ΙΑΝΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΠΟΛΥΕΥΚΤΟΣ ΜΑΡΤΥΣ & ΟΣΙΟΣ ΕΥΣΤΑΘΙΟΣ
ΙΑΝΟΥΑΡΙΟΣ Θ΄.
ΠΟΛΥΕΥΚΤΟΣ ΜΑΡΤΥΣ
& ΕΥΣΤΡΑΤΙΟΣ ΟΣΙΟΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Μάρτυρος. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Δαυϊτικῶς
ὡς ἐκ λάκκου, ταλαιπωρίας Χριστός, καὶ ἐκ πηλοῦ ἰλύος, τῶν εἰδώλων τῆς πλάνης,
ἀνήγαγέ σε Μάρτυς· ἔστησε γάρ, ἐπὶ πέτραν τοὺς πόδας σου, τῆς ἑαυτοῦ ἐπιγνώσεως
μυστικῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Οὔτε
συζύγου ὁ πόθος, οὔτε τῶν τέκνων στοργή, οὐ κηδεστοῦ ἀξία, οὔτε περιουσία,
κτημάτων ἢ χρημάτων, σοῦ τὸ στεῤῥόν, τῆς ψυχῆς παρεσάλευσαν, ἀπὸ τῆς πίστεως
ὄντως τῆς εἰς Χριστόν, παμμακάριστε Πολύευκτε.
Καὶ πρὸ τῆς χάριτος μάκαρ, τῆς σῆς ἀθλήσεως, δικαιοσύνης ἔργοις, ἀληθῶς ἐκοσμήθης· ὅθεν μετὰ ταῦτα, Μάρτυς πιστός, ἠξιώθης γενέσθαι Χριστοῦ, ἐν τῷ ἰδίῳ σου αἵματι βαπτισθείς, εἰς τὸν θάνατον αὐτοῦ εὐσεβῶς.
Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Δίκαιος ἀνθήσει γέγραπται, καθάπερ φοῖνιξ σαφῶς, ἀπ’ ἀρχῆς πλατυνόμενος, ἐν ἀγαλλιάματι, τῷ εὐρίζῳ ὡς ᾄδωμεν, καὶ ὡσεὶ κέδρος δὲ πληθυνθήσεται, ὑψικομίᾳ, τῶν εἰς Θεὸν ἀρετῶν· οὕτως Εὐστράτιος, εὐγενῶν τὸ καύχημα, τῶν εὐσεβῶν, σύμμορφον ἀγλάϊσμα, καὶ ἀσκητῶν ὀφθαλμός.
Ἴσμεν σε πατέρα φιλόπαιδα, καὶ ἀδελφόν σε Χριστόν, ἐπιστάμεθα ἅπαντες, ὡς κανόνα τέκνοις σου, συμπαθῆ τε συγγόνοις σου, καὶ θεοφόρον βίῳ κηρύττομεν, καὶ εὐεργέτην, πτωχῶν σημαίνομεν, πίστει ἀκτήμονα, εὐλαβείᾳ Ὅσιον, εἰλικρινῆ, πᾶσιν πρὸς διάθεσιν, καὶ πρὸς ἀγάπην στεῤῥόν.
Ὅροι ζωῆς οἱ βραχύτατοι, τῆς ἐν σαρκὶ καὶ φθορᾷ, ὡς ποθοῦντι τὰ πνεύματος, καὶ ἐπαγομένῳ σοι, πρὸς ἀκήρατον δίαιτα· τὰ δὲ λοιπά σοι πάντα μακρότατα· ψυχῆς τὸ κάλλος, ἠθῶν κατάστημα, νοῦ ἐπιείκεια, σωματίου μέγεθος, τὸ ἱλαρόν, πάντα περιττεύοντα, ὡς κατ’ εἰκόνα Θεοῦ.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β'
Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος, τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.
Ἀπόστιχα Προσόμοια. Τῆς Ἑορτῆς. Ἦχος πλ. β. Τριήμερος ἀνέστης.
Ἐπέστης ἐν τοῖς ὕδασιν, ὁ πᾶσιν ἀκατάληπτος, τῷ Προδρόμῳ, ὑποκλίνας κεφαλήν· καὶ κόσμον ἁγιάσας, δουλείας ἐλυτρώσω, τῷ βαπτισμῷ σου Ἀναμάρτητε.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Υἱὸν
ἀγαπητὸν ὁ Πατήρ, ἐκ τῶν ὑψίστων ἄνωθεν, καὶ τὸ Πνεῦμα ἐμαρτύρει σε Χριστέ· δι'
οὗ τὸ τῆς Τριάδος, μυστήριον ἐγνώσθη, ἐν Ἰορδάνῃ βαπτισθέντος σου.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἡγίασας
τὰ ῥεῖθρα Σωτήρ, τοῦ Ἰορδάνου ἅπαντα, καὶ τὴν φύσιν, τῶν ὑδάτων ὡς Θεός· διό σε
καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σὴν Ἐπιφάνειαν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι' ἡμᾶς καθ' ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων, πρὸς κάθαρσιν δεόμενος, ἀλλ' ἡμῖν ἐν ἑαυτῷ, οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Μυηθεῖς οὐρανόθεν εὐσεβείας τὴν ἔλλαμψιν, ὤφθης στρατιώτης γενναῖος, τοῦ Σωτῆρος Πολύευκτε, καὶ ξίφει ἐκτμηθεὶς τὴν κεφαλήν, Μαρτύρων ἠριθμήθης τοῖς χοροῖς· μεθ' ὧν πρέσβευε θεόφρον διὰ παντός, ὑπὲρ τῶν ἐκβοώντων σοι· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διά σου, πάσι τὰ κρείττονα.
Δόξα. Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Εὐστράτιον μέλψωμεν τὸν ἀσκητὴν τοῦ Χριστοῦ, ἐν ὕμνοις φιλέορτοι τῆς Βιθυνίας βλαστόν, ἰσάγγελον ἄνθρωπον· οὗτος γὰρ ἐν Ὀλύμπῳ, εὐηρέστησε πόνοις, σὺν ἔργοις εὐποιΐας, καὶ ἀγῶσι Δεσπότην, ὑπὲρ ἡμῶν δ’ ἱλάσκει Θεόν, δοῦναι τὰ πρόσφορα.
Καὶ νῦν. Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Τῆς Ἑορτῆς. Ὁ ὑψωθείς.
Τοῖς οἰκτιρμοῖς σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους σου φιλάνθρωπε· ὅθεν παραγέγονας, ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον, τῆς Ἁγίας Τριάδος· καὶ ἀνυμνοῦντες κραυγάζομεν πιστῶς· Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Τῆς Ἑορτῆς. Ἦχ. πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν
Ἐπέφανεν ἡμῖν, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις μυστικῶς, Ἰορδάνου χωνεῦσαι, πᾶσαν τὴν ἁμαρτίαν, ὡς ἐλεήμων καὶ ὑπεράγαθος, πᾶσα κτίσις σκιρτάτω, ὅτι βαπτίζεται Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό
Κανὼν τῆς Ἑορτῆς, Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ
ἡ Ἀκροστιχίς διὰ Στίχων Ἡρωελεγείων: Σήμερον ἀχράντοιο βαλών,/Θεοφεγγέϊ πυρσῷ,/Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,/Φλέξας παμμεδέοντος ἐΰς Πάϊς·/Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι
χάριν.
Ἰαμβικός Ὁ Εἱρμός
Στείβει
θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.
Ἄναρχε ῥείθροις, συνταφέντα
σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην· Οὗτος ἠγαπημένος,
Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Τὴν σὴν δίδου μοι Μάρτυς εὐκταίαν χάριν. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἡ κεκομμένη
Τῆς πολυεύκτου, τρυφῆς ἐμφορούμενος, καὶ μακαρίας αἴγλης, ἔνδοξε πληρούμενος, καὶ τῆς Ἀγγελικῆς χορείας ἀξιούμενος, τοὺς τὴν σὴν εὐφημοῦντας ἑορτήν, Πολύευκτε περίσῳζε, τῷ Κυρίῳ ψάλλοντας· ἐνδόξως γὰρ δεδόξασται.
Ἡ φωτοφόρος, καὶ εὔσημος μνήμη σου, φωτὸς τοῦ θειοτάτου, πλήρης ἀνατέταλκε, φωτίζουσα λαμπρῶς, τοὺς πίστει ἀνυμνοῦντάς σε, γενναῖε στρατιῶτα τοῦ Χριστοῦ, Πολύευκτε πανόλβιε, τῷ Κυρίῳ ψάλλοντας· ἐνδόξως γὰρ δεδόξασται.
Νενευρωμένος, ἰσχύϊ τοῦ Πνεύματος, καὶ θείαν δυναστείαν, μάκαρ ἐνδυσάμενος, ἐχώρησας στεῤῥῶς, πρὸς τὴν πάλην τοῦ ἀλάστορος, καὶ τοῦτον κατὰ κράτος καθελών, προθύμως ἀνεκραύγαζες· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Σεσαρκωμένον, τὸν πρότερον ἄσαρκον, Παρθένε Θεοτόκε, τέτοκας πανάχραντε, πανάμωμος σαφῶς, Παρθένος διαμείνασα, τὸν πλούτῳ εὐσπλαγχνίας δι' ἡμᾶς, πτωχεύσαντα καὶ σώσαντα τοὺς αὐτῷ κραυγάζοντας· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ Κανὼν τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ψάλλω φίλαγνον Εὐστράτιον, τὸν Εὐγενῆ. Μεθόδιος.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ εἰσίν, καὶ Εὐστρατίου δέ, τὸ εὐσεβὲς πνεῦμα, ταύταις συναγάλλεται, δεξιᾷ Παντοκράτορος, ἐμπολιτευομένου, ἐν ᾗ σαφῶς ἐζωγράφηται, τείχη τῆς Σιὼν ἐπουράνια.
Ἀπὸ μητρώας τῆς γαστρὸς εὐσέβεια, σὲ ἐγαλούχησεν, καὶ ἁνδρυνθέντα δέ, αὕτη ἐξωραίωσεν, ταῖς διδαχαῖς πυκάσασα, καὶ εἰς ἄνδρα τελοῦντα, Χριστῷ συνῆψεν Εὐστράτιε, βίου τοῦ προσκαίρου μερίσασα.
Λελαμπρυσμένου βασιλείου τάξεως, ἐκ τῆς ἐγγύτητος, τῷ τοῦ Θεοῦ οἴκῳ, μᾶλλον ἐξελέξω σύ, παραῤῥιπτεῖσθαι Ὅσιε, καὶ στυγνὸν τοῦ μονήρους, ἠμφιέσω ὡς εὖ πρόκριτε, μάκαρ καὶ πτωχόφρον Εὐστράτιε.
Θεοτοκίον.
Λόγος εἰκὼν ἐστὶν Πατρὸς ἀόρατος, ὁ τοῦ Θεοῦ Υἱός, καὶ κατ’ εἰκόνα με, λογικὸν ἐποίησεν, ὁ παντουργὸς Κύριος, καὶ τεχθεὶς ἐκ Παρθένου, Μητρὸς ἀσπόρως ἀφθόρως τε, σχήμασιν ὡς λόγοις κηρύττεται.
ᾨδὴ γ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ὅσοι παλαιῶν,
ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.
Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
Ἐπισκοπεῖται, σαρκικῇ παρουσίᾳ·
Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.
Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὄροις.
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Τοῦ Μάρτυρος. Σὺ εἶ τὸ στερέωμα
Ἤμειψας τὸ φρόνημα, πρὸς τὴν εὐσέβειαν ἄνωθεν, ἀξιωθείς, θείας ὀπτασίας, τοῦ Σωτῆρος Πολύευκτε.
Νίκης ἐφιέμενος, πάντων κατέπτυσας ἔνδοξε, τῶν ἐπὶ γῆς, καὶ τῆς οὐρανίου, κληρουχίας ἠξίωσαι.
Δόξης ὀρεγόμενος, τῆς ὑπὲρ ἔννοιαν ὥρμησας, καρτερικῶς, καὶ τὴν τῶν ειδώλων, ἀδοξίαν κατέβαλες.
Θεοτοκίον
Ἴθυνόν μοι Δέσποινα, τὰ διαβήματα, ἵνα σοῦ, πρὸς τὸν Υἱόν, δι' ἐπαινουμένης, πολιτείας πορεύσωμαι.
Τοῦ Ὁσίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀποτμηθεὶς τῆς μερεστῆς, ζωῆς τοῦ νοὸς μαχαίρᾳ, χωρισθεὶς δὲ συζυγίας γηΐνης, ἑνιαίας καὶ ἁπλῆς, χοροστασίας γέγονας, βοῶν· οὐκ ἔστιν πλήν Σου Ἅγιος, μόνε φιλάνθρωπε.
Γαστρὸς φυγὼν τὰς ἡδονάς, τῷ μέλει τοῦ θείου πόθου, ἐμουσούργησας λογίων μελέτῃ· τὸ ἁγνὸν καὶ γλυκηρόν, ἀργύρου πυρσωδέστερον, βοῶν· οὐκ ἔστιν πλήν Σου Ἅγιος, μόνε φιλάνθρωπε.
Νενικηκὼς τὸν πονηρόν, ὡς παῖς καὶ ὡς νεανίσκος, τῆς βροντῆς τῆς τοῦ Υἱοῦ συμβουλίᾳ, ὡς ἁγνόφρων ἀληθῶς, ἀνὴρ πρεσβύτης δέδειξαι, τὸ τοῦ νοὸς τελείως, νέος γηράσκων Εὐστράτιε.
Θεοτοκίον.
Ὁ ἐπὶ πόκον ὑετός, Χριστὸς ἐστὶν ἐν γαστρί Σου, Θεοτόκε ἀπειρόγαμε Μῆτερ· ἀλλ’ ὡς πρὶν τῷ Γεδεών, καὶ νῦν τῶν Ὀρθοδόξων λαῶν, κατ’ ἐθνοφρόνων δίδου, αἱρετιζόντων τὰ τρόπαια.
Ὁ Εἱρμός
Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὔκ ἐστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.
Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἀνυμνήσωμεν πιστοί, Ὅσιον καὶ θαυματουργόν, θεῖον Εὐστράτιον ψαλμοῖς, σὺν μελῳδίαις ἱερῶς, τῶν μοναζόντων κλέος λαμπρὸν πίστεως στῦλον· οὗτος μονοχίτων ὤν, οὐχ ὑπτίως ποτέ, ἐν βίῳ ἐκοιμήθη ἀεὶ εὐχόμενος, καὶ θαυμάτων χάριν εἴληφε γενόμενος, μοναστῶν ποδηγέτης· νῦν δ’ οὐρανίοις οἰκῶν θαλάμοις, Χριστὸν θερμῶς καθικετεύει.
Δόξα. Τοῦ Μάρτυρος. Ὅμοιον.
Δεῦτε ἴδωμεν πιστοί, πῶς ἐν τῷ σκάμματι στεῤῥῶς, κατηγωνίσατο ἐχθρόν, Μάρτυς Πολύευκτος σεπτός, καθυπομείνας παντοδαπὰς σκληρὰς βασάνους, ἄχρις ἀπετμήθη, ὁ Ἀθλοφόρος Χριστοῦ, τῷ ξίφει αὐτοῦ κάραν καὶ ὕψει ἔδραμεν, ἵν’ ἐπιποθοῦντι ἄνακτι Νυμφίῳ του αἰωνίως ἀγάλλῃ, συμβασιλεύων ὁ πολλοῖς ἄθλοις, βίον λαμπρῶς κατακοσμήσας.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Δεῦτε ἴδωμεν πιστοί, Σωτῆρος θείαν Μορφήν, πῶς Ἰωάννου Βαπτιστοῦ, ἅπτει ἡ χεὶρ ταύτην ὡς πῦρ, καὶ Ἰορδάνην ἰδοὺ ὁρᾷ ἀναστραφέντα· Ἄγγελοι ὑμνοῦσι, ταῖς ἀσιγήτοις φωναῖς, ὁ Πρόδρομος συγχαίρει Χριστοῦ Βαπτίσματι, ἄνωθεν φωνὴ ἀκούεται ὑπὸ Πατρὸς τῆς πελείας δ’ ὡς Πνεῦμα, κατερχομένης καὶ μαρτυρούσης, Τριαδικόν τῆς Θεαρχίας.
ᾨδὴ δ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Πυρσῷ
καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.
Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,
Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.
Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,
Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ
σθένει,
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.
Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.
Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Τοῦ Μάρτυρος. Σύ μου ἰσχύς
Δι᾽ εὐσεβοῦς, ὁμολογίας πανάριστε, τῷ Δεσπότῃ, σαυτὸν προσενήνοχας, τὴν δι᾽ αὐτόν, ἔνδοξε σφαγήν, πόθῳ δεδεγμένος· καὶ μώμου παντὸς ἐλεύθερος, γενόμενος ἐντεῦθεν, τῷ Σωτῆρι κραυγάζεις· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ὁ γλυκασμός, τῆς εὐσεβείας ἠδύνθη σοι· ἐπτερώθης, θείας ἀγαπήσεως, τῷ καθαρῷ καὶ εἰλικρινεῖ, πόθῳ τετρωμένος, καὶ ἔρωτι πυρπολούμενος, τῆς ἄνω Βασιλείας, μελῳδεῖς τῷ Δεσπότῃ· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ὑπερφυεῖ, ὁμοφροσύνῃ συνδούμενος, τῷ Νεάρχῳ, τούτου τε τοῖς ῥήμασι, κατηχηθείς, πρὸς τὴν εὐσεβῆ, πίστιν τῆς Τριάδος, θεόφρον Μάρτυς Πολύευκτε, τῆς ὄντως πολυεύκτου, καὶ τῆς πεποθημένης, ἠξιώθης Μαρτύρων φαιδρότητος.
Μαρτυρικοῖς, συνηριθμήθης στρατεύμασι· Βασιλείαν, ἔλαβες ἀσάλευτον, νεοσφαγής, ταύτης ἐπιβάς, ἔτι τῶν αἱμάτων, σταζόντων· ἤχθης δὲ πάνσοφε, χαρᾶς ἀδιαδόχου, καὶ φωτὸς ἀνεσπέρου, καὶ μεγάλης εὐκλείας τευξόμενος.
Θεοτοκίον
Ὁμοιωθείς, τοῖς ἐπὶ γῆς ὁ οὐράνιος, οὐρανίους, τούτους ἀπειργάσατο, καὶ πεπονθώς, φύσει παθητῇ, θείας ἀπαθείας, τὴν μέθεξιν ἐδωρήσατο· τὴν τοῦτον οὖν τεκοῦσαν, ἀπειρόγαμον Κόρην, Θεοτόκον εἰδότες δοξάζομεν.
Τοῦ Ὁσίου. Ὁ αὐτός.
Νὺξ ἀφεγγής, πέφυκε τὰ τῆς νεότητος, ματαιότης, πάντα γὰρ ταύτης ἐστίν, ματαιοτήτων ὡς ἀληθῶς, ἀλλὰ Εὐστρατίῳ, ἐν ταύτῃ Φῶς διακρίσεως, ἀνέτειλε φρονοῦντι, τὴν ἡμέραν Κυρίῳ, καὶ σαρκὸς πεφευγότα σκοτόμαιναν.
Ἐν ἑαυτῷ, ἕστηκας καὶ ἀνεδείχθης Θεῷ, σὺ γὰρ ὄντως, οὐκ ἐξ ἑαυτοῦ γεγονώς, πρὸς τὸν Πατέρα τε καὶ Θεόν, τὸ ἐκ τῆς οὐσίας, σὺ ἐπιβάλλων Εὐστράτιε, μηνύων οὐκ ἐκτέμνων, ἀσωτίας τοῦ βίου, χοηρὸν οὐκ ἐτράφης κεράτιον.
Ὕλη λαμπρά, ἄργυρος τεχνουργηθεὶς εἰς σταυρόν, ἐν χερσί σου, εἴληπται καὶ ἔδραμες, ἀσκητικὴν σὺ πρὸς τὴν Μονήν, τὸ ἀπὸ τοῦ κόσμου, δεικνὺς τεθνήξεσθαι σχήματι· καὶ θείῳ Ἡρακλείῳ, πεφθακὼς ἀνεβόας· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Σὲ ταῖς πλαξίν, ἄχραντε Μωσῆς ἐτύπου Σε. Σὺ γὰρ Λόγον, γέγραψαι δακτύλῳ Θεοῦ, τὸν τοῦ Πατρὸς Πνεύματι Αὐτοῦ· ἀλλ’ ἡμεῖς τὸ τέρας, εἰδότες πέρας εἰκάζομεν, ὡς ἴδωμεν Παρθένον, τὸν Θεὸν γαλουχοῦσαν, καὶ στοργῇ προσκυνοῦντες πιστούμεθα.
ᾨδὴ ε’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἐχθροῦ ζοφώδους
καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ
τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,
Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.
Μετ᾽ εὐσεβείας
προσδράμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
Ἄντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Τοῦ Μάρτυρος. Ἵνα τί με ἀπώσω
Ἵνα τῆς ἀϊδίου, τύχῃς ἀπολαύσεως μακαριώτατε, τὰ τερπνὰ τοῦ βίου, καὶ τῆς φύσεως τὴν οἰκειότητα, καὶ τρυφὴν καὶ δόξαν, καὶ τὴν ζωὴν αὐτὴν παρεῖδες, καὶ ἐλπίδος τῆς σῆς οὐ διήμαρτες.
Μεμυσταγωγημένος, τὰ τῆς θείας ὄψεως θεῖα μυστήρια, σταθερᾷ τῇ γνώμῃ, πρὸς τελείους ἀγῶνες ἐχώρησας· καὶ τροπαιοφόρος, ἀναδειχθεὶς τῶν ἀκηράτων, ἠξιώθης στεφάνων Πολύευκτε.
Ἀθεώτατον σέβας, φύσει μισοπόνηρον ἔχων τὸ φρόνημα, εὐσεβῶς ἀπώσω, καὶ Θεοὺς τοὺς ματαίους κατέστρεψας, εὐσεβείας ζήλῳ πυρποληθεὶς καὶ προθυμίας, θεοπνεύστου πλησθεὶς παναοίδιμε.
Θεοτοκίον
Ῥήσεσι τῶν χειλέων, πάναγνε ἑπόμενοι σὲ μακαρίζομεν· μετὰ σοῦ γὰρ ὄντως, μεγαλεῖα ποιήσας ὁ Κύριος, ἐμεγάλυνέ σε, καὶ ἀληθῆ Θεοῦ Μητέρα, γεννηθεὶς ἐκ γαστρός σου ἀνέδειξεν.
Τοῦ Ὁσίου. Ὁ αὐτός.
Τὸν δεσμὸν τῆς μνηστείας, πόθῳ φιλαγνείας σου, μάκαρ Εὐστράτιε, διαῤῥήξας τάχος, τὸν ζυγὸν ἀπεῤῥίψω τοῦ κόσμου ἐκ σοῦ, εὐσταλὴς κουφός τε, ὡς δι’ ἀθέρος τοῦ Σεμνείου, οὐρανοῦ πρὸς τὰς πύλας κατήντησας.
Ῥαντισθεὶς ὡς ὑσσώπῳ, χάριτι τῇ θείᾳ, καρδίας χιτώνιον, ἀπεσμήξω πᾶσαν, προστριβεῖσαν κηλῖδα ἐκ βίου σύ, ὑπὲρ χιόνα τε, ὡς ἐκπλυθεὶς κατελευκάνθης, τῶν δακρύων τῇ χύσει Εὐστράτιε.
Ἀντὶ πένθους ἐσθῆτος, χάριτες ἐνέδυσαν, σὲ παμμακάριστε, ἐν γὰρ τῇ καρδίᾳ, τὸ λαμπρὸν ἐκλαμπρύναν σε φρόνημα, τῆς σαρκὸς ἔνδυμα, ὡς ἀμαυρὸν οὐχ ἥγηταί σοι, φαιδρυνθέντι ἐλπίσι ταῖς κρείττοσιν.
Θεοτοκίον.
Τοὺς ἐν Σοὶ Θεοτόκε, Δέσποινα πανάμωμε, καταλλαγέντας Θεῷ, καὶ ταῖς δι’ εἰκόνων, πανσεβάστοις γραφαῖς σου τιμῶντάς σε, πειρασμῶν λύτρωσαι, καὶ αἰωνίου καταδίκης· ὅτι δύνασαι πάντα πρεσβείαις Σου.
ᾨδὴ στ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἱμερτὸν ἐξέφηνε
σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.
Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,
Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ
τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Τοῦ Μάρτυρος. Ἄβυσσος ἁμαρτιῶν
Τάξεως Ἀγγελικῆς, ἠξιώθης ἀξιάγαστε Μάρτυς, ἀγγελικὸν τὸν ζῆλον, προφανῶς ἐνδειξάμενος· σὺν αὐτοῖς οὖν ἐκτενῶς, μάκαρ ἱκέτευε λυτρωθῆναι, ἐκ πειρασμῶν τοὺς ἀνυμνοῦντάς σε.
Ὕπνωσας ἀγαπητοῖς, Ἀθλητὰ τὸν ὀφειλόμενον ὕπνον, ἀποτμηθεὶς τὴν κάραν, διὰ ξίφους πολύαθλε· καὶ τανῦν ἐν οὐρανοῖς, κλῆρον ἀκήρατον ἐκληρώσω, μετὰ Μαρτύρων αὐλιζόμενος.
Σύμμορφος καὶ κοινωνός, παθημάτων τοῦ Σωτῆρος ἐγένου, τοῦ δι' ἡμᾶς τῷ πάθει, τοῦ Σταυροῦ ὁμιλήσαντος· καὶ νῦν μάκαρ σὺν αὐτῷ, ὡς ἐπηγγείλατο βασιλεύεις, εἰς τὸν αἰῶνα τὸν ἀπέραντον.
Θεοτοκίον
Ἔχουσα τὸ συμπαθές, ὡς τεκοῦσα τὸν φιλάνθρωπον Λόγον, σῶσον ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνον οἱ πιστοί, πάναγνε Δέσποινα προστασίαν, ἀκαταμάχητον κεκτήμεθα.
Τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ.
Ἰδὼν τὸν κόσμον νοΐ, οὐ διετέθης πρὸς ἕλκυσιν, ἁψάμενός τε αὐτοῦ, οὐκ ἔχρανας φάρυγγα, σπουδαίως ἐκκλίνεις δέ, ἐκπλυνθεὶς τῷ χεῖρει, μετανοίας ἐν τοῖς νάμασιν.
Ὁ τρόπος σου εὐσεβής, ὑπῆρξε μάκαρ Εὐστράτιε, τὸ ἦθός σου εὐσταθές, ἐγνώρισται ἅπασιν, ἡ γνώμη εὐπρόσιτος, διεδείχθη λίαν, ἡ χρηστότης ὑπερβλύζουσα.
Νηστεία τῶν λογισμῶν, ἐδαψιλεύθη σοι μάλιστα, καὶ βρώματος ἀποχή, ὑπῆρξε πρὸς δύναμιν, μεγέθει τοῦ σώματος, οὐ δι’ ἐπαρκούσης, τῆς πολλῆς ὁλιγαρκείας σοι.
Θεοτοκίον.
Τῆς ὕλης σχηματισμῷ, φωνὴ ῥημάτων ἰσόχρεος· διὸ τὰς λόγοις σαφῆ, καὶ σχήμασιν ὅσιον, ποιεῖν ἐκτυπώτερον, Θεὸν βροτωθέντα, καὶ Παρθένον γαλουχοῦσαν νῦν.
Ὁ Εἱρμός
Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ἐπεφάνης σήμερον, τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Κοντάκιον τοῦ Μάρτυρος. Ὅμοιον.
Ὁ Δεσπότης κλίνας μέν, ἐν Ἰορδάνῃ, κεφαλὴν συνέτριψε, τὰς τῶν δρακόντων κεφαλάς· τοῦ Ἀθλοφόρου ἡ κάρα δέ, ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνεν.
Κοντάκιον. Τοῦ Ὁσίου. Ὅμοιον.
Τῷ δεχθέντι Βάπτισμα, ὑπὸ Προδρόμου, ὁ Πατὴρ προσέφερεν, ὡς δῶρον ἄσκησιν σκληράν· διὸ τελοῦντες ἑόρτιον, μνήμην βοῶμεν· Χαίροις Εὐστράτιε.
Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐστρατίου τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βασιλείου καὶ Γρηγορίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ θαυματουργοῦ, ἡγουμένου τῆς Μονῆς Μηδικίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου, ἐπισκόπου Σεβαστείας, ἀδελφοῦ τοῦ Μεγάλου Βασιλείου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀντωνίνα, ἐν τῇ Νικομηδείᾳ, ἐν θαλάσσῃ βληθεῖσα τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λαυρεντίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαρκελλίνου, ἐπισκόπου Ἀγκώνα τῆς Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν τῇ Μονῇ Χοζεβᾷ Τριῶν χιλιάδων ἀναιρεθέντων Πατέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ, τοῦ γενομένου ἐπὶ βασιλείας Βασιλείου, ἐν ἔτει 867ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθενομάρτυς Παρθένα ἡ Ἐδεσσαία, ἐν ἔτει 1375ῳ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων· Νεολλίνης καὶ Δομνίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλίππου, μητροπολίτου Μόσχας καὶ πάσης Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ Γέροντος, τοῦ ἐν τῇ Μονῇ τῆς Ἁγίας Τριάδος Κιέβου,
Ταῖς αὐτῶν ἁγίας πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἔφλεξε ῥείθρῳ
τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.
Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,
Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.
Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,
Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,
Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.
Ἀποῤῥαγέντος τοῦ Ἰορδάνου
πάλαι,
Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,
Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,
Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,
Πρὸς τὴν ἄῤῥευστον καὶ ἀμείνονα τρίβον.
Ἴδμεν τὸ πρῶτον τὴν
πανώλεθρον κλύσιν,
Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,
Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.
Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,
Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
Τοῦ Μάρτυρος. Θεοῦ συγκατάβασιν
Ὑπέδειξας Δέσποτα, τῷ σῷ οἰκέτῃ τὴν δυναστείαν σου· διὰ τοῦτο προθύμως, πρὸς τοὺς ἀγῶνας, ἦλθεν αὐτόκλητος, καὶ νικηφόρος γενόμενος ἔψαλλεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Κλητὴ καὶ πανεύσημος, ἡ ἑορτή σου Μάρτυς ἀνέτειλε· τῆς γὰρ ἐπιφανείας τοῦ σοῦ Δεσπότου, φῶς ἐπιφέρεται, καὶ καταυγάζει τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τὸν πλοῦτον τὸν ἄσυλον, τὸ διαμένον εὗρες ἀξίωμα, καὶ τὸ μὴ διαπίπτον, ἀλλ' εἰς αἰῶνας ἀϊδιούμενον, εἴληφας κλέος, κραυγάζων θεσπέσιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἀνάρχῳ Γεννήτορι, τὸν συννημένως ἀεὶ νοούμενον, συλλαβοῦσα Παρθένε, σεσαρκωμένον Υἱὸν γεγέννηκας, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τοῦ Ὁσίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ τῶν παίδων ἀκούσας, ἐν καμίνῳ οἰκτίρμων, ἀναμελπόντων σοι, καὶ τέκνων ἀναξίων, Πατρός σοι εὐαρέστου, ἐκβοώντων εἰσάκουσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νόμοις τοῖς τοῦ Δεσπότου, τεθραμμένος θεόφρον, μάκαρ Εὐστράτιε, κατήργησας ἐμφρόνως, δαιμόνων ἐπηρείας, καὶ ὡς ἄσαρκος ἔμελπες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν τῷ σώματι μέγας, τῷ δὲ πνεύματι μείζων, μακαριώτατε, Χριστῷ ἐνδεδυμένος, ἁγιόπνευστα ψάλλων, Θεῷ ὑπεζευγμένος ἀεί· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπερχόμενοι πίστει, τὴν σκιὰν τῆς εἰκόνος, Σοῦ Μητροπάρθενε, λυτρούμεθα ἐχθίστων, λαμπόμεθα καρδίαν, ὅτι Σὺ Βασιλέα καὶ Φῶς, τὸν τῶν Πατέρων Θεόν, ἠγκαλισμένον ἀεί.
ᾨδὴ η’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἐλευθέρα μὲν ἡ
κτίσις γνωρίζεται.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.
Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,
Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,
Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,
Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,
Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.
Λευχειμονείτω πᾶσα γήϊνος φύσις,
Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη·
ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ
Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,
Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
Τοῦ Μάρτυρος. Ἑπταπλασίως κάμινον
Ἱερουργεῖται σήμερον, ἡ πολύευκτος, μνήμη σου, Μάρτυς τοῦ Χριστοῦ, Ἀθλοφόρε Πολύευκτε· Χριστῷ γὰρ εὐάρεστος, δεκτὴ θυσία γέγονας, τῷ σφαγιασθέντι, διὰ σὲ καὶ τυθέντι· ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀθλητικὴν τὴν ἔνστασιν, Ἀθλητὰ μέχρις αἵματος, ἐπιδεδειγμένος, ἐπὶ γῆς Πολύευκτε, παστάδα πολύφωτον, ἐν οὐρανοῖς ἐσκήνωσας, τῇ τῶν σῶν αἱμάτων, βαπτισθεὶς κολυμβήθρᾳ, καὶ μέλπων· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νενεκρωμένην πταίσμασι, τὴν ψυχήν μου ἀνάστησον, τῇ μαρτυρικῇ σου, παῤῥησίᾳ χρώμενος, τοῖς θείοις προστάγμασι, διαῤῥυθμίζων ἔνδοξε, ἀξιοπρεπῶς, πρὸς ἀρετὴν ἐπιστρέφων, βοῶσαν· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Χαῖρε δι' ἧς ἐσχήκαμεν,
τὴν χαρὰν τὴν αἰώνιον. Χαῖρε τὸ τῆς Εὔας, σκυθρωπὸν ἡ λύσασα, Ἀδὰμ τὴν κατήφειαν,
πρὸς τὸ φαιδρὸν ἡ τρέψασα. Χαῖρε ἡ Θεόν, σωματωθέντα τεκοῦσα, Παρθένε Θεοτόκε,
τῶν πιστῶν ἡ προστάτις, τῶν σὲ ὑπερυψούντων, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου. Ὁ αὐτός.
Γῆ μὲν κατὰ ἀπόφασιν, θείαν Πάτερ τὴν πρώτην σέ, κόσμου ἐκδημήσαντα, σαφῶς ἐκάλυψεν, καρδίας τὸν πόθον δέ, τῶν μαθητῶν καὶ τέκνων σου, τόν τε πρὸς Θεόν, καὶ περὶ σὲ οὐ καλύπτει, διάστασις γηΐνη· ἀλλ’ ἰδοὺ μελῳδοῦμεν· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν οὐρανοῖς ὡς γέγραπται, τὸ πολίτευμα ἔσχηκας, κόσμου τοῦ ματαίου, ἀποστὰς Εὐστράτιε, ἐν οἷς ἐκδυσάμενος, τὸ σαρκικὸν χιτώνιον, θείαν πρὸς παράστασιν, εἰσδὺν σὺν Ἀγγέλοις, μνημόνευε βοώντων· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νὺξ ἐμπαθείας σκότωσιν, λογισμῶν ἐμποιεῖ με Πάτερ, ἀλλὰ προσευχαῖς σου, ἀπαθείας φάσος μοι, Θεὸς ἐπιφαύσειεν· καὶ ἀντὶ ὕμνων μνήμης τῆς σῆς, δῷ ἐγρηγορέναι, ἀρεταῖς ἀνυστάκτως, καὶ μέλπειν εὐχαρίστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ ἀμορφώτοις χρώμασιν, προσοχή ἐστιν ἄδικον, ὡς φαντασιοῦν, ἀνεικονίστως ἄλογον, δυοῖν ἐναντίαν δέ, τὸ δι’ ἁδρὰν περίπτωσιν, ἔμφρον καὶ ἀγχίνουν, καὶ πιστῶς τοῖς εἰδόσι, ἀλήθειαν εἰκόνι, θεανδρεία γὰρ οὕτω, δηλοῦται καὶ τιμᾶται, Χριστοῦ τοῦ ἐκ Παρθένου.
Ὁ Εἱρμός
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἰαμβικός Ὁ Εἱρμός
Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.
Ὢ τῶν ὑπὲρ
νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.
Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην
ἐν ῥείθροις Ἰορδάνου.
Τὸ αὐτό.
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ
ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.
Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην
ἡμᾶς ἐκ τῆς κατάρας.
Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,
Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Τοῦ Μάρτυρος. Ἔφριξε πᾶσα ἀκοή
Ἄγε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, ὃν συνεδόξασε, τῇ φωτωνύμῳ αὐτοῦ ὁ Ὕψιστος, Ἐπιφανείᾳ καὶ σεπτῇ, ἡμέρᾳ τετίμηκε, καὶ ἐστεφάνωσε, καὶ ἐνθέοις ἀρεταῖς κατεκόσμησε.
Ῥεύμασι τῶν μαρτυρικῶν, ἐκχυθέντων σου αἱμάτων ἀπέπνιξας, τὸν δυσμενέστατον, τὸν τὴν κακίαν δημιουργήσαντα· τὴν Ἐκκλησίαν δὲ Χριστοῦ, ἀρδεύων ἐφαίδρυνας, θεομακάριστε, τὴν ἐν πίστει σε ἀεὶ μακαρίζουσαν.
Ἴθι μοι Μάρτυς ἀῤῥωγός, πειρασμῶν με ἐκ ποικίλων ῥυόμενος, καὶ περιστάσεων, δεσμῶν τε λύων τῆς αἱρέσεως, καὶ χαλεπῆς ἐλευθερῶν, φρουρὰς ταῖς πρεσβείαις σου, τὸν ἀνυμνοῦντά σε, διανοίᾳ καθαρᾷ παναοίδιμε.
Θεοτοκίον
Νόμου τε σὺ καὶ Προφητῶν, τὸ κεφάλαιον Χριστὸν καὶ τὸ πλήρωμα, πάναγνε τέτοκας, δι᾽ εὐσπλαγχνίας, ἄπειρον πέλαγος, ἐνανθρωπῆσαι δι' ἡμᾶς, ἐκ σοῦ εὐδοκήσαντα, καὶ διασώσαντα, τοὺς ἐν πίστει σε ἀεὶ μεγαλύνοντας.
Τοῦ Ὁσίου. Ἐξέστη ἐπὶ τούτῳ.
Μακάριος εἶ ὄντως, πανευγενές, εὐσεβὴς δεδειγμένος, ἐν γῇ τὸ βιοῦν, ὡς τὴν ἐν γῇ, ἅπασαν οὐσίαν πρὸς οὐρανόν, διὰ χειρῶν πενήτων, καὶ προσαγωγῆς οἴκων εὐαγῶν, Εὐστράτιε θεόφρον, Θεόδωρε τὸ πρῶτον, ἐναγωνίως μεταθέμενος.
Ἐλήφθης τῷ Κυρίῳ, τῶν κατὰ αὐτόν, ἡμερῶν ἀμεινόνων, πληρέστατος, τῶν ἐν σαρκί, δὲ οὐ πεπλησμένος πάνυ καλῶς, καὶ γὰρ οὐκ ἔστιν ὄντως, ἄξιος ὁ κόσμος τῶν κατὰ σέ, πιστῶν Ἀγγέλων βίον, μισούντων τὰ ἐν κόσμῳ, καὶ ἀγαπώντων ὑπερκόσμια.
Θεῷ τὰ λογικά σου, παρατιθείς, μὴ ἐλλείπῃς Εὐστράτιε ποίμνια, ὅπου πέραν, εἷεν συνηγμένα καὶ μεριστά, καὶ ἣν ἐπήξω μάνδραν σου, φύλαττε πρεσβεύων διὰ παντός, ἐκ κόνως ψυχῆς γάρ, τὴν ἄληπτον κρατοῦμεν, καὶ διὰ πίστεως ὁρῶμέν σε.
Θεοτοκίον.
Ὁ τύπος παρεισάγει, τὸ τυπωθέν, καὶ λοιπὸν ἐκτυπούντων, Παρθένον ἁγνήν, τὰ κατ’ αὐτήν, σέβομεν εἰκόσι χρωματικαῖς, τὴν ὑπὲρ νοῦν λοχείαν Σου, καὶ τὴν γαλουχίαν τὴν θεϊκήν, καὶ ὥσπερ τῇ γραφίδι, καὶ σχήμασιν ὡσαύτως, ἱεροτύποις σεβαζόμεθα.
Ὁ Εἱρμός
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν ἀσκητὴν Κυρίου, Εὐστράτιον τὸν θαυμαστόν, Βεελζεβοὺλ ὀλετῆρα, νηστείαις τε προσευχαῖς, εὐαρεστήσαντα Λόγον, δεῦτε τιμήσωμεν ὕμνοις.
Ἐξαποστειλάριον τοῦ Μάρτυρος. Ἦχος γ'. Ἐν πνεύματι τῷ ἱερῷ
Πολύευκτον κτησάμενος, ἐκ ψυχῆς πολυεύκτου, τὸν πλοῦτον τὸν οὐράνιον, ὦ Πολύευκτε μάκαρ, καὶ δόξαν καὶ λαμπρότητα, ἐν Θεῷ γενόμενος· καὶ στέφος θεῖον ἐδέξω, ἐκ χειρὸς τοῦ Ὑψίστου, σὺν Μαρτύρων τοῖς χοροῖς, ὡς Μάρτυς τῆς ἀληθείας.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐν δουλικῷ τῷ σχήματι, παραγέγονας Λόγε, καὶ Βάπτισμα ὁ ἄχρονος, ὡς βροτὸς ἐπεζήτεις· ἐξέστη γῆ καὶ οὐρανός, καὶ Ἀγγέλων τάγματα, καὶ τῶν ὑδάτων ἡ φύσις, ὁ δὲ Πρόδρομος πτήξας, ἐν δειλίᾳ καὶ χαρᾷ, τὴν λειτουργίαν ἐτέλει.
Ἀπόστιχα Προσόμοια. Τῆς Ἑορτῆς. Ἦχος πλ. β. Αἱ Ἀγγελικαί.
Φράσον
καὶ εἰπέ, ὦ Προφῆτα Ἡσαΐα· Τίς ὁ κεκραγώς, ἐν ἐρήμῳ τῇ βοήσει; Ἀντλήσατε δὴ
ὕδωρ, εὐφροσύνης καθάρσιον. Οὗτος Ἰωάννης ὁ βαπτίζων, ἐν τῇ ἐρήμῳ καὶ βοήσας·
Χριστὸς ἔρχεται· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Ὢ τῆς ὑπὲρ νοῦν, καὶ ἀφάτου εὐσπλαγχνίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι προσκλίνει, τὴν ἄχραντον καὶ θείαν, κορυφὴν τῷ βαπτίσματι! Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι, ἐν ᾧ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ὡς
ἐπιβλαβῶν, τῶν γηΐνων ἀπαχθέντες, δεῦτε νοητῶς, καθαρθῶμεν τὰς αἰσθήσεις· καὶ
τὸν Χριστὸν ἰδόντες ἐν σαρκὶ βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, πάντες
σὺν αὐτῷ ὑμνολογοῦντες, πιστῶς κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα
σοι.
Δόξα. Καὶ νῦν.
Τρυφὴ ζωτική, ἐκ χειμάῤῥου Ἰορδάνου, ἀνέβλυσεν ἡμῖν, τοῦ Βαπτίσματος ἡ χάρις, ἐν ᾧ οἱ φωτισθέντες, τῷ Βαπτίσματι λέγομεν· Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι· ᾧ καὶ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
.jpg)
.jpg)
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου