ΙΑΝΟΥΑΡΙΟΣ 8. ΟΣΙΟΣ ΓΕΩΡΓΙΟΣ ΧΟΖΕΒΙΤΗΣ & ΟΣΙΑ ΔΟΜΝΙΚΑ
ΙΑΝΟΥΑΡΙΟΣ Η΄.
ΓΕΩΡΓΙΟΣ ΟΣΙΟΣ ΧΟΖΕΒΙΤΗΣ
& ΔΟΜΝΙΚΑ ΟΣΙΑ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τῆς
ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὐ κατέσεισαν, προσβολαὶ μακάριε· σὺ γὰρ ἔπαλξιν,
ὥσπερ τὴν σὴν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαυτόν, τοῦ δεινοῦ
πολεμήτορος, ἀπαράτρωτον, ἀπήμαντον ὅλως καὶ παρέστης, τῷ Δεσπότῃ τῶν ἁπάντων,
νικητικῶς στεφανούμενος.
Οὐχ
ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλῦσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς
Θεὸν ἐκδημίας σου· κἀκεῖ γὰρ γενόμενος, καὶ τοῖς τόποις εὐφρανθείς, οὗ οἱ πόδες
ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως. Εἰ μὴ φθάσῃς, δι' ἀσκήσεως καὶ πόνων,
καὶ πρὸς Σιὼν τὴν οὐράνιον.
Τὸν
ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοῖς δάκρυσι, κατανύξει ἔνδοξε γῆν κατέβρεχες, καὶ
ταῖς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον· ἐννοῶν τε καὶ αὐτόν, ὡς παρόντα καὶ
βλέποντα, ὃν ἐπόθησας· καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν
σὴν ψυχὴν αὐγαζόμενος.
Προσόμοια τῆς Ὁσίας. Ἦχος δ'. Ἔδωκας Σημείωσιν
Ἐκ
Δυσμῶν ἀνέτειλας, πρὸς τὴν Ἑῴαν πανόλβιε, ὡς ἀστὴρ φαεινότατος, ἀκτῖσιν
ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων Ὁσία, καὶ κατεφώτισας πιστῶν, τὰς διανοίας
φέγγει θαυμάτων σου· διό σε μακαρίζομεν, καὶ τὴν σὴν μνήμην γεραίρομεν, τὸν
Χριστὸν μεγαλύνοντες, τὸν σεπτῶς σε δοξάσαντα.
Τρωθεῖσα
τῷ ἔρωτι, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὦ Δομνίκα πανεύφημε, Αὐτῷ ἠκολούθησας,
ἀπαρνησαμένη, ἐπίκηρον δόξαν, καὶ τῆς σαρκὸς τὰς ἡδονάς, καὶ πᾶσαν βίου ἄλλην
ἀπόλαυσιν· διό σε εἰσῳκίσατο, εἰς φωτεινότατον θάλαμον, Ἰησοῦς ὁ φιλάνθρωπος,
καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Πάθη τοῦ Κυρίου σου, καὶ Ποιητοῦ ἀναπλάττουσα, ἐν αὐτῇ ἀναδέδειξαι, τοῦ Λόγου ὡς ποίημα, λογικὸν Παρθένε, καὶ διὰ τοῦ Λόγου, ἐπαιδαγώγησας παθῶν, τῆς ἀλογίας τὰ παρεκκλίματα· διὸ καὶ καθ' ὁμοίωσιν, εὐθυποροῦσα ἀοίδιμε, ἀληθὲς καὶ ἀκίβδηλον, τοῦ Θεοῦ ὤφθης ἄγαλμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν, καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός. Πρὸς ὃν βοήσωμεν· Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἀπόστιχα Προσόμοια. Τῆς Ἑορτῆς. Ἦχος πλ. β' Αἱ Ἀγγελικαί.
Τὸ
φωτιστικόν, καὶ φωτίζον τοὺς ἀνθρώπους, φῶς αὐτολαμπές, σὺ ὑπάρχων Ἰησοῦ μου,
ἐν ῥείθροις Ἰορδάνου, βαπτισθεὶς ὅλως ἔλαμψας, φῶς τὸ ὁμοούσιον Πατρί σου· ἐν ᾧ
πᾶσα ἡ κτίσις φωτισθεῖσα, Χριστὲ κράζει σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα
σοι.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Ὡς
διὰ σαρκός, κορεσθῆναι θείας δόξης, δεῦτε νοητῶς, καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ
τὸν Χριστὸν ἰδόντες, ἐν σαρκὶ βαπτιζόμενον, τήν τε τοῦ δολίου διαθλῶντα, κάραν
εὐφυῶς ὑμνολογοῦντες, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Νᾶμα ζωτικόν, σὺ ποτίζεις Ἰησοῦ μου, ἐν τῷ ποταμῷ, Ἰορδάνῃ εὐσπλαγχνίᾳ, ἡμᾶς τοὺς ἐκκαέντας, σοῦ τῇ δίψει φιλάνθρωπε· ὅθεν ποτισθέντες ἐκ πηγῆς σου, τῆς ἀθανάτου καὶ φωσφόρου, Χριστὲ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β'
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδών σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε Χριστὲ ὁ Θεός· Τί πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; Εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν σεαυτῷ. Υἱοῦ; ἀλλ' αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς· Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος α'. Τῆς ἐρήμου πολίτης
Μοναστῶν ἀγαπήσας τὴν ἐπέραστον βίωσιν, καὶ ῥιζοτομήσας καρδίας, τὰ ῥυπώδη θελήματα, συντόνῳ ἐνασκήσει καὶ εὐχῇ, Γεώργιε ἐπώφθης Χοζεβᾶ, τῆς Μονῆς οἰκήτωρ θεῖος, καὶ ἀθλητὴς τοῦ πνεύματος περίδοξος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ μεσίτην κραταιὸν ἡμῖν δωρήσαντι.
Δόξα. Ἀπολυτίκιον. Τῆς Ὁσίας. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Ἀγάπῃ τῇ κρείττονι καταυγασθείσα τὸν νοῦν, ἀσκήσει ἐξέλαμψας ὥσπερ λαμπὰς φαεινή, Δομνίκα πανεύφημε· ὅθεν Μοναζουσῶν σε, ὁδηγὸν φωτοφόρον, ἔδειξεν ὁ Δεσπότης, διὰ βίου καὶ λόγου· ᾯ πρέσβευε θεοφόρε, σώζεσθαι ἅπαντας
Καὶ νῦν. Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχ. δ'. Κατεπλάγη Ἰωσήφ
Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν, ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ, ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.. Ἦχος πλ. δ'. Αὐλῶν ποιμενικῶν
Βαπτίζεται Χριστός, ὁ τὸν κόσμον φωτίζων, ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Οὗτός ἐστιν ὁ φωτίζων τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό
Ὁ α’ Κανὼν τῆς Ἑορτῆς, τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς: Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.
Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
ᾨδὴ α', τοῦ Ὁσίου. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου
Ἀνοίξει τοῦ στόματος, δοῦναί μοι χάριν ἱκέτευσον, σοφίας Γεώργιε, τὴν ἀπαρχὴν Ἰησοῦ, ὅπως ᾄσω σου, τὴν μνήμην κατ’ ἀξίαν, ὁ ἄμουσος ᾄσμασι, θείοις γηθόμενος.
Ἐν γῇ πεπολίτευσαι, ὥς περ ἀσώματος μέγιστε, συνήφθης ἐντεῦθεν δέ, τῶν Ἀσωμάτων χοροῖς, τῷ ποιήσαντι, ᾠδαῖς ἐν τρισαγίοις, μέλπων καὶ δεχόμενος, τούτου τὴν ἔλλαμψιν.
Τοῦ κόσμου ἠλόγησας, ὑπερκοσμίοις ἐννοίαις σου· ἀσκήσας ἐν κόσμῳ δέ, ὅπου ἐστράφη Χριστός, ἐξεδήμησας, ἀκήρατον πρὸς κόσμον, χοροῖς συναπτόμενος, τῶν πρωτοτόκων σοφέ.
Θεοτοκίον
Ἀνοίξας τὸ στόμα μου, Ἁγνὴ προῄρημαι μέλψαι σε, σοφίαν τὴν τέξασαν, τὴν ἐνυπόστατον, ἀλλ' ὡς ἄναγνος, τὴν πάναγνον ὡς θέμις, ὑμνῆσαι μὴ σθένων σε, αἰτῶ βοήθειαν.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς: Τὴν καλλίπαιδα νῦν γεραίρω Δομνίκαν. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος β'. Ἐν βυθῷ κατέστρωσέ ποτε
Τῷ ἐνθέῳ πόθῳ τὴν ψυχήν, ἔνδοξε πτερώσασα, τῶν σαρκικῶν θηράτρων ὑπερίπτασο· διὸ ἱκετεύω σε, θηρευθέντα με, ταῖς παγίσι τοῦ ὄφεως, σοῦ ταῖς ἱκεσίαις, πάνσεμνε Δομνίκα ἀπολύτρωσαι.
Ἠκολούθεις χαίρουσα Χριστῷ, τούτου ἀνιχνεύουσα, τὴν ἱερὰν νομοθεσίαν πάνσεμνε, καὶ Παρθένων τάγμασι, συνηρίθμησαι, ὡς παρθένος καὶ ἄμωμος· ὅθεν σε τιμῶμεν, πίστει συνελθόντες ἀξιάγαστε.
Νυσταγμὸν κακίας οὐδαμῶς, ἔνδοξε νυστάζουσα, ἐπαγρυπνεῖς ταῖς φωταυγέσι πράξεσι, καὶ πρὸς φῶς ἀνέσπερον, ἐξεδήμησας, ταῖς ἐκεῖθεν λαμπρότησι, περιχεομένη, καὶ φωταγωγοῦσα τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Καὶ πρὸ τόκου ἄφθορος ἁγνή, καὶ μετὰ τὴν κύησιν Μήτηρ Θεοῦ, ὑπερφυῶς διέμεινας· ὅθεν σε ποθήσασα, θείῳ Πνεύματι, ἡ Δομνίκα ὀπίσω σου, ἄφθορος προσήχθη, τῷ Παμβασιλεῖ Υἱῷ σου ἄχραντε.
ᾨδὴ γ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν δίκαιος, πλήν σου Κύριε.
Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν δίκαιος, πλήν σου Κύριε.
Τοῦ Ὁσίου. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε
Λουόμενος δάκρυσιν οἰκείοις, ἰλύος τὴν σάρκα κοσμικῆς, ἐκάθηρας καὶ ῥεύμασιν, ὡς ποταμίοις τούτοις δέ, τὴν τῶν δαιμόνων σύῤῥοιαν, ἀσκητικῶς κατεπόντισας.
Ὁσίως ἀμέμπτως καὶ δικαίως, τὸν βίον διέπρεψας σοφέ, πρὸς δὲ καὶ πόνοις χρώμενος, ἀσκητικοῖς τὴν ἄπονον, διαγωγὴν κεκλήρωσαι, θεομακάριστε Γεώργιε.
Ἁλοὺς θείῳ ἔρωτι παμμάκαρ, τῶν τόπων ἁγίων τῆς Σιών, πρὸς τούτους ἐπεδήμησας, κἀκεῖ διαμεμένηκας, ἕως θανάτου πάνσοφε, πιέζων πόνοις τὴν σάρκα σου.
Θεοτοκίον
Τὸν
σὸν ὑμνολόγον ἐπταικότα, ἀσύγγνωστα Κόρη πρὸς ὁδόν, τῆς μετανοίας ἴθυνον, τὸν Λόγον
ἡ κυήσασα, τοῦ κόσμου τὸν καθαίροντα, τὰς ἁμαρτίας θεόνυμφε.
Τῆς Ὁσίας. Ἐξήνθησεν ἡ ἔρημος
Πλωτῆρας θαλαττεύοντας, διεσώσω ἔλαιον, μετ' εὐλογίας πέμπουσα, τῇ θαλάσσῃ καὶ μεταβάλλουσα, εἰς γαλήνην Δομνίκα τὸ κλυδώνιον.
Ἀΰλοις λαμπομένην σε, φρυκτωρίαις Ἄγγελος, φωτοειδὴς ἐμήνυσεν, Ἱεράρχῃ ἐπιδημήσασαν, Βασιλίδα πρὸς πόλιν θείῳ νεύματι.
Ἱστίῳ πτερουμένη, τῆς ἐγκρατείας ἔφθασας, τῆς ἀπαθείας ἔνδοξε, τοὺς λιμένας· λιμήν τε γέγονας, τοῖς εἰς βάθη κακίας ὀλισθήσασι.
Θεοτοκίον
Δυνάμωσον πανάχραντε, τὸ ἀσθενές μου δύναμιν, ἡ τοῦ Ὑψίστου τέξασα, τὴν τὸ εἶναι πᾶσι παρέχουσαν, καὶ Δομνίκης τὴν μνήμην μεγαλύνασαν.
Ὁ Εἱρμός
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.
Κάθισμα τῆς Ὁσίας. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Τὴν σάρκα ἐσταύρωσας σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς Χριστὸν ἔσχηκας, Δομνίκα Νυμφίον τὸν σόν· ἄφθαρτον διὰ τοῦτο, ἐκομίσω τὸ στέφος, καὶ Ἀγγέλων χορείαις, ἠριθμήθης Ὁσία, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια· τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διό σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.
ᾨδὴ δ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ψυχῆς τελῶν ἔμφρονος, καὶ
λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ
καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ
Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Τοῦ Ὁσίου. Ὁ καθήμενος ἐν δόξῃ
Ταῖς νηστείαις ὡς σιτίοις, φιλοτίμως τρεφόμενος, τὴν ψυχήν σου μάκαρ, νῦν εὐφραινομένην παρέστησας, τῷ Ποιητῇ τῶν ἁπάντων συγκαλέσαντι, πρὸς τὴν ἄνω σε, θείαν τρυφὴν ἀγαλλόμενον.
Οὐρανός τις ἀνεφάνης, τοῖς πρακτέοις ὡς ἄστρασι, κατηγλαϊσμένος, φέρων ὡς φωσφόρον τὸν Κύριον, τὴν σὴν ψυχὴν ὡς σελήνην καταυγάζοντα, καὶ δεικνύοντα, τῆς παρ' αὐτῷ δόξης μέτοχον.
Ὁ Δεσπότης οὐρανόθεν, δι' ἡμᾶς κατερχόμενος, τὴν Σιὼν εὑρίσκει, θεῖον ἀληθῶς εὐναστήριον· ᾗ ἐνσκηνώσας σὺ πόθῳ, ὥσπερ κλίμακι, πρὸς τὴν ἄνω ἀνῆλθες, Σιὼν ταύτῃ χρώμενος.
Θεοτοκίον
Ὁ καθήμενος ἐν κόλποις, ἀϊδίως τοῦ φύσαντος, σαῖς ὠλέναις ὤφθη, νῦν ἀπεριγράπτως καθήμενος, τὴν τετοκυῖάν σε δείξας μετὰ γέννησιν, ἀειπάρθενον, καὶ ἀληθῶς ἀδιάφθορον.
Τῆς Ὁσίας. Ἐλήλυθας, ἐκ Παρθένου
Ἀπήστραψας, φωτισμὸν ἰαμάτων διώκουσα, παθῶν τὴν σκοτόμαιναν, καὶ τῶν δαιμόνων τὰς φάλαγγας, πάντας δὲ ἐφώτισας, τοὺς εὐσεβῶς σοι Δομνίκα προσπελάζοντας.
Νυμφίος σε, Βασιλεὺς ἐπουράνιος ἔνδοξε, δοξάζει ἐνώπιον, τοῦ ἐπὶ γῆς βασιλεύοντος, καταπληττομένου σου, τὸν ἀκηλίδωτον βίον καὶ τὰ θαύματα.
Ὑπήκοος, τῶν εὐχῶν σου ὑπάρχων ὁ Κύριος, σαφῶς προσημαίνει σοι, τόπον ἐν ᾧ φροντιστήριον, ἤγειρας τὰ πνεύματα, τῆς πονηρίας Δομνίκα ἀπελάσασα.
Θεοτοκίον
Νεκρώσεως, τοὺς χιτῶνας
Ἀδὰμ ἐξεδύσατο, τῇ θείᾳ γεννήσει σου, καὶ τὴν στολὴν ἠμφιάσατο, μόνος ἣν
ἐξύφανεν, ἐν τῇ γαστρί σου ὁ Λόγος σωματούμενος.
ᾨδὴ ε'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τίς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
Τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα
Ἐξέστησαν Ἄγγελοι, καὶ πᾶς Ὁσίων σύλλογος, ὄντως τὸ ἀνένδοτον τῶν πόνων, τῶν σῶν ὁρῶντες, καὶ τὸ τοῦ βίου σκληρόν· σὺ γὰρ ὥσπερ ἄψυχος πονῶν, λίθος διετέλεσας, ἀρετῶν, πρὸς κατόρθωσιν.
Εἰς πᾶσαν ἐξέλαμψεν, ἰδοὺ ψυχὴν ὁ μέγιστος, πάντας ἐμπιπλῶν φωτοχυσίας, καὶ σκοτομήνης ἐλευθερῶν τῶν παθῶν, ὥσπερ καθαρώτατος καὶ νῦν, ἥλιος κινούμενος, τὴν σωτήριον κίνησιν.
Πατρίδος ἐξένωσαι, τῆς σῆς σοφὲ Γεώργιε, ὑπὲρ τοὺς προσήκοντας τῷ βίῳ, Χριστὸν φιλήσας, τὸν ξενωθέντα βροτοῖς· ὅθεν ἐχρημάτισας αὐτοῦ, ἄξιος τῆς ἄνωθεν, ἀξιούμενος χάριτος.
Θεοτοκίον
Ὡραίωσας ἄχραντε, σὺ τῶν βροτῶν τὸ πλήρωμα· σὺ γὰρ ἀνεδείχθης πλατυτέρα, τοῦ οὐρανίου, κύτους τεκοῦσα Θεόν, Λόγον ὡσεὶ δέῤῥιν οὐρανούς, Κόρη τὸν ἐκτείναντα, καὶ βροτοὺς διαπλάσαντα.
Τῆς Ὁσίας. Ὁ τοῦ φωτὸς χορηγός
Γεωπονήσασα, καὶ τῷ ἀρότρῳ τῶν εὐχῶν τέμνουσα, τὴν ψυχικήν, αὔλακα πολύχουν, ἐδρέψω τὸν καρπόν, θείαις ἀποθήκαις, ἁγνὴ συντηρούμενον.
Ἐπιφωτίζουσα, τὸν καθαρόν σου λογισμὸν ἔβλεπες, τοῦ παντουργοῦ, Πνεύματος δυνάμει, τὰ πόῤῥω ὡς ἐγγύς, καὶ τῶν ἐσομένων, προλέγεις τὴν ἔκβασιν.
Ῥώμῃ τοῦ Πνεύματος, ἱερουργός σε τελειοῖ χρίσματι, θεουργικῷ, τῆς διακονίας, ποιμαίνειν ἱεράς, ψυχὰς ἐγκελεύων, Δομνίκα θεόσοφε.
Θεοτοκίον
Ἅγιον Κύριον, Κυριοτόκε τοῦ παντὸς τέτοκας, ὃν ἐκ ψυχῆς, Δομνίκα ποθοῦσα, παθῶν φθοροποιῶν, κατακυριεύει, Παρθένε ὑμνοῦσα σε.
ᾨδὴ ς'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός· οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
Ἐν πυρὶ βαπτίζει, τελευταίῳ
Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ
καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν
πλημμελημάτων λυτρούμενος.
Τοῦ Ὁσίου. Ἐβόησε, προτυπῶν
Ἐβόησας, πρὸς Θεὸν ἀενάοις σὺν δάκρυσι, καὶ τοῦ βίου, ὡς ἐκ κήτους δεινοῦ σε διέσωσε, πρὸς τὰς ἀκυμάντους, καὶ ἀείῤῥους πηγὰς τῆς θεώσεως.
Τετράγωνον, ἀρετῶν ὁ χορός σε κατέστησε, τεῖχος μάκαρ, νοουμένων ἐχθρῶν μὴ πτοούμενον, τὰς ἀκροβολίσεις· ὡς στεῤῥὸς γὰρ νικᾷς τὸν πειράζοντα.
Ὡς πρόβατον, Χοζεβᾶ τῷ σεμνείῳ προσέδραμες· τῇ δὲ πράξει, βακτηρίᾳ καθάπερ χρησάμενος, πρὸς Ἐδὲμ ἰθύνεις, τὰ αὐτῷ ἐνοικούμενα πρόβατα.
Θεοτοκίον
Ἐσκήνωσεν, ὡς βροτὸς ἐν νυδύϊ σου Κύριος, τὸν βροτόν με, τῶν ἀφθίτων σκηνῶν ἀξιούμενος, παρορῶν μου πράξεις, τὰς ἀθέσμους ἁγνὴ καὶ τὰ πταίσματα.
Τῆς Ὁσίας. Ἐν ἀβύσσῳ πταισμάτων
Ἱερὸν προφητεῖον ἀνήγειρας, θείου Ζαχαρίου Προφήτου θεόφρονος· μεθ' οὗ ναὸν εἰς ἅγιον, συγχορεύεις Δομνίκα θεόσοφε.
Ῥεῖθρον ὤφθης ἰάσεων ἄφθονον, πλυνοῦσα φλογμὸν παθημάτων καὶ βρύουσα, ἁγιασμὸν σωτήριον, κυριώνυμε κόρη θεόνυμφε.
Ὡς καλήν, ὡς ὡραίαν, ὡς ἔντιμον, ὡς τῆς παρθενίας αὐγαῖς διαλάμπουσαν, σὲ ὁ νυμφίος Κύριος, ἑαυτῷ συνεισάγει ἀοίδιμε.
Θεοτοκίον
Δι' ἐμὲ κατ’ ἐμὲ ἐχρημάτισε, βρέφος ὁ παντέλειος ἀνακαινίζων με, καὶ παλαιωθέντα πάθεσι, διὰ σοῦ Παναγία θεόνυμφε.
Ὁ Εἱρμός
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος δ'
Ἐπεφάνης σήμερον, τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Κοντάκιον. Τῆς Ὁσίας. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐν πολλοῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν τελείως ἀνεπτέρωσας· διὸ γέγονας ἐνδιαίτημα θεῖον τοῦ Πνεύματος, λαβοῦσα θαυμάτων τὴν ἰσχύν, Δομνίκα Ὁσίων ἐγκαλλώπισμα.
Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς γεωργὸν τῶν νοητῶν φυτῶν πανάριστον, καὶ τῶν Ἀγγέλων μιμητὴν καὶ ἰσοστάσιον, ἀνυμνοῦμέν σε οἱ παῖδές σου θεοφόρε, ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἀπὸ πάσης ἀπολύτρωσαι κακώσεως, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ Γεώργιε.
Συναξάριον
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Δομνίκης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ Χοζεβίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Θεοφίλου Διακόνου, καὶ Ἑλλαδίου λαϊκοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Σαμαία τοῦ Ἐλαμίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀττικοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγάθωνος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεβερίνου, φωτιστοῦ Αὐστρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου, κτήτορος καὶ ἡγουμένου τῆς Μονῆς τῆς Χώρας, ἐν Κωνσταντινουπόλει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀμπώ, τοῦ ἀπὸ Μουσουλμάνων, ἐκ Βαγδάτης καὶ ἐν Τυφλίδᾳ Γεωργίας μαρτυρήσαντος, ἐν ἔτει 786ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἐπισκόπου Ἀχρίδος, κοιμηθέντος κατὰ τὸ ἔτος 1012ο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Μακρῆ, ἡγουμένου τῆς Μονῆς Παντοκράτορος ἐν Κωνσταντινουπόλει, κοιμηθέντος κατὰ τὸ ἔτος 1431ο.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἰσίδωρος ὁ πρεσβύτερος, καὶ οἱ σὺν αὐτῷ Ἑβδομήκοντα δύο Μάρτυρες, ἐν Γιούρεβ τῆς Ἐσθονίας, ὑπὸ τῶν ῥωμαιοκαθολικῶν τελειοῦνται, ἐν ἔτει 1472ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Ἐγκλείστου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Γρηγορίου τοῦ θαυματουργοῦ, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσαΐου τοῦ ἐν Βάλαμῳ Φιλανδίας, κοιμηθέντος κατὰ τὸ ἔτος 1914ο.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἅπαντες πιστοί, ἐν ᾧ τὴν
τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν
καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ
ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν
Οὐκ ἐνέδωκας τοῖς πόνοις πιεζόμενος, τοῖς τῆς ἀσκήσεως, σατανικοῖς λογισμοῖς· τὸν νοῦν γὰρ ἀῤῥέμβαστον, πρὸς τὸν δυνάμενον, σῴζειν Κύριον, σὺ κεκτημένος ἅπασαν, προσβολὴν ἀπετινάξω.
Χαμευνίαις ἀγρυπνίαις καὶ νηστείαις σου, πάντα ἐνέκρωσας, μέλη σοῦ τὰ ἐπὶ γῆς· καὶ νῦν τὴν ἀκήρατον, καὶ ἄπονον βιοτήν, ζῇς μακάριε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν ὑμνούντων σε σὺν πόθῳ.
Τοῦ ἀεὶ Ὄντος τὸν τάφον ἐπεθύμησας, ἄκρως θεάσασθαι, καὶ προσκυνῆσαι σοφέ, κἂν τούτῳ γενόμενος, ἔκρινας ὅσιον, δι' ἀσκήσεως, συννεκρωθῆναι Ὅσιε, τῷ δι' οἶκτον νεκρωθέντι.
Θεοτοκίον
Οὐκ
ἐλάτρευσαν τῇ κτίσει οἱ τὸν Κτίστην σε, γνόντες κυήσασαν, ἀλλὰ Θεὸν ἀληθῆ, ἐκ
σοῦ τὸν ἐκλάμψαντα, Λόγον γινώσκοντες, Κόρη κράζουσιν· Ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
Τῆς Ὁσίας. Ἀντίθεον πρόσταγμα
Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς πρὸς τὸ θεῖον, θεούμενος πάντοτε, φωτοειδὴς γεγένηται, ἐντεῦθεν ἐξέκλινας, τὸ δυσμενὲς τῆς σαρκός, μέλπουσα θεόσοφε· Ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Μυστήρια θεῖά σοι ἀποκαλύπτει, Θεὸς ὑπερούσιος, ἐν σοὶ ἀναπαυσάμενος· ὁρᾷς γὰρ φοιτήσαντα ἅγιον Ἄγγελον, καὶ καθαγιάσαντα σεμνή, τὴν τῶν ὑδάτων φύσιν ἐν Πνεύματι.
Ναὸς θείου Πνεύματος γεγενημένη, ναὸν πρὸς τὸν Ἅγιον, ὑπάρχουσα ἀκήκοας, φωνῆς διδασκούσης σε θεῖα Μυστήρια, καὶ τὴν ἐκ τοῦ σώματος, σεμνὴ ἀποδημίαν τοῦ Βασιλεύοντος.
Θεοτοκίον
Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, ὑπάρχει ὁ Κύριος, ὁ σὲ Μητέρα πάναγνον, καὶ Νύμφην ἀνύμφευτον προεκλεξάμενος, ὃν ὑπὲρ τῶν δούλων σου ἀεί, μὴ διαλίπῃς πρεσβεύειν Ἄχραντε.
ᾨδὴ η'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν· Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Ὅλως νυσταγμὸν τοῖς σοῖς βλεφάροις, οὐδ’ ὕπνον τοῖς ὀφθαλμοῖς σου Πάτερ ἔδωκας, ἕως ἐπιτήδειον καὶ ὡραῖον Ὅσιε, σαυτὸν εἰργάσω σκήνωμα, τοῦ Παντοκράτορος, ὃν ἅπαντα ὑμνοῦσι τὰ ἔργα, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Εὕρηκας ἀνάπαυσιν τῶν πόνων, παμμάκαρ τῶν ἀμετρήτων τὸν Παράδεισον, ὅν περ προητοίμασε, τοῖς αὐτὸν ποθήσασιν, ἀπὸ ψυχῆς ὁ Κύριος, κοινὸν βασίλειον, κραυγάζουσιν ἀπαύστως· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὗρεν ἡ μονὴ τοῦ Χοζεβᾶ σε, κανόνα καὶ ἀκριβέστατον παράδειγμα, ἅπαν μετερχόμενον, ἐναρέτων πράξεων, εἶδος Ὁσίων καύχημα, σοφὲ Γεώργιε· διὸ βεβιωκότες ἐνθέως, μετὰ σοῦ σκιρτῶσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὤφθη ὁ ἁπλοῦς τῇ θείᾳ φύσει, ἐκ σοῦ Θεομῆτορ ὄντως σύνθετος, ἔλεος δι' ἄφατον, τῇ αὐτοῦ θεότητι, σάρκα τὴν ἐξ αἱμάτων σου ὑποστησάμενος· διό σε Θεοτόκον εἰδότες ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Ὁσίας. Τὸν ἐν καμίνῳ
Κεκοσμημένη ἀρεταῖς, καὶ θαυμάτων κροσσωτοῖς πεποικιλμένη, πρὸς ὡραῖον νυμφῶνα, τοῦ Βασιλέως Χριστοῦ, Δομνίκα ἀνέδραμες ψάλλουσα, καὶ ὑπερυψοῦσα, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἀκολουθήσασα Χριστῷ, ὡς ποιμένι καθαρῷ ἀμνὰς τιμία, πρὸς Οὐράνιον μάνδραν, τῶν ἐπισήμων ἐν ᾧ, προβάτων συναυλία πέφυκεν, ἐν ἀγαλλιάσει, ἐσκήνωσας Ἁγία.
Νεύσει Θεοῦ παντουργικῇ, τὴν ἀπόθεσιν τοῦ σοῦ μαθοῦσα σκήνους, χαριστήριον αἶνον, καθαρωτάτῃ ψυχῇ, τῷ πάντων αἰτίῳ προσέφερες· οὗ τὸ σὸν εἰς χεῖρας, σεμνὴ παρέθου πνεῦμα.
Θεοτοκίον
Ὁ ὑπερούσιος Θεός, οὐσιοῦται δι’ ἡμᾶς τῶν σῶν ἐκ σπλάγχνων, τὴν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσαι ζητῶν, δι’ οἶκτον Παρθένε καὶ ἔλεον, ὁ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Μεγάλυνον, ψυχή μου, τὸν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Μεγάλυνον, ψυχή μου, τὸν ὑπὸ Προδρόμου τὸ βάπτισμα λαβόντα.
Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
Μεγάλυνον, ψυχή μου, τὸν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
Τοῦ Ὁσίου. Ἅπας γηγενής
Ἅπασαν τρυφήν, τοῦ βίου κατέπτυσας, Πάτερ θεσπέσιε, διὰ τὴν οὐράνιον, τρυφὴν καὶ δόξαν· σκληραγωγίᾳ γάρ, σὺ τῶν παθῶν ἐσπούδασας, σβέσαι τὴν κάμινον, καὶ πολλοῖς σου, δάκρυσι Γεώργιε, μοναζόντων σεμνὸν ἐγκαλλώπισμα.
Νῦν ὡς ἀληθῶς, Θεοῦ κατενώπιον, ἵστασαι πάνσοφε, ᾧ περ δι’ ἀσκήσεως, οἰκειωθῆναι πρότερον ἔσπευσας, καὶ τῶν αὐτοῦ ἐμφάσεων, κατατρυφᾷς ἐμφανῶς· ὅθεν πᾶσι, δίδου τοῖς τιμῶσί σε, φωτισμὸν καὶ τῶν θείων τὴν μέθεξιν.
Ἤρθης πρὸς τὸ φῶς, τὸ ἄδυτον ἔνδοξε, σκότους τοῦ βίου ῥυσθείς, καὶ τῷ παντοκράτορι, καὶ τρισηλίῳ Φωτὶ παρίστασαι, μετὰ τῶν ἄνω τάξεων, καὶ τῆς ἐκεῖθεν τρυφᾷς, πεμπομένης, λάμψεως μακάριε, καὶ ἡμᾶς φρυκτωρεῖς τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Ὅλον
με Θεός, θεῶσαι βουλόμενος, ὅλος ἑνοῦταί σοι, καὶ τὸ ἀκατάληπτον, καινοτομεῖται
πᾶσι Μυστήριον· τίκτεις Παρθένος ἄφθορος, καὶ σὰρξ ὁρᾶται Θεός· ὃν τιμῶντες, σὲ
νῦν μακαρίζομεν, Μαριὰμ ὡς αὐτὴ προεφήτευσας.
Τῆς Ὁσίας. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ἱερώταται χορεῖαι, τῇ σεπτῇ σου κοιμήσει, ἐξάρχουσαι τῆς θείας σου ψυχῆς, τοῖς καθορῶσιν ἐφάνησαν, ἱεραῖς μελῳδίαις, εἰς τόπον ὁδηγοῦσαι σε σκηνῆς θαυμαστῆς, ἔνθα ἦχος, ἐορταζόντων ἔνδοξε.
Ὡς τῆς ἀμπέλου σὺ θεῖον, εὐφορώτατον κλῆμα, φανεῖσα κατανύξεως ἡμῖν, θείους ἐξήνθησας βότρυας, ἀναβλύζοντας οἶνον, ἰάσεων Δομνίκα τῶν ψυχῶν, καὶ καρδίας τῶν πίστει, τιμώντων σε εὐφραίνοντας.
Σωματικῶν παθημάτων, ψυχικῶν τε κηλίδων, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ῥῦσαι ἡμᾶς ταῖς πρεσβείαις σου, τοὺς τῇ σκέπῃ σου πόθῳ προσφεύγοντας Δομνίκα καὶ τὴν σήν, Ἑορτὴν ἐκτελοῦντας, τὴν θείαν καὶ σεβάσμιον.
Ἡλιακὴν ὡς ἀκτῖνα καταυγάζουσαν πάντας, ὡς νύμφην τοῦ Χριστοῦ περικαλῆ, καὶ ὡς Τρυγόνα φιλόσεμνον, ὡς Ἐλαίαν ὡς Κέδρον, ὡς οὖσαν ἐκλεκτὴν Περιστεράν, εὐφημοῦμέν σε πάντες, Δομνίκα κυριώνυμε.
Θεοτοκίον
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρίναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Ὁσίων τάγματα.
Ὁ Εἱρμός
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Ἐξαποστειλάριον τῆς Ὁσίας. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς
Τῶν γηΐνων καὶ φθαρτῶν, καταφρονήσασα σεμνή, τῷ διαπύρῳ πρὸς Χριστόν, ζήλῳ σου τῶν ἐν οὐρανοῖς, ἀφθάρτων ἐπεθύμησας· Χριστὸς ὅθεν σὲ στέφει, ἀφθάρτοις ἐν στέμμασι.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Ἀπόστιχα Προσόμοια. Τῆς Ἑορτῆς. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ
Μέγα
καὶ φοβερόν, μυστήριον τελεῖται! Δεσπότης γὰρ τῶν ὅλων, βροτῶν εἰς ῥύψιν
πάντων, χειρὶ δούλου βαπτίζεται.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Ἄνωθεν
ὁ Πατήρ, ἐβόα· Οὗτός ἐστιν, Υἱὸς ἀγαπητός μου, ὁ ἐν ῥείθροις Ἰορδάνου, σαρκὶ
νῦν βαπτιζόμενος.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Τάξεις
Ἀγγελικαί, ἰδοῦσαι τὸν Δεσπότην, ὁμοιωθέντα δούλοις, καὶ ῥείθροις βαπτισθέντα,
ὑμνοῦσαι ἐξεπλήττοντο.
Δόξα. Καὶ νῦν.
Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ δεῦτε, συνέλθωμεν ῥυφθῆναι, φαιδρῶς συνεορτάζοντες.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος α'. Τῆς ἐρήμου πολίτης
Μοναστῶν ἀγαπήσας τὴν ἐπέραστον βίωσιν, καὶ ῥιζοτομήσας καρδίας, τὰ ῥυπώδη θελήματα, συντόνῳ ἐνασκήσει καὶ εὐχῇ, Γεώργιε ἐπώφθης Χοζεβᾶ, τῆς Μονῆς οἰκήτωρ θεῖος, καὶ ἀθλητὴς τοῦ πνεύματος περίδοξος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ μεσίτην κραταιὸν ἡμῖν δωρήσαντι.
Δόξα. Ἀπολυτίκιον. Τῆς Ὁσίας. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Ἀγάπῃ τῇ κρείττονι καταυγασθείσα τὸν νοῦν, ἀσκήσει ἐξέλαμψας ὥσπερ λαμπὰς φαεινή, Δομνίκα πανεύφημε· ὅθεν Μοναζουσῶν σε, ὁδηγὸν φωτοφόρον, ἔδειξεν ὁ Δεσπότης, διὰ βίου καὶ λόγου· ᾯ πρέσβευε θεοφόρε, σώζεσθαι ἅπαντας
Καὶ νῦν. Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου