ΙΑΝΟΥΑΡΙΟΣ 7. ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ & ΒΑΠΤΙΣΤΟΥ ΣΥΝΑΞΙΣ
+ ΙΑΝΟΥΑΡΙΟΣ Ζ΄.
ΣΥΝΑΞΙΣ ΠΡΟΦΗΤΟΥ, ΠΡΟΔΡΟΜΟΥ
& ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν ἰδιόμελα τῆς Ἑορτῆς τρία. Ἦχος β'.
Τὸν
φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι
παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει
τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ
ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοῦ
Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου,
ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ
Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς
ἡμῶν, δόξα σοι.
Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Προσόμοια τοῦ Προδρόμου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε
Πρόδρομε Χριστοῦ, Βαπτιστὰ θεόληπτε, σὲ εὐσεβῶς μακαρίζοντες, Χριστὸν
δοξάζομεν, τὸν ἐν Ἰορδάνῃ, κλίναντα τὴν κάραν σοι, καὶ φύσιν τῶν βροτῶν
ἁγιάσαντα. Αὐτὸν οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος.
Ὑψόθεν
προσέβλεψας σοφέ, Ἰωάννη Πρόδρομε, Πατρὸς τὴν δόξαν τὴν ἄῤῥητον, Υἱὸν ἐν ὕδατι,
καὶ τὸ Πνεῦμα εἶδες, ἀπελθὸν ὡς πέλειαν, καθαῖρον καὶ φωτίζον τὰ πέρατα· διὸ
Τριάδος σε, μυστιπόλον ἀναμέλποντες, σοῦ τιμῶμεν, τὴν θείαν πανήγυριν.
Ῥωσθεὶς θείᾳ χάριτι Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, σὺ τὸν Ἀμνὸν ἡμῖν ἔδειξας, τὸν κόσμου αἴροντα, ἁμαρτίας πάσας· καὶ αὐτῷ προσήρμοσας, δυάδα Μαθητῶν χαίρων σήμερον· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Τοῦ Προδρόμου. Ἦχος πλ. β'
Ἔνσαρκε
Λύχνε, Πρόδρομε τοῦ Σωτῆρος, βλάστημα στείρας, φίλε τοῦ ἐκ Παρθένου, ὃν σκιρτήμασι
νηδύος προσεκύνησας, καὶ ἐβάπτισας νάμασι τοῦ Ἰορδάνου, τούτῳ πρέσβευε δεόμεθα
Προφῆτα, τὰς τῶν μελλόντων ἡμᾶς ἐκφυγεῖν τρικυμίας.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων, ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ' οἶδά σε Θεὸν προαιώνιον, ἐπὶ τῆς γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφὶμ καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα. Ἀκατάληπτε Κύριε, δόξα σοι.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.
Στ.: Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Εἰς τὸν Στίχον, Προσόμοια τοῦ Προδρόμου. Ἦχ. δ. Ἔδωκας σημείωσιν
Ὡς
εἶδέ σε Δέσποτα, ὁ Ἰωάννης ὁ Πρόδρομος, πρὸς αὐτὸν ἀφικόμενον, ἔκθαμβος γενόμενος,
ὡς εὐγνώμων δοῦλος, σὺν φόβῳ ἐβόα· Τίς ἡ ταπείνωσις Σωτήρ; τίς ἡ πτωχεία ἣν
περιβέβλησαι; ὁ πλούτῳ ἀγαθότητος, ταπεινωθέντα τὸν ἄνθρωπον, ἀνυψώσας ὡς
εὔσπλαγχνος, ὡς αὐτὸν ἐνδυσάμενος.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Δεῦρο δή μοι σήμερον, ἐπιτελοῦντι μυστήριον, τῷ Προδρόμῳ ἀντέφησε, φρικτῶς διακόνησον, ὁ Σωτὴρ τῶν ὅλων, καὶ μὴ δειλιάσῃς· τὸν συντριβέντα γὰρ Ἀδάμ, τῇ ἁμαρτίᾳ καινοποιούμενος, βαπτίζομαι ὡς ἄνθρωπος, ὁ κατὰ φύσιν ἀμόλυντος, Ἰορδάνου τοῖς ὕδασιν, ἐν οἷς βλέπεις παρόντα με.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἥλιον ῥυπτόμενον, τίς γηγενῶν ἐθεάσατο; Ἰωάννης ἀντέφησε, καὶ τὸν ἐπενδύοντα, οὐρανὸν νεφέλαις, γυμνούμενον ὅλον; καὶ τὸν πηγὰς καὶ ποταμούς, δημιουργοῦντα ὕδασι βαίνοντα; ἐκπλήττομαι τὴν ἄφατον, οἰκονομίαν σου Δέσποτα! μὴ βαρύνῃς τὸν δοῦλόν σου, φοβεροῖς ἐπιτάγμασιν.
Δόξα. Τοῦ Προδρόμου. Ἦχος δ'
Ὡς
τοῦ Πνεύματος ἐραστής, καὶ τῆς χάριτος θεοφθόγγος χελιδών, τρανῶς τὴν οἰκονομίαν
τοῦ Βασιλέως, βροτῶν τῷ γένει ἐξ Ἁγνῆς φαεινῶς ἀνατείλαντος, εἰς μερόπων
ἀνάκλησιν, κατεμήνυσας Πρόδρομε, τῶν σκυθρωπῶν ἠθῶν, ἀπελαύνων τὸ τέρμα, καὶ ζωῆς
ἀϊδίου ἐπιβαλέσθαι ἰθύνων, τὰς καρδίας τῶν ἐν μετανοίᾳ βαπτιζομένων, μάκαρ θεόληπτε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
Δεῦτε μιμησώμεθα τὰς φρονίμους Παρθένους· δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ· ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην, ὁ Ἰορδάνης ἰδών σε ἔπτηξε καὶ ἔμεινεν· ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου· τὸ Πνεῦμα κατήρχετο, ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος β'
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος
Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ πνεῦμα κατῆλθεν ἐπ᾽αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Ἐν τοῖς ῥείθροις βλέψας σε, τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό
Εἶτα, οἱ δύο Κανόνες τῆς Ἑορτῆς.
Ὁ α’ Κανὼν τοῦ Κυρίου Κοσμᾶ, οὗ ἡ Ἀκροστιχίς: Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιὸς ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.
Τὸν ῥύπον ὁ σμήχων τῶν
ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς
ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχίς
διὰ Στίχων Ἡρωελεγείων: Σήμερον ἀχράντοιο βαλών,/Θεοφεγγέϊ πυρσῷ,/Πνεύματος,
ἐνθάπτει νάμασιν, ἀμπλακίην,/Φλέξας παμμεδέοντος ἐΰς Πάϊς·/Ἠπιόων δέ, Ὑμνηταῖς
μελέων τῶν δε δίδωσι χάριν.
Τῆς Ἑορτῆς. Ἰαμβικός. Ὁ Εἱρμός
Στείβει
θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.
Ἄναρχε ῥείθροις, συνταφέντα
σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην· Οὗτος ἠγαπημένος,
Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
Ὁ Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς: Βαπτιστὰ Χριστοῦ, τοὺς ἐπαίνους μου δέχου. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος β'. Τῷ τὴν ἄβατον
Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον· ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος.
Ἀγαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρία τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον.
Πλήρης γέγονας, τοῦ Παναγίου Πνεύματος, ἔτι κοιλίᾳ σῆς Μητρός, ἔνδον φερόμενος, καὶ σκιρτήματι τερπνῷ, τὸν τῆς Παρθενίας καρπόν, χαίρων ἐμήνυσας, καὶ προσεκύνησας, Προφῆτα πανσεβάσμιε.
Τὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα.
Θεοτοκίον
Ἱερώτατον, τῆς Παρθενίας τέμενος, ἡ ἐν γαστρὶ Θεὸν Λόγον, κυοφορήσασα, τοὺς προστρέχοντας εἰς σέ, καὶ προσκαλουμένους Ἁγνή, σῷζε πρεσβείαις σου, κινδύνων λύουσα, τὴν ἔφοδον πανάμωμε.
Καταβασία. Ἰαμβικός
Στείβει θαλάσσης, κυματούμενον σάλον…
ᾨδὴ γ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ὅσοι παλαιῶν,
ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.
Νέκρωσιν ὁ πρίν,
ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
Ἐπισκοπεῖται, σαρκικῇ παρουσίᾳ·
Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.
Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον
φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὄροις.
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Τοῦ Προδρόμου. Ἐν πέτρᾳ με τῆς Πίστεως στερεώσας
Στειρώσεως τὸ ὄνειδος διαλύσας, ἐπέγνως τῆς Παρθένου τὸν θεῖον Τόκον, σκιρτήσας ἀγαλλόμενος ἐν κοιλίᾳ, Μητρὸς πανεύφημε, Ἀγγέλων σύσκηνε, τοῦ Κυρίου Πρόδρομε, μύστα τῆς χάριτος.
Τὰς τρίβους προητοίμασας τοῦ Κυρίου, βαδίσας πρὸ προσώπου αὐτοῦ Προφῆτα· ὡς λύχνος πᾶσι φαίνων γὰρ τὸ τῆς δόξης, Πατρὸς ἀπαύγασμα, φανὲν σώματι, δι᾽ ὕδατος ὑπέδειξας, πάντων πρόκριτε.
Ἀνέτειλας ὡς ὄρθρος δικαιοσύνης, τὸν Ἥλιον μηνύων τοῖς ἐν τῷ σκότει· τῆς πάντων σωτηρίας σὺ γὰρ ἐγένου, κήρυξ καὶ Πρόδρομος, καὶ πᾶσιν ἔλεγες· Τῷ Χριστῷ προσέλθετε, πίστει καὶ σῴζεσθε.
Θεοτοκίον
Χαρὰν τὴν ἀνεκλάλητον δεξαμένη, συνέλαβες ἀσπόρως τὸν σὸν Δεσπότην, τὸν πᾶσαν τὴν ὑφήλιον Θεομῆτορ, ἀνακαλούμενον· ᾧ καὶ κραυγάζομεν· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Καταβασία. Ἰαμβικός
Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων…
Κάθισμα. Τοῦ Προδρόμου. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας· πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ
Ἑκὼν κατῆλθε ἐπὶ γῆς, καὶ ἐσαρκώθη δι᾽ ἡμᾶς, ὡς ηὐδόκησεν αὐτός, ὁ ἀκατάληπτος Θεός, καὶ βαπτισθῆναι ἠνέσχετο ὁ φωτισμὸς ἡμῶν· ὅθεν πρὸς αὐτόν, ἀπεφθέγγετο, ὁ Πρόδρομος βοῶν· Οὐ τολμῶ σου Σωτήρ, τῆς κορυφῆς ἐφάψασθαι, ὁρῶν σου τὸ ἀκατάληπτον Κύριε, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.
ᾨδὴ δ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Πυρσῷ
καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.
Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,
Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.
Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,
Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ
σθένει,
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.
Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον
φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.
Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Τοῦ Προδρόμου. Ὑμνῶ σε ἀκοῇ γὰρ Κύριε
Ῥυπῶντας ἀποπλύνειν ὕδατι, ἀπεστάλης πρὸς τοῦ Δεσπότου, εὐτρεπίζων δέχεσθαι, τὸν αἴροντα τὴν ἁμαρτίαν Χριστόν, καὶ τὴν πλάνην ἀπελαύνοντα, θεογνωσίας αἴγλῃ πανσεβάσμιε.
Ἰοῦ με δρακοντίου δήγματος, ἰαθῆναι μάκαρ δυσώπει, ὁ τὸν Χριστὸν νάμασι, βαπτίσας τοῖς τοῦ Ἰορδάνου· ἐν ᾧ τῶν δρακόντων ἐμφωλεύουσαν, τὴν πονηρίαν ὁ Σωτὴρ συνέθλασε.
Σοφίᾳ τοῦ Θεοῦ κοσμούμενος, προελήλυθας Χριστοκήρυξ· βοῶντος γὰρ γέγονας, κραυγάζουσα Μετανοεῖτε φωνή· ὡς Προφήτης προηγόρευσας, τὸν ὑπὲρ πάντας ἀνθρώπους σε δεικνύοντα.
Τὴν ξένην καὶ ἀνθρώποις ἄτριπτον, ἐπαγόμενος πολιτείαν, ἐπέστης τοῖς ὕδασι, πανάριστε τοῦ Ἰορδάνου, φωνῆς τοῦ Πατρὸς ἀκροασόμενος, καὶ παρουσίαν Πνεύματος ὀψόμενος.
Θεοτοκίον
Ὁ πάντα πλαστουργήσας Κύριος, καθ᾽ ἡμᾶς αὐτὸς πλαστουργεῖται· ὑποδὺς γὰρ πάναγνε τὴν μήτραν σου τὴν παναγίαν, μορφὴν τῶν ἀνθρώπων ἠμφιάσατο, καὶ τὴν αὐτοῦ εἰκόνα διεσώσατο.
Καταβασία. Ἰαμβικός
Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας…
ᾨδὴ ε'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τίς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἐχθροῦ
ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ
τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,
Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.
Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
Ἄντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Τοῦ Προδρόμου. Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων ἡ σωτηρία
Ὑπερφυοῦς, ἀρετῆς λαμπηδόσιν ἠγλαϊσμένος, ὡς ἐξ οὐρανίου μυσταγωγίας, ῥείθροις ἐπέστης, Ἰορδάνου βαπτίζων, καὶ καθαίρων διὰ τοῦ ὕδατος, Πρόδρομε τοὺς πίστει, ψυχῆς προσιόντας σοι.
Τὸ καθαρόν, καὶ ἀκήρατον φέγγος μέλλων βαπτίζειν, σκεῦος καθαρότητος ἀνεδείχθης· μείζων γὰρ πάντων, ὑπ' αὐτοῦ προεκρίθης. Προφητῶν τε σεβασμιώτερος· τὸν προφητευθέντα, ἰδεῖν γὰρ ἠξίωσαι.
Ὁ προσταλείς, πρὸ προσώπου Κυρίου καὶ τὰς εὐθείας, τρίβους τοῖς ἀνθρώποις ὑποδεικνύων, ἅπτεται τρέμων κορυφῆς τοῦ Δεσπότου, καὶ βαπτίζει λέγων ὁ Πρόδρομος· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
Θεοτοκίον
Υἱὸς Θεοῦ, ὁ Υἱός σου Παρθένε σαφῶς ἐδείχθη, ἔργα ὡς Θεὸς τελῶν βουλήσει μόνῃ· ὅθεν σε πάντες ἀληθῶς Θεοτόκον, καὶ κυρίως ἐπονομάζομεν· ἄλλην γὰρ Μητέρα, Θεοῦ οὐ γινώσκομεν.
Καταβασία. Ἰαμβικός
Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου…
ᾨδὴ ς'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός· οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἱμερτὸν ἐξέφηνε
σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.
Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,
Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ
τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Τοῦ Προδρόμου. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος
Σὺ τοῦ Λόγου φωνὴ προελήλυθας, καὶ ὡς Ἑωσφόρος ἀστὴρ ἀνατέταλκας, προκαταγγέλλων Πρόδρομε, σαφῶς Δικαιοσύνης τὸν Ἥλιον.
Ἐπιγείους φροντίδας ἠγνόησας, καὶ τὰς οὐρανίους ἐλπίδας ἐπλούτησας, ἐπὶ τῆς γῆς ὡς Ἄγγελος, τὴν ζωὴν διανύσας πανόλβιε.
Προφητῶν σε σφραγῖδα γινώσκομεν, ὡς τῇ Παλαιᾷ καὶ Καινῇ μεσιτεύσαντα, καὶ Βαπτιστὴν καὶ Πρόδρομον, τοῦ Σωτῆρος Χριστοῦ καταγγέλλομεν.
Θεοτοκίον
Ἀνερμήνευτος ὄντως ἡ σύλληψις, ἄφραστος ὁ τόκος σου καὶ ἀκατάληπτος, πᾶσι πιστοῖς γνωρίζεται, καὶ πιστεύεται μόνη Θεόνυμφε.
Καταβασία. Ἰαμβικός
Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ…
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ἐπεφάνης σήμερον, τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Κοντάκιον. Τοῦ Προδρόμου. Ἦχος πλ. β'. Αὐτομέλον
Τὴν σωματικήν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
Ὁ Οἶκος
Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τὰς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
Συναξάριον.
Τῇ Ζ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Σύναξις τοῦ Ἁγίου Ἰωάννου, τοῦ Προδρόμου καὶ Βαπτιστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰουλιανοῦ τοῦ Διακόνου, τοῦ ἐξ Αἰγίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σέντ , ἐπισκόπου Σκωτίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μπράννοκ, τοῦ Οὐαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀθανάσιος ὁ ἐξ Ἀτταλείας, ἐν Σμύρνῃ, ἐν ἔτει 1700ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἀγράφων καὶ τῶν σὺν αὐτῷ Δεκαὲξ ἱερέων τῶν ἐν Ἀδριανουπόλει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ Πρίγκιπος τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Νικολάου τοῦ Πλανᾶ.
Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἔφλεξε ῥείθρῳ
τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.
Σὲ ζωγραφοῦσαν τὴν
Ἀσσύριον φλόγα,
Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.
Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,
Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,
Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.
Ἀποῤῥαγέντος τοῦ Ἰορδάνου
πάλαι,
Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,
Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,
Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,
Πρὸς τὴν ἄῤῥευστον καὶ ἀμείνονα τρίβον.
Ἴδμεν τὸ πρῶτον τὴν
πανώλεθρον κλύσιν,
Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,
Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.
Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,
Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
Τοῦ Προδρόμου. Βάτος ἐν ὄρει πυράφλεκτος
Ἱερουργήσας τὸ Βάπτισμα, καὶ τελειώσας Πρόδρομε τὰ πρὸς Θεόν, σαφῶς δοθέντα σοι Μυστήρια, ὡς ἀρνίον ἄκακον ἱερουργούμενος, προσηνέχθης θυσία· διὸ μετὰ σοῦ συμφώνως ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νέος Ἠλίας γενόμενος, σὺν παῤῥησίᾳ Πρόδρομε καὶ βασιλεῖς σαφῶς ἐλέγχεις ἀνομήσαντας, σοῦ τὸν βίον ἄϋλον ἐπιδεικνύμενος, ὡς ἐκεῖνος τρισμάκαρ· διὸ μετὰ σοῦ Προφῆτα ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ προφητῶν περισσότερος, καὶ Ἀποστόλων Πρόδρομε τῶν τοῦ Χριστοῦ, τὸ θεῖον γέρας κληρωσάμενος, σὺ τοῦ Νόμου πλήρωμα, καὶ ἀπαρχὴ σαφῶς, νέας χάριτος ὤφθης· διὸ μετὰ σοῦ τρισμάκαρ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὑμνολογίαις τὴν πανάγιον, καὶ θεοδόχον Δέσποιναν πανευσεβῶς, ἀξίως πάντες ἀνυμνήσωμεν, ὡς Θεὸν κυήσασαν, μονογενῆ ἡμῖν, τοῖς ἀνθρώποις ὀφθέντα, πρὸς ὃν οἱ πιστοὶ συμφώνως ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καταβασία. Ἰαμβικός
Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας…
ᾨδὴ η'. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἐλευθέρα μὲν ἡ
κτίσις γνωρίζεται.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.
Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,
Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,
Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,
Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,
Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.
Λευχειμονείτω πᾶσα γήϊνος φύσις,
Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη·
ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ
Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,
Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
Τοῦ Προδρόμου. Κάμινός ποτε
Σὲ τὸν ἐπὶ γῆς, ἰσάγγελον φανέντα, παρηλλαγμένῳ πολιτεύματι, καὶ πάντων ἀνώτερον, Ἰωάννη παμμακάριστε, χαρμονικῶς γεραίρομεν, κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Μίαν ἐν τρισί, Θεότητος οὐσίαν, ὁμοουσίοις ὑποστάσεσι, Προφῆτα μεμύησαι· τῇ φωνῇ γὰρ τοῦ Γεννήτορος, καὶ παρουσίᾳ Πνεύματος, ἔγνως τὸν βαπτισθέντα, Λόγον Θεοῦ τὸν ἀΐδιον.
Ὄρθρος νοητός, τὸν Ἥλιον μηνύων, τὸν ἐκ Παρθένου ἀνατείλαντα, ἐκ στείρας προέδραμες, Ἰωάννη πανσεβάσμιε· καὶ τὸν Ἀμνὸν ἐκήρυξας, κόσμου τὴν ἁμαρτίαν, φιλανθρωπίᾳ τὸν αἴροντα.
Ὕπερθεν ἡμᾶς, νῦν μάκαρ ἐποπτεύων, ταῖς σαῖς πρεσβείαις διαφύλαξον, τῷ θείῳ κηρύγματι, ἑπομένους σου πανόλβιε, καὶ διδαχαῖς ἐμμένοντας, Πρόδρομε τοῖς ἐνθέοις, καὶ σωτηρίοις σου δόγμασι.
Θεοτοκίον
Δόξης τοῦ Πατρός, συνέλαβες ἀφράστως, τὸ προαιώνιον ἀπαύγασμα, καὶ Λόγον τὸν ἄναρχον, ἐν ἀρχῇ ὄντα νοούμενον, καὶ νῦν ἐκ σοῦ πρωτότοκον, Πάναγνε γεγονότα, ἀναλλοιώτως τῆς κτίσεως.
Καταβασία. Ἰαμβικός
Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται…
ᾨδὴ θ'. Τῆς Ἑορτῆς. Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Ὁ Εἱρμός
Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Μεγάλυνον, ψυχή μου, τὸν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Μεγάλυνον, ψυχή μου, τὸν ὑπὸ Προδρόμου τὸ βάπτισμα λαβόντα.
Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
Μεγάλυνον, ψυχή μου, τὸν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.
Ὢ τῶν ὑπὲρ
νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.
Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.
Τὸ αὐτό.
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ
ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.
Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην
ἡμᾶς ἐκ τῆς κατάρας.
Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,
Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Τοῦ Προδρόμου. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα
Ἐκ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τὰς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως.
Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα πανσεβάσμιε.
Ὁ τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος
Θεοτοκίον
Ὑπὲρ εὐσπλαγχνίαν, ὁ πάντων Λυτρωτής, ἄνθρωπος γίνεται, καὶ σαρκικὴν καταδέχεται γέννησιν, φιλάνθρωπος ὑπὲρ ἀνθρώπων, ὁ φύσει ὢν φιλάνθρωπος, παρθενικῆς ἐκ μήτρας σου, Θεογεννῆτορ παμμακάριστε.
Καταβασία. Ἰαμβικός
Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων!...
Ἐξαποστειλάριον. Τοῦ Προδρόμου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Προφήτην σε προέφησε, τῶν Προφητῶν ὑπέρτερον, ἐν γεννητοῖς ὁ Δεσπότης, γυναικῶν μείζονα πάντων· ὃν γὰρ Προφῆται ἅπαντες, καὶ Νόμος προκατήγγειλαν, Χριστὸν σαρκὶ ἑώρακας, ὃν καὶ βαπτίσας ἐδείχθης, σεβασμιώτερος πάντων.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Ἰδιόμελα τῆς Ἑορτῆς. Ἦχος α'
Φῶς
ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ
προσκυνήσωμεν. (Δίς)
Πῶς
σὲ Χριστέ, δοῦλοι τὸν Δεσπότην, ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς
ἀνεκαίνισας.
Σὺ
ἐν Ἰορδάνῃ, βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου
χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος· Μέγα τὸ μυστήριον τῆς οἰκονομίας
σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται, βαπτίζεται Χριστὸς μεθ' ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται∙ ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον∙ διὰ λουτροῦ σωτηρία∙ δι' ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται∙ Θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
Ὁ
περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια∙
καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν∙ καὶ ὑπὸ τοῦ
συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός,
πρὸς ὃν βοήσωμεν∙ Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δόξα. Τοῦ Προδρόμου. Ἦχος πλ. β'
Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὃν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β'
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.
Μεγάλη Δοξολογία
Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος β'
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
.jpg)
Σχόλια
Δημοσίευση σχολίου