ΙΑΝΟΥΑΡΙΟΣ 15. ΟΣΙΟΙ ΠΑΥΛΟΣ ΘΗΒΑΙΟΣ & ΙΩΑΝΝΗΣ ΚΑΛΥΒΙΤΗΣ

 

ΙΑΝΟΥΑΡΙΟΣ ΙΕ΄.

ΠΑΥΛΟΣ ΘΗΒΑΙΟΣ

& ΙΩΑΝΝΗΣ ΚΑΛΥΒΙΤΗΣ

 


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Θηβαίου. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σὲ νεκρόν.

Ὅτε, ἐπινεύσει θεϊκῇ, Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως, πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῆς τοῦ Κυρίου στοργῆς· ὅθεν, ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, ἄγγελος καθάπερ ἐπεβίωσας.

Πάσης, ἀνθρωπίνης σεαυτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα μονάζοντα, καὶ βίου δι' ὅλου, ὤφθης ἀγνοούμενος· ὅθεν Ἀντώνιος, εὗρεν, ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσε.

Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι᾽ ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι, καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους, πεπλησμένος τῶν πάντων, καὶ Προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν.

 

Προσόμοια τοῦ Καλυβίτου. Ὅμοια.

Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα Πάτερ, χαίρων ἐξέφυγες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν· ὅθεν φροντιστήριον, ψυχῶν κατέλαβες, θεῖον, ἐνδυσάμενος σχῆμα, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.

Ξένην, ἐπενόησας ζωήν, ξένον ἐπιτήδευμα φίλτρῳ, Χριστοῦ νυττόμενος, οὗ τινος τὴν ἄφατον πτωχείαν ἔστερξας· καὶ πυλῶσιν ἀνέστιος, τῶν σῶν γεννητόρων, Πάτερ ἐκαρτέρησας, στένων θλιβόμενος· ὅθεν, χαρισμάτων ἐπλήσθης, καὶ τὸν ἀναφαίρετον πλοῦτον, τὸν ἐν οὐρανοῖς ἐκληρονόμησας.

Φέρων, ἐν χερσὶ τὸ ἱερόν, Πάτερ Εὐαγγέλιον τούτου, πληρωτὴς γέγονας, ὕπαρξιν γεννήτορος ἀπαρνησάμενος, Ἰωάννη καὶ δάκρυσι, καὶ στενοχωρίᾳ, ὅλον διανύσας σου, τὸν βίον Ὅσιε· ὅθεν, παρακλήσεως θείας, καὶ διηνεκοῦς εὐφροσύνης, νῦν ἐπαπολαύεις θεοδόξαστε.

Δόξα. Καὶ νῦν.

Χαῖρε, ἡλιόμορφος Ἀστήρ. Χαῖρε ἡ αἰτία ἁπάντων, καλῶν πανάμωμε. Χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον, ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας. Χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος. Χαῖρε, ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικῆς ἡμῶν Κόρη, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.

Ἢ Σταυροθεοτοκίον.

Ὅτε, ἡ ἀμίαντος Ἀμνάς, ἔβλεψε τὸν ἴδιον Ἄρνα, ἐπὶ σφαγὴν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν. Τί τοῦτο πεποίηκας, ὁ Λυτρωτὴς τοῦ παντός; ὅμως, ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἀγαθότητα Φιλάνθρωπε.

 

Ἀπολυτίκιον. Τοῦ Θηβαίου. Ἦχος γ΄ . Θείας πίστεως.

Θείου Πνεύματος, τῇ ἐπινεύσει, πρῶτος ᾤκησας, ἐν τῇ ἐρήμῳ, Ἠλιοὺ τὸν ζηλωτὴν μιμησάμενος· καὶ δι’ ὀρνέου τραφεὶς ὡς ἰσάγγελος, ὑπ’ Ἀντωνίου τῷ κόσμῳ ἐγνώρισαι. Παῦλε Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον. Τοῦ Καλυβίτου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐκ βρέφους τὸν Κύριον ἐπιποθήσας θερμῶς, τὸν κόσμον κατέλιπες καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας παμμάκαρ· διό σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.

 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανὼν τοῦ Ὁσίου Παύλου. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ

Παῦλον τὸν θεοφόρον, ὡς τῶν Μοναζόντων ἐγκαλλώπισμα, οἱ πιστοὶ συνελθόντες, ἐν ᾠδαῖς κατὰ χρέος τιμήσωμεν.

Γέγονας τῆς ἐρήμου, πρῶτος πολιστὴς Παῦλε ἀοίδιμε, οὐρανῶν Βασιλείας, κληρονόμος δειχθεὶς δι᾽ ἀσκήσεως.

Ὅλον ἐγκρατείας, σεαυτὸν καθάρας παμμακάριστε, οἰκητήριον ὤφθης, τοῦ Θεοῦ καὶ Ἀγγέλων ὁμόσκηνος.

Θεοτοκίον

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.

 

Ὁ Κανὼν τοῦ Ὁσίου Ἰωάννου, οὗ ἡ Ἀκροστιχίς: Πτωχὸν παθῶν με δεῖξον εὐχαῖς σου μάκαρ. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε ποτέ.

Πλουτισθεὶς ταῖς θείαις ἀρεταῖς, πλούτου κατεφρόνησας, τοῦ ἐπὶ γῆς, καὶ οὐρανίου ἔτυχες· διό με πτωχεύσαντα, θείας γνώσεως, καταπλούτισον χάριτι· ὅπως σου ὑμνήσω, Πάτερ πολιτείαν τὴν ἰσάγγελον.

Τὸν ζυγὸν Κυρίου τὸν χρηστόν, μάκαρ ἐκ νεότητος, σὺ ὑπελθὼν ἀσκητικοῖς παλαίσμασι, σαυτὸν ἐταπείνωσας, τὴν ταπείνωσιν τοῦ Χριστοῦ ὁπλισάμενος, δι' ἧς ἀνυψώθης ὕψος, Ἰωάννη πρὸς οὐράνιον.

ς ὁδεύσας τρίβον τὴν στενήν, θλίψεσι καὶ δάκρυσι, καὶ στεναγμοῖς καὶ κακουχίαις Ὅσιε, πρὸς εὐρυχωρότατον, πλάτος ἔφθασας, εὑρηκὼς τὸ κατάλυμα, ἄξιον τῶν πόνων, Πάτερ Ἰωάννη ἀξιάγαστε.

Θεοτοκίον

Χαλεπαῖς παθῶν ἐπιβουλαῖς, Κόρη χειμαζόμενος, καὶ προσβολαῖς ἁμαρτιῶν κλονούμενος, σοῦ πρὸς τὴν ἀκλόνητον καὶ ἀήττητον, προστασίαν πανύμνητε, πόθῳ καταφεύγω· οἴκτειρόν με σῶσον ἀειπάρθενε.

 

ᾨδὴ γ', τοῦ Θηβαίου. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς

Πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς ψυχῆς, ἀτενίζων Πάτερ αὐτὸν ἠγάπησας, μισήσας τὰ ἐπίγεια, καὶ ἀγγελικὴν διανύσας ζωήν.

Ἐν ταῖς ἀκτῖσι Πάτερ τῶν ἀρετῶν, παθῶν ἐδίωξας τὴν ἀχλὺν ἐμφανῶς, τὸν φωτισμὸν τοῦ Πνεύματος, ἐν τῇ σῇ καρδίᾳ δεξάμενος.

Τῷ οὐρανίῳ ἄρτῳ διατραφείς, ὡς Ἠλίας πάλαι διὰ κόρακος, τὴν νοητὴν ἐξέφυγες, Πάτερ Ἰεζάβελ τῇ σκέπῃ Χριστοῦ.

Θεοτοκίον

Ὁ Βασιλεὺς τῆς δόξης καὶ Ποιητής, ἐκ βαφῆς αἱμάτων τῆς Θεομήτορος, τὴν ἑαυτοῦ ἁλουργίδα βάψας, μυστικῶς ἐπορφύρωσεν.

 

Τοῦ Καλυβίτου. Ἐξήνθησεν ἡ ἔρημος.

Θυμίαμα εὐῶδες, τῷ Παντεπόπτῃ Ὅσιε, τὰς σὰς εὐχὰς προσήγαγες· ἃς ὠσφράνθη καὶ παρεδέξατο, ἀσκητῶν ὁμηγύρει κατατάττων σε.

ράθη θαῦμα μέγιστον, τὰς καρδίας Ὅσιε, τῶν εὐσεβῶν ἐκπλῆττον, πῶς πυλῶσι προσεκαρτέρησας, γεννητόρων, πτωχεύων καὶ θλιβόμενος.

Νομίμως ταῖς δεήσεσι, καὶ νηστείαις Ὅσιε, προσκαρτερῶν ἀπάθειαν, ἐστολίσω σαρκὸς φρονήματα, ταπεινώσας ἰσχύϊ θείου Πνεύματος.

Θεοτοκίον

Μυρίπνοον ὡς ῥόδον, ἀπὸ κοιλάδων Ἄχραντε, ὁ Καθαρός σε εὕρατο, καὶ ἐν μέσῳ σου κατεσκήνωσεν, εὐωδίας πληρώσας τὸ ἀνθρώπινον.

Ὁ Εἱρμός

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

 

Κάθισμα. Τοῦ Θηβαίου. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ

Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον, πόλιν Παῦλε κατέλαβες, ἐπιμόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς βιοτεύων· διό σε γεραίρομεν.

Δόξα... Τοῦ Καλυβίτου. Ἦχος γ. Τὴν ὡραιότητα

Πλοῦτον ἐπίκηρον, καὶ δόξαν ῥέουσαν, λιπὼν οὐράνιον, ὄλβον ἀπείληφας, καὶ κλέος Πάτερ ἀληθῶς, αἰωνίζον μακάριε· ὅθεν μακαρίζομεν, τὴν ἁγίαν σου κοίμησιν, καὶ πανηγυρίζοντες, ἐν αὐτῇ ἐκβοῶμέν σοι· Πρὸς Κύριον μνημόνευε ἡμῶν, ὡς ἔχων Ἰωάννη παῤῥησίαν.

Καὶ νῦν... Θεοτοκίον ὅμοιον

Ὡς ἀγεώργητος, Παρθένε ἄμπελος, τὸν ὡραιότατον, βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Ἤ Σταυροθεοτοκίον

Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

ᾨδὴ δ', τοῦ Θηβαίου. Μυστικῶς ὁ Προφήτης προορῶν

Πεφυτευμένος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἀρετῶν εὐκαρπίαν ἐβλάστησας, καὶ τῆς σαρκὸς ἐμάρανας, τὰς ἐπαναστάσεις ἀσκήσει τῇ σῇ.

Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Χριστοῦ, τῶν παθῶν τὰς ἀκάνθας κατέφλεξας, καὶ σεαυτὸν τοῦ Πνεύματος, Πάτερ καταγώγιον ἔδειξας.

Βακτηρίᾳ τῆς ἐναρέτου σου ζωῆς, ὥσπερ θῆρας τὰ πάθη ἀπήλασας· διό σου καὶ ὁ θάνατος, θῆρας πρὸς ταφήν σοι συνήθροισεν.

Θεοτοκίον

Ἁλουργὶς ἐξυφάνθη μυστική, ἐξ ἀγνῶν σου αἱμάτων τῷ πάντων Θεῷ, ἣν στολισθεὶς Θεοτόκε, ἥνωσεν ἡμᾶς τῷ Θεῷ καὶ Πατρί.

 

Τοῦ Καλυβίτου. Ἐλήλυθας, ἐκ Παρθένου.

ν ῥάκεσι, πενιχροῖς θησαυρὸς ἐγκρυπτόμενος, ὡράθης θεόπνευστε· θείαν στολὴν γὰρ ἠγάπησας, καὶ ἀμφιασάμενος, εἰς τὸν νυμφῶνα τὸν ἄνω εἰσελήλυθας.

Δεξάμενος, τὸν οὐράνιον σπόρον θεόπνευστε, καρδίας ταῖς αὔλαξι, στάχυν τερπνὸν ἐγεώργησας, τὸν νοῦν διατρέφοντα, τῶν ὑμνητῶν σου ὁσίως μιμουμένων σε.

πέμενες, στενοτάτῃ καλύβῃ θεσπέσιε, πτωχὸς ἄλλος Λάζαρος, ἐθελουσίως γενόμενος· ὅθεν ἀναπέπαυσαι, τοῦ Ἀβραὰμ νῦν ἐν κόλποις Πάτερ Ὅσιε.

Θεοτοκίον

θυνόν μου, τῆς ψυχῆς τὰς κινήσεις πανάμωμε, πρὸς θεῖα προστάγματα, τοῦ ἐκ γαστρός σου ἐκλάμψαντος, ζάλης λυτρουμένη με, τῶν ἐν τῷ βίῳ σκανδάλων μεσιτείαις σου.

 

ᾨδὴ ε', τοῦ Θηβαίου. Ὀρθρίζοντες βοῶμέν σοι Κύριε

Ἐν ὕμνοις καὶ νηστείαις μακάριε, προσευχαῖς καὶ ἀγρυπνίαις, διαπρέψας Ὅσιε, πρὸς τὸν Θεὸν κατεσκήνωσας.

Ὁ βίος σου πανέντιμος γέγονεν, ἐν Κυρίῳ Παῦλε παμμακάριστε, καὶ ἡ ταφή σου παράδοξος.

Τὸν δρόμον τῆς ἀσκήσεως Ὅσιε, ἐκτελέσας, ταῖς ἄνω Δυνάμεσι, Πάτερ ἐφάμιλλος γέγονας.

Θεοτοκίον

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

 

Τοῦ Καλυβίτου. Ὁ φωτισμός.

Ξένος τῆς γῆς, τῶν ἡδέων ἐγένου, ξένος οἰκείων, ξένος γεννητόρων οἰκείᾳ γνώμῃ, καὶ ἐγκρατείᾳ σεαυτὸν ἐκκαθάρας, ᾠκειώθης τῷ Παντοκράτορι, Πάτερ Ἰωάννη, πτωχεύσας τῷ πνεύματι.

Οἶκον σαυτόν, τῆς Ἁγίας Τριάδος ἀποτελέσας, ἔστερξας στενούμενος τῇ καλύβῃ, θείαις μελέταις τὴν ψυχὴν ἐκκαθαίρων, καὶ τὸ κάλλος Θεοῦ τὸ ἄῤῥητον, Πάτερ Ἰωάννη, ἀεὶ φανταζόμενος.

Νόμου Θεοῦ πληρωτὴς ἀνεδείχθης, μηδὲν προκρίνας, τούτου τῆς ἀγάπης, θεόφρον Πάτερ· οὐκ ἀδελφῶν γάρ, οὐ γονέων σε φίλτρον, οὐδὲ πλοῦτος οὐδὲ ἀξίωμα, οὐδὲ τῆς σαρκὸς ἡδονὴ κατεχαύνωσεν.

Θεοτοκίον

μμανουήλ, τῶν ἁπάντων Δεσπότην, τίκτεις ἀφθόρως, μείνασα παρθένος καὶ μετὰ τόκον, Παρθενομῆτορ· ὃν ἀπαύστως δυσώπει, ἐπηρείας ἐχθρῶν λυτρώσασθαι, τοὺς ὑπὸ τὴν σκέπην, τὴν σὴν καταφεύγοντας.

 

ᾨδὴ ς', τοῦ Θηβαίου. Χιτῶνά μοι παράσχου φωτεινόν

Τὰς χεῖρας ἐκπετάσας πρὸς Θεόν, τὴν ψυχήν σου Ὅσιε, αὐτῷ παρατέθεικας, ἐν ἡμέρᾳ καὶ νυκτί, εὐαρεστήσας αὐτῷ.

Ἐδόξασαν τὴν κοίμησιν τὴν σήν, Ἀγγέλων στρατεύματα, Προφητῶν τε τάγματα, καὶ Ἁγίων Ἀποστόλων, Πάτερ Ὅσιε.

Τὴν ζάλην τῶν παθῶν διαφυγών, τῷ ἱστίῳ Ὅσιε, τῆς ἄκρας ἀσκήσεως, εἰς ἀχείμαστον λιμένα, προσωρμίσθης Χριστοῦ.

Θεοτοκίον

Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν.

 

Τοῦ Καλυβίτου. Ἐν ἀβύσσῳ πταισμάτων.

περήφανον ὄφιν κατέβαλες, ταπεινοφροσύνης τοῖς ὅπλοις μακάριε, καὶ ὑψωθεὶς ἐν πνεύματι, εἰς σκηνὰς ἀειζώους ἐσκήνωσας.

Χαρισμάτων ἐπλήσθης τοῦ Πνεύματος, καὶ τῆς πονηρίας, ὑπέταξας πνεύματα, ὡς νουνεχὴς καὶ φρόνιμος, καὶ Θεῷ ὁλικῶς ἀνακείμενος.

παθείας ἐμπρέπων ὑψώμασι, Πάτερ Ἰωάννη, καλύβῃ στενούμενος, καὶ πειρασμοῖς βαλλόμενος, ἐκαρτέρεις ἐνθέως νευρούμενος.

Θεοτοκίον

σουργὸν τῷ Τεκόντι καὶ σύνθρονον, Λόγον ἐκ γαστρός σου Ἁγνὴ ἐσωμάτωσας, δι᾽ εὐσπλαγχνίαν ἄφατον, τὸ ἡμέτερον ὅλον φορέσαντα.

Ὁ Εἱρμός

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

 

Κοντάκιον. Τοῦ Θηβαίου. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Τὸν φωστήρα ἅπαντες, τὸν ἐν τῷ ὕψει, ἀρετῶν ἐκλάμψαντα, ἀνευφημήσωμεν πιστοί, Παῦλον τὸν θείον κραυγάζοντες· Σὺ τῶν Ὁσίων, Χριστὲ ἀγαλλίαμα.

Κοντάκιον. Τοῦ Καλυβίτου. Ἦχος β' Τὰ ἄνω ζητῶν.

Ποθήσας σοφέ, πτωχείαν χριστομίμητον, γονέων τῶν σῶν, τὸν πλοῦτον ἐγκατέλιπες· καὶ τὸ Εὐαγγέλιον, ἐν χερσί σου κρατῶν ἠκολούθησας, Ἰωάννῃ Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Συναξάριον.

Τῇ ΙΕ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Θηβαίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Καλυβίτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου τῆς Μονῆς τῶν Ἀκοιμήτων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἴτας ἢ Δίψας ἢ Ἴδης, ἡγουμένης ἐν Ἰρλανδίᾳ, προστάτις τῶν νηπιαγωγείων καὶ τῶν καρκινοπαθῶν.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Μαύρου, μαθητοῦ τοῦ Ὁσίου Βενεδίκτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἓξ Πατέρες ἐν τῇ πανερήμῳ, ἐν εἰρήνῃ τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεκουνδίνης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γερασίμου τοῦ Παλλαδᾶ, Πατριάρχου Ἀλεξανδρείας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Γαβριήλ, κτίτορος τῆς Μονῆς Λεσνόβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προχόρου, τοῦ Πτσίνιε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεκταρίου, ἐπισκόπου Τομπὸλσκ Ῥωσσίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ', τοῦ Θηβαίου. Ὁ ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας

Τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας, τῷ πνεύματι ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Διασωθεὶς τοῦ ἐχθροῦ τῶν παγίδων, ὁ Ὅσιος ἐν χαρᾷ ἀνεβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν τῶν παθῶν φλόγα πατήσας πᾶσαν, ἀσκητικῶς ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ὁ οὐρανὸν ποιήσας τὴν Παρθένον, καὶ ἐξ αὐτῆς ὡς ἥλιος ἐκλάμψας· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

Τοῦ Καλυβίτου. Ἀντίθεον πρόσταγμα.

Στενὴν προετίμησας τῆς εὐρυχώρου, ὁδοῦ ἀξιάγαστε, καὶ χαίρων ἐκαρτέρησας, πυλῶσι γονέων σου ὀνειδιζόμενος, καὶ κατατρυχόμενος πολλαῖς, ἐν ἀσθενείαις θεομακάριστε.

Σαυτὸν κατεκάλλυνας ὡραιοτάταις, σοφὲ ἀναβάσεσι, σαρκὸς νεκρώσας φρόνημα· διὸ προσεχώρησας πρὸς τὰ οὐράνια, δήμοις ἀριθμούμενος ἀεί, σεπτῶν Πατέρων ἀξιοθαύμαστε.

δοὺς πορευόμενος τὰς εἰσαγούσας, πρὸς θείαν κατάπαυσιν, ἐξέκλινας τὰ βάραθρα, δαιμόνων μακάριε, θείᾳ σκεπόμενος, χάριτι κραυγάζων τε· ὁ ὤν, εὐλογημένος καὶ ὑπερένδοξος.

Θεοτοκίον

μνοῦμεν τὸν τόκον σου εὐλογημένη, δι' οὗ ἐλυτρώθημεν, τῆς πάλαι κατακρίσεως, καὶ σὲ μακαρίζομεν, θεομακάριστε, μόνην ἣν ἠγάπησεν, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

 

ᾨδὴ η', τοῦ Θηβαίου. Τὸν ἄναρχον Βασιλέα τῆς δόξης

Ἐζήλωσας, Ἰωάννην θεόφρον, τὸν Πρόδρομον, ἐν ἐρήμῳ ἀσκήσας· μεθ᾽ οὗ καὶ τῆς ζωῆς, τυχεῖν κατηξιώθης, τῆς ὄντως ἀϊδίου.

Κατέσβεσας τῶν παθῶν τὰς καμίνους, Πατὴρ ἡμῶν, ἐγκρατείας τῇ δρόσῳ βοῶν πανευσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Παράδεισον ἀληθῶς ἀπειργάσω, τὴν ἔρημον, ἐν αὐτῇ διαπρέψας, ἐν πάσῃ ἀρετῇ· διὸ καὶ Παραδείσου, τρυφῆς κατηξιώθης.

Θεοτοκίον

Ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν, πανύμνητε Θεομῆτορ Μαρία, ἱκέτευε αὐτόν, κινδύνων λυτρωθῆναι, τοὺς πίστει σε ὑμνοῦντας.

 

Τοῦ Καλυβίτου. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Μὴ παλαιούμενον σαυτῷ, Ἰωάννη ἀρεταῖς πεποικιλμένον, ἐξυφαίνων χιτῶνα, περιβολὴν πενιχράν, ἐν εἴδει πτωχοῦ σὺ ἐνδέδυσαι, τοῖς τῶν γεννητόρων, προσκαρτερῶν πυλῶσιν.

μεμπτος ἄλλος ὡς Ἰώβ, πρὸ θυρῶν κακοπαθεῖς ὡς ἐν κοπρίᾳ, ὑποφέρων ὀνείδη τῶν οἰκετῶν σου σοφέ, λιμῷ τε καὶ δίψει πιεζόμενος· ὅθεν ἐκληρώσω, τὴν ἄνω Βασιλείαν.

Κατηκολούθησας σαφῶς, ᾧ περ εἴληφας χερσὶν Εὐαγγελίῳ· καὶ ἐπτώχευσας μάκαρ, πενθῶν ἐν ὅλῃ ζωῇ· καὶ πρᾶος γέγονας καὶ ἄκακος· καὶ τῆς Βασιλείας, τῆς ἄνω κληρονόμος.

λλος ἐδείχθης Ἀβραάμ, τὴν Τριάδα ξεναγῶν τῇ σῇ καλύβῃ, ἀναβάσεσι θείαις, καὶ λογισμοῖς καθαροῖς, καὶ ἄκρᾳ πτωχείᾳ μακάριε, ταύτην θεραπεύσας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

εῖθρον ἀέναον ἡμῖν, τοῖς προστρέχουσιν εἰς σὲ ἁγνὴ πηγάζεις· οὗ τὴν ἄφθονον χάριν, ἀπαρυόμενοί σου, ὑμνοῦμεν τὸν Τόκον πανάχραντε, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγαν εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τοῦ Θηβαίου. Τὸν ἀόρατον μορφῇ

Ὡς θησαυρόν σε νοητόν, κεκρυμμένον Ὅσιε, ἀπεκάλυψεν ὁ Θεὸς Ἀντωνίῳ, ἡμῖν δὲ εἰς δόξαν καὶ ἀγαλλίασιν.

Εἰς τὸν φόβον τοῦ Θεοῦ, σεαυτὸν καθηλώσας Πάτερ Ὅσιε, τῇ τοῦ θανάτου μελέτῃ, τὸν βίον τελέσας ζωῆς ἠξίωσαι.

Ὡς παῤῥησίαν πρὸς Θεόν, κεκτημένος πρέσβευε, ὑπὲρ τῶν πίστει ἐπὶ γῆς ἐκτελούντων, τὴν μνήμην σου ταύτην, Παῦλε μακάριε.

Θεοτοκίον

Ἡ τὸν συνάναρχον Πατρί, καὶ Ἁγίῳ Πνεύματι, συλλαβοῦσα Χριστόν, καὶ τεκοῦσα ἀφράστως, Παρθένε ἱκέτευε, τοῦ σωθῆναι ἡμᾶς.

 

Τοῦ Καλυβίτου. Ἀνάρχου Γεννήτορος.

σχύς μου καὶ ὕμνησις, ὁ Κύριος ἐκραύγαζες, τὸν προστάτην τοῦ σκότους, ἐν τούτῳ τρέπομαι, τὰς φαντασιώδεις ἀπάτας, τὰς παρ' αὐτοῦ, οὐδόλως πτοοῦμαι, μόνον φανταζόμενος, κάλλος θεῖον καὶ ἀπρόσιτον.

ς γῆ πίων Ὅσιε, ἡ σὴ καρδία δέδεκται, τὸν οὐράνιον σπόρον, νοὸς ταῖς αὔλαξι, καὶ ἑκατοστεύοντα στάχυν, καρποφορεῖς, ἐκτρέφοντα πάντων, πιστῶς τῶν τιμώντων σε, τὰς ψυχὰς θεομακάριστε.

Συνὼν τῷ Δεσπότῃ σου, καὶ τὰς ἐκεῖθεν Ὅσιε, φανοτάταις λαμπάσι καταυγαζόμενος, θεῖον φωτισμὸν τοῖς ἐν πίστει, τὴν φωταυγῆ, τελοῦσί σου μνήμην, δοθῆναι ἱκέτευε, Ἰωάννη ἀξιάγαστε.

γίασε Κύριος, ἐκ μήτρας σε μακάριε, πρὸς αὐτόν τε πορείας τὰς σὰς κατεύθυνεν· ὅθεν ἠριθμήθης Ὁσίοις, τοῖς εὐσεβῶς πεπολιτευμένοις· μεθ' ὧν τῆς θεώσεως, ἀπολαύεις παναοίδιμε.

Θεοτοκίον

Φωτὸς οἰκητήριον, ἡ μήτρα σου γεγένηται, δι' οὗ φῶς οἱ ἐν σκότει, εἶδον καθήμενοι· ὅθεν σε φωναῖς ἀσιγήτοις, Μήτηρ Θεοῦ, ἀεὶ ἀνυμνοῦμεν, καὶ πόθῳ γεραίρομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ὁ Εἱρμός

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

 

Ἐξαποστειλάριον τοῦ Θηβαίου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Μεθέξεσι θεούμενος, ταῖς πρὸς τὸ θεῖον Ὅσιε, Θεὸς θετὸς χρηματίζεις, σὺν Ἀντωνίῳ παμμάκαρ· μεθ' οὗ ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Παῦλε φωστὴρ μοναζόντων.

Ἐξαποστειλάριον τοῦ Καλυβίτου. Ὅμοιον.

Πτωχὸς ὡς ἄλλος Λάζαρος, προσεκαρτέρεις Ὅσιε, τῶν γεννητόρων πυλῶσι, στενοχωρούμενος Πάτερ, μικρᾷ καλύβῃ πάνσοφε· ἀλλ᾽ εὗρες νῦν εὐρύχωρον, τὴν μετ᾽ Ἀγγέλων σκήνωσιν, καὶ τῶν Ἁγίων ἁπάντων, ἐν οὐρανοῖς Ἰωάννη.

Θεοτοκίον. Ὅμοιον.

Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν Βασιλέα τῆς δόξης· οὗ τὸν Σταυρὸν οἱ Ὅσιοι καὶ ἀσκηταὶ ἀράμενοι, ὀπίσω τούτου ἔδραμον· μεθ' ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε.

 

Ἀπολυτίκιον. Τοῦ Θηβαίου. Ἦχος γ΄ . Θείας πίστεως.

Θείου Πνεύματος, τῇ ἐπινεύσει, πρῶτος ᾤκησας, ἐν τῇ ἐρήμῳ, Ἠλιοὺ τὸν ζηλωτὴν μιμησάμενος· καὶ δι’ ὀρνέου τραφεὶς ὡς ἰσάγγελος, ὑπ’ Ἀντωνίου τῷ κόσμῳ ἐγνώρισαι. Παῦλε Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον. Τοῦ Καλυβίτου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐκ βρέφους τὸν Κύριον ἐπιποθήσας θερμῶς, τὸν κόσμον κατέλιπες καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας παμμάκαρ· διό σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ