθοδηγούμενος, ζωοποιοῖς προστάγμασι, τοῖς αὐτοῦ θεοφόρε, πρὸς ὕψος ἤρθης μετάρσιον, τὸ τῶν ἀρετῶν διὰ πίστεως.

Θεοτοκίον

Σὲ Θεομῆτορ προστασίαν ἔχοντες, οὐ δειλιάσομεν, τὸ τῶν ἐχθρῶν στῖφος, τὸ ἀντιμαχόμενον, τοῖς εὐσεβῶς δοξάζουσι, τὸν ἐκ σοῦ γεννηθέντα, Θεὸν τῶν ὅλων καὶ Κύριον, Ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπησον.

Καταβασία.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

 

ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς

πὸ στειρώσεως τεχθείς, πνευματικῆς γεωργός, πολυγονώτατος ὤφθης, τὰς ἀκάνθας ἐκτεμών, τῆς ἀσεβείας Ὅσιε, καὶ εὐσεβείας σπόρον, ἔνθεον καταβαλόμενος.

ερουργὸς ὑπερφυῶν, καὶ μυστικῶν θεαμάτων, θεοφόρε γεγονώς, τοὺς ἀπίστους, προσενήνοχας Χριστῷ, θεοπρεπῶς πιστεύοντας, ταῖς διδαχαῖς σου Πάτερ, διδασκομένους τὰ κρείττονα.

Σωφρονεστάτῳ λογισμῷ, καὶ εὐσεβεῖ κεχρημένος, τῶν ῥευστῶν καὶ φθειρομένων αὐτίκα, τὴν αἰώνιον ζωήν, καὶ τὴν τρυφὴν προέκρινας, δι᾿ ἐγκρατείας ἄκρας, σάρκα νεκρώσας Εὐθύμιε.

Πυρπολουμένῃ τῇ ψυχῇ, καὶ τετρωμένῃ τῷ πόθῳ, τοῦ Χριστοῦ τὰς πυριφλέκτους ἐνέδρας, τῶν δαιμόνων ἐκφυγών, τῇ δροσοβόλῳ χάριτι, κατελαμπρύνθης Πάτερ, σημειοφόρος γενόμενος.

Θεοτοκίον

ήσεις τῶν θείων Προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπεσφράγισας τεκοῦσα τὸν Λόγον, τὸν λαλοῦντα δι᾿ αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα, θεηγορίας μόνη, εὐλογημένη πανύμνητε.

Καταβασία.

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Ἐγκρατείας ἐλαίῳ τὴν τῆς ψυχῆς, ἐκπληρώσας λαμπάδα πνευματικῶς, ποθῶν τὴν ἀείφωτον, τοῦ Νυμφίου σου ἔλευσιν, προσευχαῖς ἀγρύπνοις, ἐτήρησας Ὅσιε, καὶ νυμφῶνι τούτου, εὐφραίνει μακάριε· ὅθεν ἐπαξίως, τὴν τρυφὴν ἐκομίσω, τὴν ὄντως ἀείζωον, καὶ θαυμάτων ἐνέργειαν. Θεοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν δυσχερῶν, νῦν ὡς ἀκυβέρνητον ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβεία, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε

λον σαυτόν, Πάτερ Θεῷ καθιέρωσας, ἀθανάτου, δόξης ἐφιέμενος, καὶ πρὸς αὐτόν, ἔδραμες θερμῶς, διὰ πολιτείας, ἀμέμπτου καὶ δι᾿ ἀσκήσεως, καὶ βίου λαμπροτάτου, ἀνενδότως κραυγάζων· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Σὺ τὴν πηγήν, Ὅσιε τῆς ἀγαθότητος, ἀγαπήσας, ὅλης ἐκ δυνάμεως, τοῖς ἀσκηταῖς, γέγονας πηγή, θείων χαρισμάτων, διψῶντας τούτους ἰώμενος· πηγὰς γὰρ ὥσπερ πάλαι, Μωϋσῆς ἐν ἐρήμῳ, παραδόξως παμμάκαρ ἀνέβλυσας.

πιφανείς, ἐκ τῶν ἀδύτων τοῦ Πνεύματος, τῆς παιδίσκης, γόνους ἠλευθέρωσας, υἱοὺς Θεοῦ ἀξιοπρεπῶς, τούτους ἀναπλάσας, υἱοθεσίας Βαπτίσματι· τοῦ θείου γὰρ Προδρόμου, μιμησάμενος βίον, Βαπτιστὴς ἀνεδείχθης Εὐθύμιε.

πὸ Θεοῦ, τοῖς ἀγνοοῦσιν Εὐθύμιε, ἐπεγνώσθης, χάριτι λαμπόμενος· οὐ γὰρ τὴν σήν, ἔδει ἀρετήν, ὄντως ἐν ἐρήμῳ, λαθεῖν καὶ κατακαλύπτεσθαι· διό σε φωτοφόρον, ὡς φωστῆρα τοῖς πᾶσιν, ὁ Δεσπότης τῶν ὅλων ἀνέδειξε.

Θεοτοκίον

Χαῖρε σεμνή, χαῖρε Παρθένε πανάχραντε, χαῖρε Ὄρος, χάριτι κατάσκιον, χαῖρε Σκηνή· χαῖρε Κιβωτέ, χαῖρε Λυχνία, τὸ Φῶς τὸ θεῖον βαστάζουσα· χαρᾶς γὰρ ἀνεκφράστου, καὶ ψυχῶν εὐφροσύνης, τοῖς πιστεύουσι πρόξενος γέγονας.

Καταβασία.

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα, τῆς σῆς αἰνέσεως.

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω

σκητῶν εὐσεβείας, ἐπὶ τὴν οὐράνιον τρίβον Εὐθύμιε, προηγήσω Πάτερ, καὶ πρὸς κληροδοσίαν ἀνώλεθρον, ἐν ὑψίστοις ἄγων, στῦλος πυρός τε καὶ νεφέλης, δεδειγμένος τῇ αἴγλῃ τοῦ Πνεύματος.

ατρὸν ἀσθενούντων, ἄγαν συμπαθέστατον κόσμῳ δεδώρηται, ὁ Χριστός σε Πάτερ, καὶ πεινώντων τροφέα παράδοξον, παιδευτὴν ἀφρόνων, σωφρονιστὴν ἀγνωμονούντων, ὀρφανῶν καὶ πτωχῶν ἀντιλήπτορα.

Συμπαθὴς ἐλεήμων, γνώμην ταπεινόφρονα φέρων γεγένησαι, τῶν παθῶν ἐκτέμνων, τὰς αἰτίας ἐνθέοις διδάγμασι, καὶ σοφίζων Πάτερ, καὶ νουθετῶν τοὺς φοιτητάς σου, καὶ ψυχῶν θεραπεύων νοσήματα.

Πανταχοῦ τὰς ἀκτῖνας, πέμπων τῶν θαυμάτων σου πάντας ἐφώτισας· καὶ μαγνῆτις ὥσπερ, ἐφειλκύσω πρὸς τὰ σὰ παιδεύματα, διαπλάττων ἤθη, καὶ τῶν ψυχῶν τὰς διαθέσεις, ἐμβατεύων ψυχῆς καθαρότητι.

Θεοτοκίον

ληθῆ Θεοτόκον, πάντες σε κηρύττομεν θεοχαρίτωτε, οἱ τῇ σῇ γεννήσει, τῆς φθαρτῆς λυτρωθέντες γεννήσεως, καὶ πρὸς τὴν ἀμείνω, πάλιν ζωὴν ἀνακληθέντες, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Καταβασία.

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ

Μεγίστην παρὰ Θεοῦ, τὴν ἐξουσίαν δεξάμενος, τὰ πλήθη τῶν δυσμενῶν, δαιμόνων ἐδίωξας, τῆς τούτων στρεβλώσεως, ἰώμενος πάντας, τοὺς ἐν πίστει σοι προστρέχοντας.

Μακάριος ἀληθῶς, ἐγένου Πάτερ Εὐθύμιε, πτωχείαν πλουτοποιόν, καὶ πένθος χαρμόσυνον, κτησάμενος Ὅσιε· δι' ὧν Βασιλείαν, οὐρανῶν ἐκληρονόμησας.

πώσω τὴν ἐπὶ γῆς, τιμὴν καὶ δόξαν εὐμάραντον, ἀΐδιον δὲ ζωήν, καὶ κλῆρον ἀκήρατον, παμμάκαρ ἀπείληφας, σκηνὰς οὐρανίους, κατοικήσας ἀσφαλέστατα.

Θεοτοκίον

Κυρίαν σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀῤῥήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα πανάμωμε.

Καταβασία.

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστέ, σὺ Θεός μου.

 

Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς τῆς φύσεως

Ἐν τῇ σεπτῇ γεννήσει σου, χαρὰν ἡ κτίσις εὕρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τὴν εὐθυμίαν ἔλαβε τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καὶ ἀποκάθαρον ἁμαρτημάτων κηλῖδας, ὅπως ψάλλωμεν· Ἀλληλούϊα.

Ὁ Οἶκος

Ἐκ ῥᾳθύμου καρδίας τὴν αἴνεσιν, πῶς προσοίσω ὁ ἄθλιος δέδοικα, καὶ ὑμνήσω τὸν μέγαν Εὐθύμιον; ἀλλὰ τούτου θαῤῥῶν ταῖς δεήσεσιν, ἐν εὐθυμίᾳ καὶ σπουδῇ πολλῇ, τῇ ᾠδῇ ἐγχειρήσω, καὶ πᾶσιν ἐξείπω αὐτοῦ τὴν πολιτείαν, καὶ τὴν γέννησιν, καὶ πῶς οἱ τούτου γονεῖς ἔψαλλον τὸ· Ἀλληλούϊα.

 

Συναξάριον.

Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Βάσσου, Εὐσεβίου, Εὐτυχίου καὶ Βασιλίδη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἰννᾶ, Πιννᾶ καὶ Ῥιμμᾶ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Θύρσου καὶ Ἁγνῆς.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἄννης τῆς Ῥωμαίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ τελώνου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φαβιανοῦ, πάπα Ῥώμης

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος τοῦ Μακέλλη, τοῦ Θρακός.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μπλόνατ ἢ Φλωρεντίου, τοῦ Ἰρλανδοῦ πρίγκιπος καὶ ἡγουμένου τῆς Ἀϊόνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φέχιν ἢ Φαῖστου ἢ Παρθενίου τοῦ ἀσκητοῦ, ἡγουμένου ἐν Ἰρλανδίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ζαχαρίας ὁ ἐξ Ἄρτης, ἐν Πάτραις, ἐν ἔτει 1782ῳ, τὰ σκέλη σχισθείς, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λαυρεντίου τοῦ ἐγκλείστου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, κατὰ τὸν δωδέκατο αἰῶνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ ἡσυχαστοῦ, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, ἀρχιεπισκόπου Τιρνόβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου, κτίτορος τῆς Μονῆς τοῦ Ζιανζέμα Βολογκντὰ Ῥωσσίας, κοιμηθέντος κατὰ τὸ ἔτος 1470.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Ἀρχαγγὲλσκ Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ Τὸμσκ Ῥωσσίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν

σκήσεως στάδιον, ἁγιωσύνης Πάτερ γυμνάσιον, τὸν σὸν ἔδειξας βίον, δι᾿ ἐγκρατείας ἄκρας ἑνούμενος, τοῖς Ἀσωμάτοις κραυγάζων Εὐθύμιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ομφαίαν σε δίστομον, ἠκονημένην Χριστὸς ἀνέδειξε, τῶν ἐχθρῶν τὰς καρδίας, καὶ τῶν δαιμόνων σφάττουσαν φάλαγγας, καὶ τῶν ψαλλόντων ψυχὰς κατευφραίνουσαν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Φωτὸς ἐμφορούμενος, τοῦ Τρισηλίου Πάτερ φῶς δεύτερον, τῇ μεθέξει τοῦ πρώτου, μεμορφωμένος ὤφθης Εὐθύμιε, τὰς λαμπηδόνας ἐκπέμπων τοῖς ψάλλουσιν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

ς ὄρθρος ἀνέτειλας, δικαιοσύνης Ἥλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς ἀγνωσίας ἀνακαθαίροντα, θεογνωσίας ἀκτῖσιν, ᾧ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καταβασία.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.


ᾨδὴ η'. Ἑπταπλασίως κάμινον

Συντονωτάτῃ χρώμενος, ἐγκρατείᾳ πανόλβιε, πρὸς ὑψηλοτάτην, πολιτείαν ἔφθασας, δοχεῖον γενόμενος, χωρητικὸν τοῦ Πνεύματος, τοῦ ζωοποιοῦ, καὶ τῶν ἐκεῖθεν πλουσίως, βρυόντων χαρισμάτων, μελῳδῶν ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μεταναστεύων ἔφθασας, τῆς Σιὼν τὴν ἀκρόπολιν, εἰς τὰς αἰωνίους, δὲ μονὰς κατήντησας, καὶ κλῆρον οὐράνιον, ἐκ τῶν οἰκείων πόνων εὑρών, ταῖς ἀγγελικαῖς, χοροστασίαις συμψάλλεις· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

λολαμπὴς ὡς ἥλιος, τὰς ἐρήμους ἐφώτισας, τοὺς σκοτεινομόρφους, ἀπελάσας δαίμονας, καὶ στῦλος ὁλόφωτος, οὐρανομήκης γέγονας, θαυματοποιούς, μαρμαρυγὰς ἀποστίλβων, ἀπαύστως ἀνακράζων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ερωτάταις πράξεσι, διὰ βίου κοσμούμενος, τὴν ἀρχικωτάτην, ἀρετὴν κατώρθωσας, δογμάτων ὀρθότητι, διαπρεπὴς γενόμενος, καὶ θεολογίας ἀκριβοῦς ὑποφήτης, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Νύμφη Θεοῦ πανάμωμε, τοὺς πρὸς σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας, τῶν παθῶν ἐξάρπασον· καὶ τὴν αὐτοδέσποτον, ἐλευθερίαν Δέσποινα, ταῖς τῶν ὀρθοδόξων, Ἐκκλησίαις παράσχου, ταῖς πίστει μελῳδούσαις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ, προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.

γνώρισε Χριστός σοι τὴν πρὸς αὐτόν, πολυέραστον Πάτερ ἀνάλυσιν, ὥσπερ Μωσεῖ, πάλαι τῷ θεόπτῃ οὗ μιμητής, δι᾿ ἀρετῆς γενόμενος, ῥήξας σὺ τὴν θάλασσαν τῶν παθῶν, διέβης ἀκωλύτως, πρὸς γῆν ἐπαγγελίας, τοὺς ἐναντίους τροπωσάμενος.

Μετέστης ὡς Ἠλίας ὁ ζηλωτής, ἀρετῶν ἐποχούμενος ἅρματι, πρὸς οὐρανόν, ὅπου τὸ πολίτευμα ἐμφανῶς, τὸ σὸν ἐγράφη Ὅσιε· καὶ νῦν τῷ Δεσπότῃ παρεστηκώς, μνημόνευε τῶν πίστει, τὴν μνήμην σου τελούντων, τὴν φωτοφόρον καὶ πανίερον.

βίος σου παμμάκαρ ἀγγελικός, ἡ ζωὴ δὲ θεόφρον ὑπέρλαμπρος, ἡ δὲ ψυχή, φωτοειδεστάτη θεοειδής, καὶ εὐσεβὴς ἡ πίστις σου· θείων γὰρ δογμάτων ὑφηγητής, ἐγένου θεοφόρε, καὶ κήρυξ Ὀρθοδόξου, διδασκαλίας ἐχρημάτισας.

κέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς θεόφρον στηριζόμενος.

Θεοτοκίον

Σωτήριος γενοῦ μοι πύργος ἁγνή, τῶν δαιμόνων ἀπείργων τὰς φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ κινδύνων ἀποσοβῶν, καὶ τῶν παθῶν τὴν ἔφοδον, πόῤῥω ἀπελαύνων, καὶ καθαράν, διδοὺς ἐλευθερίαν, καὶ θείων χαρισμάτων, τὴν ἀφθονίαν παρεχόμενος.

Καταβασία.

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.

Ἐν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.

 

Ἐξαποστειλάρια. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Ἐκ μήτρας καθηγίασε, Θεός σε Πάτερ Ὅσιε, Ἱερεμίαν ὡς πάλαι, καὶ Σαμουὴλ θεοφόρε, προφήτην θεῖον δείξας σε, τερατουργὲ Εὐθύμιε, τῶν Ἀγγέλων ὁμόσκηνε· μεθ' ὧν μνημόνευε πάντων, τῶν σὲ πιστῶς ἀνυμνούντων.

Ὡς πάλαι τοῦ βλαστήσαντος, Προδρόμου θεῖος Ἄγγελος, ἐκ στειρευούσης νηδύος, τὸν σὸν κατήγγειλε τόκον· διὸ καὶ τούτου γέγονας, ἐκμαγεῖον Εὐθύμιε, Βαπτιστής ὀρεσίτροφος, ἀκτήμων ἄοικος πᾶσι, χαρίσμασι διαλάμπων.

Θεοτοκίον

Ἐν δύω ταῖς θελήσεσι, καὶ φύσεσι πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀποῤῥήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε.

 

Αἶνοι. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος

Ὅσιε Πάτερ Εὐθύμιε, καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ μένοντα· καὶ ἐν ἐρήμῳ, ὥσπερ ἐν πόλει οἰκῶν, τὰς τῶν δαιμόνων, φάλαγγας ὤλεσας. Ὢ τίς ἰσχύσειεν, ἐξειπεῖν ἀοίδιμε, τῆς σῆς ψυχῆς, ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον! (Δίς)

Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀνεδείχθης κανών, μοναζόντων καὶ καύχημα, ὀρθοδόξων ἥδυσμα, καὶ λαμπρὸς οἰκουμένης φωστήρ· τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τὰς ἐκφοβήσεις, ἐν τῷ σπηλαίῳ οἰκῶν. Ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ μακάριε! δι᾿ οὗ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν.

 

 

Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀληθῶς πρὸς Θεόν, τὴν ψυχὴν ἀνεπτέρωσας, καὶ ἀσκήσει Ἅγιε, τὰς αἰσθήσεις ἐκάθηρας· καὶ ταῖς ἀπαύστοις, εὐχαῖς πανόλβιε, τῆς ἀθανάτου ζωῆς ἠξίωσαι. Ὦ ἐγκαλλώπισμα, ἀσκητῶν ἀοίδιμε, σὲ ὁ Χριστός, χαίρων ὑπεδέξατο· εἰς τὰς ἀΰλους μονάς.

 

Δόξα. Ἦχος γ'

Εὐθυμεῖτε ἔλεγε, τοῖς γεννήτορσιν Ἄγγελος Κυρίου, ὅτι παιδίον ἐκ σπλάγχνων γεννήσεται ἡμῖν, εὐθυμίας φερώνυμον· ἐνεφύης δὲ γαστρί, φέρων αὐτοῖς τὸ ἐπάγγελμα, καὶ ἐκ σπαργάνων τῇ εὐχῇ συνανεστράφης, Πάτερ Εὐθύμιε.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

 


Ἀπολυτίκιον. Ἦχος δ'

Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ