ΙΑΝΟΥΑΡΙΟΣ Ι. ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΝΥΣΣΗΣ & ΑΓΙΟΣ ΔΟΜΕΤΙΑΝΟΣ ΜΕΛΙΤΗΝΗΣ

 

ΙΑΝΟΥΑΡΙΟΣ Ι΄.

ΓΡΗΓΟΡΙΟΣ ΝΥΣΣΗΣ

& ΔΟΜΕΤΙΑΝΟΣ ΜΕΛΙΤΗΝΗΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Γρηγορίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν εὐκλεῆ ἀριστέα τῆς θείας πίστεως, τὸν οὐρανίῳ ζήλῳ, τοῦ ἐχθροῦ καθελόντα, πανσόφως τὰς ὑψώσεις τὸν θαυμαστόν, ἐν Πατρᾶσι Γρηγόριον, καὶ Νυσσαέων ποιμένα τὸν ἱερόν, κατὰ χρέος εὐφημήσωμεν.

 

Αἱρετικῶν ἀλλοφύλων τὸ θράσος ᾔσχυνας, τοῦ Πνεύματος πλουτήσας, οὐρανόθεν τὴν χάριν, Γρηγόριε θεόφρον, σὺ γὰρ πολλῇ, ταπεινώσει κοσμούμενος, ἐν ἀληθείᾳ ὑπέκλινας τῷ Χριστῷ, τὸν αὐχένα τῆς καρδίας σου.

 

Τῆς θεολέκτου Δευτέρας Συνόδου μέγιστος, ὑπέρμαχος ἐδείχθης, ζήλου πνέων ἐνθέου, Γρηγόριε τρισμάκαρ, σὺ γὰρ λαμπρῶς, ἐν σεπταῖς ὑφηγήσεσι, Μακεδονίου καθεῖλες τοῦ δυσσεβοῦς, τὰ ληρώδη φληναφήματα.

 

Προσόμοια τοῦ Δομετιανοῦ. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Ὁ γῆν καταλήψεσθαι τὸ πρίν, ἀπειλήσας ἅπασαν, καὶ ἐξαλείφειν τὴν θάλασσαν, κατακαυχώμενος, τοῖς πιστοῖς ἐδείχθη, ὡς στρουθίον σήμερον, καὶ καταγελαστότερος κώνωπος, οὗ ὑπεκρίνετο, τὴν ἰδέαν ὥσπερ φόβητρον, ὑπεισδύνας, τῷ Χριστοῦ θεράποντι.

Δομετιανὸς ἡμᾶς πιστοί, συγκαλεῖται σήμερον, πρὸς εὐωχίαν θεάρεστον, τούτῳ συνέλθωμεν, εὐθυμίας γνώμῃ, καὶ πανηγυρίσωμεν, σὺν τούτῳ τὰ αὐτοῦ κατορθώματα, καθικετεύοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην, τῷ κόσμῳ δωρήσασθαι.

Ηὔξησας τὸ τάλαντον Χριστοῦ, τὸ δοθέν σοι πάντιμε, τῇ διπλασίονι χάριτι, ὡς δοῦλος γνήσιος· ὅθεν ἐπακούεις· Εὖ σοι δοῦλε γένοιτο, ὡς ὄντι ἀγαθῷ σοι θεράποντι· καὶ ἤδη εἴσελθε, εἰς χαρὰν τὴν τοῦ Κυρίου σου, τῶν καμάτων, τὰ γέρα ληψόμενος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'

Ἔτρεμεν ἡ χεῖρ τοῦ Βαπτιστοῦ, ὅτε τῆς ἀχράντου σου κορυφῆς ἥψατο· ἐστράφη Ἰορδάνης ποταμὸς εἰς τὰ ὀπίσω, μὴ τολμῶν λειτουργῆσαί σοι· ὁ γὰρ αἰδεσθεὶς Ἰησοῦν τὸν τοῦ Ναυῆ, πῶς τὸν Ποιητὴν αὐτοῦ, δειλιᾶσαι οὐκ εἶχεν; Ἀλλὰ πᾶσαν ἐπλήρωσας οἰκονομίαν Σωτὴρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον, τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.

 

Ἀπόστιχα Προσόμοια. Τῆς Ἑορτῆς. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ

ᾎσμα καινοπρεπές, ᾀδέτω πᾶσα κτίσις, τῷ ἐκ Παρθένου φύντι, Χριστῷ καὶ βαπτισθέντι, ἐν Ἰορδάνῃ σήμερον.

Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Σάλπιγξ προφητική, ὁ Πρόδρομος βοάτω· ποιήσατε Κυρίῳ, τῷ βαπτισθέντι ῥείθροις, καρποὺς ἀρίστων πράξεων.

 

Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Λάμψαν τὸ συγγενές, ἐξ ὕψους θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει, ὁρώμενον ἀφράστως, νῦν τῷ Χριστῷ προσέδραμε.

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Σὲ τὸν ἐν πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστής, ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων, ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον, σύ με ἁγίασον Δέσποτα τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.

 

Ἀπολυτίκιον. Τοῦ Γρηγορίου. Ἦχος γ’. Θείας πίστεως.

Θείαν γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῇ γὰρ σοφίᾳ τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἀπολυτίκιον. Τοῦ Δομετιανοῦ. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὡς καθαρὸς καὶ φωτισμοῦ θείου πλήρης, τὴν τοῦ ποιμαίνειν ἐπιστεύθης φροντίδα, τοὺς ἄρνας Πάτερ Ὅσιε Χριστοῦ τοῦ Θεοῦ· ὅθεν δι' ἀσκήσεως, καὶ ποικίλων θαυμάτων, τῆς ἱεραρχίας σου, τὴν χλαμύδα κοσμήσας, τῆς Ἐκκλησίας Δομετιανέ, ὤφθης κοσμήτωρ, αὐτῆς προϊστάμενος.

Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α'

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. 

 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Τῆς Ἑορτῆς. Ἦχος γ'. Ἡ Παρθένος σήμερον

Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν, ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.

Δόξα... Καὶ νῦν... τὸ αὐτό

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Τῆς Ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ

Θεοφάνειας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστὸς γὰρ ἐν σαρκί, ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον, καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτό

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς: Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.

ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός

Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.

δὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.

Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.

Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.

 

Ὁ Κανὼν τοῦ Ἁγίου Γρηγορίου. Ποίημα Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην

Ἄβυσσος ὢν σοφίας, καὶ γνώσεως θησαυρός, καὶ αὐτοαγαθότης, φωτοχυσίαν νέμοις μοι, Χριστὲ τῆς ἐνδόξου σου, Ἐκκλησίας ᾄσμασι, τὸν φωστῆρα ὑμνεῖν Γρηγόριον.

Δέχοιο διδασκάλων, Γρηγόριε τὸ λαμπρόν, ἐγκαλλώπισμα Πάτερ, τὸ πενιχρὸν ἐφύμνιον, τῇ σῇ προσφερόμενον, ἐξ ἀγάπης μνήμῃ· ἐν ᾗ Χριστὸν ἡμῖν ἐξιλέωσαι.

Λόγῳ ἱερομύστα, πλουσίῳ τε καὶ σοφῷ, τὴν σεπτὴν Ἐκκλησίαν, θεολογεῖν ἐδίδαξας, Μονάδα Τρισάριθμον, καὶ Τριάδα σύνθρονον, καὶ ὁμότιμον ὦ Γρηγόριε.

Θεοτοκίον

Πίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ Κόρη τῶν σῶν· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενος τὴν ἀνθρωπότητα.

 

Ὁ Κανὼν τοῦ Ἁγίου Δομετιανοῦ.

ᾨδὴ α'. Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος δεξιά

Τὰς ἐπαναστάσεις τῆς σαρκός, καὶ τῶν παθῶν τὰς ἑφόδους θεόληπτε, καὶ τὸν ἐγειρόμενον, ἐν τῇ ψυχῇ μου κατευνάσας πόλεμον, εἰρηναίᾳ Πάτερ, ἐν καταστάσει συντήρησον.

Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀνωτάτης σοφίας ἁψάμενος, σάρκα καθυπέταξας, καὶ τῆς γῆς ἀπετινάχθης Ὅσιε, καὶ Θεὸς τῷ ὄντι, ὡς ἐν μεθέξει γεγένησαι.

Δομετιανὸς ὁ θαυμαστός, κατὰ μικρὸν ἀπὸ γῆς ἀνυψούμενος, ἧκεν ἐκ δυνάμεως, ἀμυδροτέρας πρὸς τελείαν δύναμιν, καὶ τὰς ἀναβάσεις, ἐν τῇ καρδίᾳ διέθετο.

Θεοτοκίον

 Ὕδασιν ἐμβάψας τῆς σαρκός, ὃ προσελάβετο Κύριος φύραμα, ἐκ τῶν σῶν εἰργάσατο, παρθενικῶν αἱμάτων τὸ σωτήριον, πρὸς τὰς παρατάξεις, τὰς ἐναντίας ἀχείρωτον.

 

ᾨδὴ γ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός

σχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Τοῦ Ἁγίου Γρηγορίου. Ὁ πήξας ἐπ' οὐδενός

Σαρκὸς μὲν τῷ ἡγεμόνι, νῷ τὰ σκιρτήματα, τῷ Παμβασιλεῖ δὲ τὸν νοῦν ὑπέταξας· ὅθεν ἀπροσκόπτως τὴν ὁδόν, τῶν ἐντολῶν ἀνύσας, σὺ τῆς Τριάδος ἐνδιαίτημα, γέγονας εἰκότως Γρηγόριε.

Τῇ πράξει τὴν θεωρίαν, Πάτερ προσέθηκας· διὸ τὰς ἡνίας τῆς Ἐκκλησίας σοι, φέρων ἐγχειρίζει ὁ Χριστός, ἥν περ ἀνεπιλήπτως, ὡς μυστιπόλος ἐκυβέρνησας, ἄριστος παμμάκαρ Γρηγόριε.

Προβαίνων τῶν ἀρετῶν, τῷ ὄρει Γρηγόριε, καὶ τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ σου, σὺ διατιθέμενος ἐκ γῆς, ἤρθης ἀλήκτῳ δρόμῳ, πρὸς ἐπουράνιον πολίτευμα, πρὸ τῆς ἐκ σαρκὸς ἐκδημίας σου.

Θεοτοκίον

Σὺ Μήτηρ Θεοῦ, ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας Λόγον, ὀρθοδόξως κηρύττομεν.

 

Τοῦ Ἁγίου Δομετιανοῦ. Ὁ μόνος εἰδώς

Ἐν τῇ κραταιότητι αὐτοῦ, ἐχθρὸς ὁ παλαιότατος, τῆς σῆς ψυχῆς οὐ σθένων τὸ εὔστολον, παρασαλεῦσαι καθυποκρίνεται, ἐν καιρῷ πρὸς ἔκλυσιν, τῆς σῆς καρτερότητος, ζωϋφίων πτηνῶν τὸ φαυλότατον.

Τῇ μεγαλαυχίᾳ τῆς αὐτοῦ, δικαίως ἐξουθένωται, παραπληξίας δράκων ὁ δείλαιος, καὶ κυνομυίας εἰς εἶδος τέτραπται, ἀσθενείᾳ πλείονι, καὶ ποσὶν ὑποτέτακται, τῶν δικαίων ὡραίοις πατούμενος.

Θεοτοκίον

Ἐκ σοῦ γεννηθεὶς ἄνευ σπορᾶς, Υἱὸς ὁ προαιώνιος, Παρθενομῆτορ κόσμον ἀνέπλασε, τὸν κεκρυμμένον ὄφιν τοῖς ὕδασιν, ἐν τῷ βαπτισμῷ αὐτοῦ, θανατώσας Κύριος, καὶ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενος.

Ὁ Εἱρμός

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

 

Κάθισμα τοῦ Γρηγορίου. Ἦχος γ'. Θείας πίστεως

Θείαν ἔλλαμψιν, κεκληρωμένος, βίον ἄϋλον, ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὸν κόσμον ἐστήριξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τοῦ Δομετιανοῦ. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος

Τῷ τῆς ἱερωσύνης σεμνυνόμενος Πάτερ, χρίσματι θεοδότῳ κατελάμπρυνας τοῦτο, ἐνθέοις καλλοναῖς τῶν ἀρετῶν, καὶ θείᾳ πρὸς Χριστὸν ὑποταγῇ, καὶ τελέσας σου τὸν δρόμον, ἐν οὐρανοῖς βοᾷς μετὰ Ἀγγέλων· Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον

Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ' αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ· δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.

ᾨδὴ δ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός

κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

υπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

πέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

 

Τοῦ Ἁγίου Γρηγορίου. Τὴν θείαν ἐννοήσας σου κένωσιν

Ὡς στῦλος καθωράθης ὁλόφωτος, βίῳ τε λόγῳ τε θερμῷ, ὀρθοδοξίας Γρηγόριε, πεπυρσευμένος τῷ ζήλῳ, τοῦ νέου Ἰσραὴλ προηγούμενος.

Τὴν χάριν δεδεγμένος τοῦ Πνεύματος, τὸ εὐτελὲς τοῦ νομικοῦ, διεῖλες ἔνδυμα γράμματος, καὶ τὸ κρυπτόμενον κάλλος, ἡμῖν τῶν ἐννοιῶν ἀπεκάλυψας.

Τοῦ θείου προελθοῦσαν ἐκ στόματος, θεοπαράδοτον εὐχήν, συντετμημένως Γρηγόριε, ὡς μυστιπόλος τῶν θείων, σαφῶς τῇ Ἐκκλησίᾳ ἐπλάτυνας.

Θεοτοκίον

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας· καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

Τοῦ Ἁγίου Δομετιανοῦ. Ὄρος σε τῇ χάριτι

Τὸν Νόμον ὑπέδειξας, τῆς χάριτος εἶναι σκιάν, τοῖς ἐν τῷ Νόμῳ τὸν Θεόν, Ἑβραίοις σέβουσι σοφέ, καὶ τὸ Εὐαγγέλιον, τῆς ἀληθοῦς θεοφάνειας Μυστήριον, Χριστῷ κραυγάζων· Δόξα τῇ δυνάμει Σου Κύριε

Ἀστράψας ἀστήρ, ὡς ἐξ Ἑῴας πολύφωτος, τὴν Ἐκκλησίαν δᾳδουχεῖς, ἀνακηρύττων τὸν Χριστόν, σοφαῖς ἀποδείξεσι, πανευσεβῶς, δικαιοσύνης τὸν Ἥλιον, αὐτὸν κραυγάζων· Δόξα τῇ δυνάμει Σου Κύριε.

Κακίας ἁπάσης, ἀπεῤῥάγης καὶ σχέσεως, προσύλου Πάτερ ἐν σπουδῇ, καὶ κατελάμπρυνας φωτί, Πατρίδος πληρώματα, τῆς σῆς σοφέ, καὶ τούτοις πλοῦτον ἐπώμβρησας, ἀφθονωτέρᾳ χρυσίου ποσότητι.

Θεοτοκίον

Λόγος καθὸ Θεός, ὑπάρχων ἀόρατος, προσειληφὼς ἐκ γυναικός, ἀνθρώπου φύσιν ὁρατός, τελεῖται καὶ καθαίρεται, ἐν ποταμῷ, ὁ ἁμαρτίας ἀλλότριος, τὸν πεπτωκότα καθαίρων τοῦ πταίσματος.

 

ᾨδὴ ε'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός

ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.

Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τίς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.

Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

Τοῦ Ἁγίου Γρηγορίου. Ὁ ἀναβαλλόμενος

Σὺ ὡς πῦρ κατέφλεξας, τὰς τῶν αἱρέσεων, ἀκανθηφόρους πλοκὰς τῶν λόγων, τῶν πιστῶν τὰς φρένας δέ, ἐφώτισας μάκαρ, μυσταγωγὲ Γρηγόριε.

Εὐνομίου ἤλεγξας, σὺ τὸ ἀνόμοιον, καὶ τούτου λόγους δυσδιαφεύκτους, τῶν ἀρκύων βρόχους τε σφοδρούς, ὡς ἀράχνης ὑφάσματα διέλυσας.

Ἤλεγξας πανάριστε, τὸν ἀθεώτατον Μακεδόνιον, τὸ θεῖον Πνεῦμα, ἀδεῶς ὑβρίσαντα, ὡς ἄμοιρον τούτου, ὑπάρχοντα Γρηγόριε.

Θεοτοκίον

Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τεκοῦσα, Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς Θεοτόκε, τὴν φύσιν τοῦ Προπάτορος.

Τοῦ Ἁγίου Δομετιανοῦ. Ὁ φωτίσας τῇ ἐλλάμψει

Ἐπέβλεψεν, ἐπὶ γῆς ὁ Δεσπότης τῆς κτίσεως, καὶ τὰ ταύτης ἐσαλεύθη θέοφρον θεμέλια, καὶ δεινῶς ἐτρόμαξε· σὲ δὲ ψυχῆς ἀνδρεία Πάτερ, τῆς προσευχῆς οὐ παρέκλινεν.

Οὐκ ἠνέσχου, βλασφημούντων ἀκούειν ἀοίδιμε, καὶ λαλούντων εἰς τὸ ὕψος ἀδικίαν δι᾿ ἄνοιαν· ἀλλ᾿ αὐτοὺς ἐπέστρεψας, ποιμαντικῇ σου βακτηρίᾳ, καὶ τὸ νοσοῦν ἐθεράπευσας.

Μίαν φύσιν, ἐν Χριστῷ ἐσφαλμένως κηρύττεσθαι, θεοῤῥῆμον, οὐδαμῶς συνεχώρησας σύνθετον, ἀλλ᾿ αὐτοὺς ἐζωγράφησας, τῇ τῶν δογμάτων σου σαγήνῃ, καὶ πρὸς τὸ φῶς ἐπανήγαγες.

Θεοτοκίον

Ἐγλύκανε, τῶν ὑδάτων πικρίαν ἐν ἅλατι, Ἐλισαῖος· ὁ δὲ σὸς Θεομῆτορ Υἱὸς καὶ Θεός, βαπτισθεὶς ἐν ὕδατι, τῆς ἁμαρτίας τὴν πικρίαν, καὶ τὴν ὀδύνην ἐξείλετο.

 

ᾨδὴ ς'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός

φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.

Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός· οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.

ν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.

 

Τοῦ Ἁγίου Γρηγορίου. Μαινομένην κλύδωνι

Ταπεινὸν τὸ φρόνημα, κεκτημένος πᾶσί τε πραΰς, μαχητὴς ἐδείκνυσο Γρηγόριε, πρὸς τοὺς Χριστοῦ, μειοῦν τὴν δόξαν σπουδάζοντας.

Τὴν Ἀρείου ἔκφυλον, τῆς Τριάδος, λόγῳ δαψιλεῖ, τολμηρὰν διαίρεσιν Γρηγόριε, σὺ παντελῶς, καθῄρηκας τῇ σοφίᾳ σου.

Ἀμαθῶς τὴν ἕνωσιν, τῆς Τριάδος, σύγχυσιν φρονῶν, ὑπὸ σοῦ Σαβέλλιος ἐλήλεγκται, θεομαχῶν, Γρηγόριε παμμακάριστε.

Θεοτοκίον

Ἡ Παρθένος ἔτεκες, καὶ τεκοῦσα, ἔμεινας ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, Παρθένος Μήτηρ βαστάσασα.

Τοῦ Ἁγίου Δομετιανοῦ. Ἐκύκλωσεν ἡμᾶς

Ἐῤῥύσθησαν ὡς ἐκ παγίδος Ὅσιε, θανάτου κινδυνεύοντες, οἱ λαοί, καὶ παθημάτων ὁ ἐσμός, πόῤῥω ταῖς εὐχαῖς σου ἀπελήλατο· καὶ γὰρ αὐτοί, πρῶτοι σὲ ἔσχον συλλήπτορα.

Ἀνέστειλας ἐν ἱκεσίᾳ πάνσοφε, τὴν ῥύμην τοῦ νοσήματος, τῇ Παρθένῳ καὶ Μητρὶ τοῦ Λυτρωτοῦ, θᾶττον προσδραμών· οὐ γὰρ ὑπήνεγκας, ποιμὴν ὡς ὤν, κινδυνευούσης ποίμνης ἀνέχεσθαι.

Θεοτοκίον

Ἐξέστησαν τὰ τῶν Ἀγγέλων τάγματα, ὁρῶντα τὸν ἀόρατον, ἐκ Παρθένου γεννηθέντα ἐν σαρκί, καὶ τὸν ἀϋλίᾳ δοξαζόμενον, ἐν ποταμῷ, τοῦ βαπτισθῆναι καταδυόμενον.

Ὁ Εἱρμός

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις. 


 

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος δ'

Ἐπεφάνης σήμερον, τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

Κοντάκιον. Τοῦ Ἁγίου Γρηγορίου. Ἦχος α'. Χορὸς Ἀγγελικός

Τὸ ὄμμα τῆς ψυχῆς, γρηγορῶν Ἱεράρχα, ὡς γρήγορος ποιμήν, ἀνεδείχθης τῷ κόσμῳ, καὶ ῥάβδῳ τῆς σοφίας σου, παμμακάριστε Ὅσιε, πάντας ἤλασας, τοὺς κακοδόξους ὡς λύκους, ἀδιάφθορον, διατηρήσας τὴν ποίμνην, Γρηγόριε πάνσοφε.

Κοντάκιον. Τοῦ Ἁγίου Δομετιανοῦ. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Τοῦ Ἁγίου Πνεύματος, γεγενημένος δοχεῖον, ἐν τῷ ὕψει ἔλαμψας, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας· χάριτι, ἱερωσύνης γὰρ διαπρέπων, ἅπασι, δι’ ἀρετὴν αἰδέσιμος ὤφθης, Δομετιανὲ τρισμάκαρ, Ἀρχιερέων τὸ ἐγκαλλώπισμα.

 

Συναξάριον.

Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσσης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Θεοσεβείας τῆς διακονίσσης, συζύγου τοῦ Ἁγίου Γρηγορίου Νύσσης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δομετιανοῦ, ἐπισκόπου Μελιτινῆς.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαρκιανοῦ τοῦ πρεσβυτέρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμμωνίου τοῦ ἐν Νιτρίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Θέκλας καὶ Ἰουστίνης, τῶν ἐν Λεοντίνοις τῆς Σικελίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου τῆς Ὀμπνόρα, τοῦ Ῥώσσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τῆς Πίσμα, τοῦ Ῥώσσου, μαθητοῦ τοῦ Ὁσίου Παύλου τῆς Ὀμπνόρα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντίπα τοῦ Μολδαβοῦ, τοῦ Ἀθωνίτου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

σπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

παντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ Ἁγίου Γρηγορίου. Ὁ ὑπερυψούμενος

Ἔρωτι ἑνούμενος, τρισαυγοῦς θεότητος, τῷ φέγγει Γρηγόριε, τοῖς πᾶσιν ὡς ἔσοπτρον, ἐκστίλβων ἀπαστράπτεις, τοῦ φωτὸς ἀντανακλάσεις.

Θησαυρὸν τοὺς λόγους σου, πατρικῶς κατέλιπες, ἠθῶν ψυχῆς κάθαρσιν, καὶ γνώσεως πλήρωσιν, τοῖς πίστει μελῳδοῦσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Τριαδικόν.

Πρῶτον νοῦν καὶ αἴτιον, Πατέρα κατήγγειλας, Λόγου μὲν Γεννήτορα, ὁμοῦ Προβολέα τε, τοῦ Πνεύματος Τριάδα, μελῳδῶν· Εὐλογητὸς εἶ.

Θεοτοκίον

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ Ἁγίου Δομετιανοῦ. Σὲ νοητήν, Θεοτόκε κάμινον

Ἡ ἀψευδής, τοῖς πιστοῖς πεπλήρωται, ἐπαγγελία προφανῶς· ὁ γὰρ θεῖος Δομετιανός, χάριτος ἠξίωται, λύειν τὰ νοσήματα, καὶ ἀπελαύνειν δαιμόνια, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.

Ἐπὶ τῆς γῆς, μεθ᾿ ἡμῶν γενόμενος, καὶ σαρκικῶς ἀναστραφείς, μεταδέδωκε τοῖς αὐτῷ, κατακολουθήσασι, καὶ τοῖς ἀγαπήσασι, θαυματουργίας χαρίσματα, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τῆς δυσσεβοῦς, καθεῖλεν αἱρέσεως, ὁ θεῖος Δομετιανός, τοῦ Σεβήρου τὰς διδαχάς, καὶ τὴν ἀπαράτρωτον, πίστιν τὴν Ὀρθόδοξον, θεοπρεπῶς ὑπεσήμανε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.

Θεοτοκίον

Τῆς πατρικῆς, οὐκ ἀπέστη φύσεως, ὁ θεῖος Λόγος σαρκωθείς, ἐκ Παρθένου· καὶ γὰρ αὐτήν, ἀκριβῶς τετήρηκε, μένουσαν ἀμείωτον, ἐν τῷ σαρκοῦσθαι, καὶ δέχεται, τὴν ἐκ Πατρὸς μαρτυρίαν, Χριστὸς ὁ ὑπερένδοξος.

 

ᾨδὴ η'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

πόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

ημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ἁγίου Γρηγορίου. Σοὶ τῷ παντουργῷ

Ὅλην τὴν αὐγήν, τοῦ Παρακλήτου μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων Ὅσιε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βρύουσιν ἡμῖν, κατὰ τὸν θεῖον λόγον, Χριστοῦ ἐκ κοιλίας σου, ποταμοὶ γνώσεως· ὄντως πηγὴν γάρ, ἀέναον ἡ χάρις, ἔδειξε τῷ κόσμῳ, σὲ Πάτερ εἰς αἰῶνας.

Ὢ τῆς θαυμαστῆς, ἀδελφικῆς δυάδος, σαρκί τε ὁμαίμονος, τὰ θεῖα σύμφρονος! ταύτην τιμῶντες, Βασίλειον ἐνδίκως, ἅμα Γρηγορίῳ, τιμῶμεν εἰς αἰῶνας.

Θεοτοκίον

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τὸν Λόγον, Παρθένε κυήσασαν, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, ἀξίως εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


Τοῦ Ἁγίου Δομετιανοῦ. Ἐν καμίνῳ Παῖδες Ἰσραήλ

Ὑπερέβης ἅπαντα θεσμόν, τῆς φύσεως ἀνθρώπων· Θεῷ δὲ προσεπελάσθης, θεοῤῥῆμον ἐφετῶν, ἀκροτάτῳ μέλπων αὐτῷ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐπακούσας θείων ἐντολῶν, ἐσκόρπισας ἀφθόνως, τὸν πλοῦτον τοῖς δεομένοις, εὐπειθείας λογισμῷ, βοῶν ἀξιάγαστε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἰαμάτων Δομετιανέ, ἀνελλιπὴς ἐγένου, βλυστάνουσα πόμα κρήνη, καὶ χειμάῤῥους τῆς τρυφῆς, ποταμὸς εἰρήνης τε τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἐν καμίνῳ σε συμβολικῶς, προέγραψαν οἱ Παῖδες Παρθένε, καὶ ἐν τῇ βάτῳ προετύπωσε Μωσῆς· Ἡσαΐας εἶδέ τε τεξομένην, βρέφος ἀνάνδρως, τὸν Κύριον τῆς δόξῃς, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός

Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός

Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

Μεγάλυνον, ψυχή μου, τὸν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.

Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.

Μεγάλυνον, ψυχή μου, τὸν ὑπὸ Προδρόμου τὸ βάπτισμα λαβόντα.

Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.

Μεγάλυνον, ψυχή μου, τὸν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.

Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

 

Τοῦ Ἁγίου Γρηγορίου. Ἡσαΐα χόρευε

Τῶν κατορθωμάτων τε, καὶ τῶν λόγων, σοῦ τὰς ἀστραπάς, Γρηγόριε εὐφημεῖν, νοῦς ἀδυνατῶν, σαφῶς ὁ ἡμέτερος ὁμολογεῖ, ἧτταν εὐκλεῆ, σοῦ καταγγέλλει δέ, ὑπὲρ δύναμιν τὸν ἔπαινον.

Μυστιπόλων ἄριστε, τῇ Τριάδι, νῦν παρεστηκώς, σὺν Ἀποστόλων χορῷ, καὶ τῶν Προφητῶν, Μαρτύρων Δικαίων τε, Πατριαρχῶν, μέμνησο ἡμῶν, τῶν ἀνυμνούντων σου, τὸ μνημόσυνον Γρηγόριε.

Ἐποπτεύεις ἄνωθεν, προασπίζων, νῦν Ἀρχιερεῦ, τῆς Ἐκκλησίας Χριστοῦ, νίκας τῷ πιστῷ, δωρούμενος Ἄνακτι, καὶ δουλικόν, σύντριψον ζυγόν, σοῦς σῴζων πρόσφυγας, ταῖς πρεσβείαις σου Γρηγόριε.

Θεοτοκίον

Ὡς τεκοῦσα πάναγνε, τῶν κτισμάτων, τὸν Δημιουργόν, κατὰ παντὸς γεννητοῦ, φέρεις τὴν ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχήν, καὶ ὑπερφυῆ· ὅθεν τὸν Τόκον σου, προσκυνοῦντες σὲ δοξάζομεν.

 

Τοῦ Ἁγίου Δομετιανοῦ. Τύπον τῆς Ἁγνῆς

Ἔστης Πάτερ τῆς ἐφέσεως, τῶν ὀρεκτῶν κρατήσας τὸ τελειότατον, καὶ ἐδέξαντο, Πατριαρχῶν σε σκηνώματα, καὶ Δικαίων Ὁσίων τὰ τάγματα, μεθ' ὧν καθικετεύοις, ὑπὲρ ἡμῶν τὸν Παντοκράτορα.

Ἔσχεν ὥσπερ χρῆμα τίμιον, ἡ σὴ πατρὶς τὸ σῶμά σου τὸ πολύαθλον, κατακρύψασα, τοῖς ἑαυτῆς κόλποις ἔνδοξε, μητρικοῖς ὁρμωμένη κινήμασι· σοῦ γὰρ ἐπαπολαύειν, τοὺς ἀλλοτρίους οὐκ ἠνέσχετο.

Ἴθι βοηθὸς γενέσθαι μοι, ἐν πειρασμοῖς τοῦ βίου καὶ περιστάσεσι, καὶ κατεύνασον, τὸν ἐγειρόμενον κλύδωνα, κατ' ἐμοῦ τῶν παθῶν καὶ γαλήνιον, ὅρμισον πρὸς λιμένα, τῇ αὔρᾳ Πάτερ τῆς πρεσβείας σου.

Θεοτοκίον

Ἔστη μέχρι σοῦ ὁ θάνατος, τοῦ καθ᾿ ἡμᾶς γενέσθαι, διὰ τὸ σῶσαι ἡμᾶς ὑπερούσιε, Υἱὲ Θεοῦ εὐδοκήσαντος, ἐξ ἀνάνδρου Μητρὸς καὶ τοῖς ὕδασιν, ἡμᾶς ἀναχωνεῦσαι, πυρὶ τῷ θείῳ τοῦ Βαπτίσματος.

Ὁ Εἱρμός

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

 

Ἐξαποστειλάριον. Τοῦ Γρηγορίου. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς.

Τὸν ποιμένα τὸν καλόν, Γρηγόριον τὸν πάνσοφον, τῶν Νυσσαέων Πρόεδρον, τοῦ Βασιλείου τοῦ σοφοῦ, ὁμότροπον ὁμαίμονα, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τιμήσωμεν ἅπαντες.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ὅμοιον.

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

 

Εἰς τὸν Στίχον Προσόμοια. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

Νῦν ξένην ὁ Σωτήρ, βροτοῖς δωρεῖται ῥύψιν, χωρὶς ἀναχωνεύων, πυρὸς καὶ ἀναπλάττων, ψυχὰς δίχα συντρίψεως.

Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Ὕδωρ θείας ζωῆς, πηγῶν ἐκ σωτηρίων, λαοὶ μετ᾿ εὐφροσύνης, ἀντλήσατε προθύμως, ψυχῶν εἰς ἀπολύτρωσιν.

Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Ἦλθεν ὁ φωτισμός, ἡ χάρις ἐπεφάνη, ἡ λύτρωσις ἐπέστη, ὁ κόσμος ἐφωτίσθη, λαοὶ χαρᾶς ἐμπλήσθητε.

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'.

Σὺ ἐν Ἰορδάνῃ βαπτισθείς, ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς ἐπιφανείας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

 


Ἀπολυτίκιον. Τοῦ Γρηγορίου. Ἦχος γ’. Θείας πίστεως.

Θείαν γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῇ γὰρ σοφίᾳ τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἀπολυτίκιον. Τοῦ Δομετιανοῦ. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὡς καθαρὸς καὶ φωτισμοῦ θείου πλήρης, τὴν τοῦ ποιμαίνειν ἐπιστεύθης φροντίδα, τοὺς ἄρνας Πάτερ Ὅσιε Χριστοῦ τοῦ Θεοῦ· ὅθεν δι' ἀσκήσεως, καὶ ποικίλων θαυμάτων, τῆς ἱεραρχίας σου, τὴν χλαμύδα κοσμήσας, τῆς Ἐκκλησίας Δομετιανέ, ὤφθης κοσμήτωρ, αὐτῆς προϊστάμενος.

Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α'

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ