ΙΑΝΟΥΑΡΙΟΣ 4. ΑΓΙΟΙ ΕΒΔΟΜΗΚΟΝΤΑ ΑΠΟΣΤΟΛΟΙ & ΟΣΙΟΣ ΝΙΚΗΦΟΡΟΣ ΛΕΠΡΟΣ
ΙΑΝΟΥΑΡΙΟΣ Δ΄.
ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΦΩΤΩΝ
ΣΥΝΑΞΙΣ ΕΒΔΟΜΗΚΟΝΤΑ ΑΠΟΣΤΟΛΩΝ
& ΝΙΚΗΦΟΡΟΣ ΛΕΠΡΟΣ ΟΣΙΟΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῶν Ἀποστόλων. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Κλεόπαν Ἀνδρόνικον, Σιλουανόν τε καὶ Ἄγαβον, Ἀνανίαν καὶ Φίλιππον, Πρóχορον Νικάνορα, Ῥοῦφον καὶ Σωσθένην, Λῖνόν τε καὶ Στάχυν, Στέφανον Τίμωνα Ἑρμᾶν, Φλέγοντα Μᾶρκον, Λουκᾶν Σωσίπατρον, Ἰάσονα καὶ Γάϊον, καὶ Τυχικὸν καὶ Φιλήμονα, ἱεροῖς μελῳδήμασιν, οἱ πιστοὶ μακαρίσωμεν.
Νάρκισσος καὶ Τρόφιμος, Καῖσαρ Ζηνᾶς καὶ Ἀρίσταρχος, Μᾶρκος Σίλας καὶ Γάϊος, Ἑρμῆς καὶ Ἀσύγκριτος, Ἀπολλὼς Κηφᾶς τε, Κλήμης καὶ Ἰοῦστος, Κούαρτος Ἔραστος Λουκᾶς, Ὀνησιφόρος Κάρπος καὶ Εὔοδος, Ματθίας καὶ Ἰάκωβος, καὶ Οὐρβανὸς Ἀριστόβουλος, Τυχικὸς καὶ Ἀρίσταρχος, ἐπαξίως τιμάσθωσαν.
Πούδην Ἡρωδίωνα, καὶ Ἀρτεμᾶν καὶ Φιλόλογον, Ὀλυμπᾶν τε καὶ Ῥόδιον, Ἀπελλῆν Ἀμπλίαν, Πατροβᾶν καὶ Τίτον, Τερπνὸν καὶ Θαδδαῖον, Ἐπαινετὸν τὸν θαυμαστόν, Ἀχαϊκόν τε Ἀκύλαν Λούκιον, Βαρνάβαν Φουρτουνάτον τε, καὶ Ἀπολλὼ τὸν ἀοίδιμον, καὶ τὸν Κρήσκην τιμήσωμεν, τοὺς σεπτοὺς θεοκήρυκας.
Προσόμοια τοῦ Ὁσίου. Ἦχ. πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ ἐξαισίου θαύματος! Ἐν τῇ λεπρώσῃ σαρκί, Νικηφόρος ὁ πάντιμος, Ἀγγέλων ἐπέφθασε, καθαρότητα ἄμετρον· καθυπομείνας ἀλγῇ ἐπώδυνα· ἐν εὐφροσύνῃ νῦν ἐπαγάλλεται. Τούτου δεήσεσιν, ἱεραῖς Φιλάνθρωπε, τῆς χαρμονῆς, τῆς ἐπουρανίου σου, ἡμᾶς ἀξίωσον.
Χαίροις Νικηφόρε πάνσεπτε! Ὑπομονῆς ὁ κανών, καρτερίας ὑπόδειγμα, τελείας ἀσκήσεως, χαρακτὴρ θεοτύπωτος· τῆς ἐγκρατείας φίλος ἐράσμιος· ἀκτημοσύνης μέγας διδάσκαλος· ὕψος εἰς ἄῤῥητον, ἐν σαρκὶ αἰρόμενος, τοῦ οὐρανοῦ, εἶδες τὰ θαυμάσια, ὡς Παῦλος πρότερον.
Πύκτα εὐσεβείας ἄριστε, τοῦ πολυάθλου Ἰώβ, μιμητὰ προθυμότατε, Λαζάρου τοῦ πένητος, ἐν πληγαῖς ἰσοστάσιε· ἐν τῇ καμίνῳ λέπρας ὡς πρότερον· παῖδες οἱ θεῖοι ἔστης ἀνάλωτος· Χαίρων τε ἔμελπες, Νικηφόρε ὄνομα, τὸ τοῦ Θεοῦ, ὃν ὑπὲρ τῶν φίλων σου, ἀεὶ δυσώπησον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος γ'
Φαιδρὰ
μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα· ἐν ἐκείνῃ τὸν Σωτῆρα Μάγοι
προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν· ἐκεῖ Ποιμένες
ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμασαν· ᾧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυξε.
Εἰς τὸν Στίχον Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
Ὀ
λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ Πρόδρομος τῷ Λόγῳ, Προφῆτα
καθυπούργησον.
Στ.: Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιΐμ.
Ἦλθεν
ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι
προεόρτια.
Στ.: Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Πάντα
μοι διὰ σοῦ, τὰ καλὰ Θεοτόκε, ὁ Θεὸς ἐν ἀνθρώποις, τὸ φῶς ἐν Ἰορδάνῃ, κἀγὼ ἐν
τῷ φωτὶ αὐτοῦ.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'
Ἔρχεται
πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καὶ φησὶ πρὸς αὐτόν·
Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ χόρτος
προσψαῦσαι τῷ πυρί, σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Ἀπολυτίκιον τῶν Ἁγίων Ἀποστόλων. Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι, ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος, χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.
Καὶ νῦν. Ἀπολυτίκιον. Προεόρτιον. Ἦχος δ'
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἐν τοῖς Ἀποδείπνοις
Ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς: Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὁ Εἱρμός
Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀναμέλπετο· Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, Ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, πρὸς Ἰορδάνου δὲ νῦν ῥοὰς ἔρχεται, αἰτοῦσα τὸ Βάπτισμα, βροτῶν εἰς ἀνάπλασιν.
Μυσταγωγοῦσα, πάντας συγκαλεῖ, τοὺς ἐξ Ἐθνῶν ἡ τοῦ Θεοῦ Σοφία, πρὸς τὸ φῶς, τοὺς ἐν σκότει πρὶν ἀγνοίας ἀφεγγοῦς, κειμένους εἰς ἐπίγνωσιν ἀληθείας, ἀνάγουσα μυστικῶς τῷ Βαπτίσματι, καρδίας καθαίροντι, καὶ κτίζοντι Πνεύματι.
Ἀκουτισθῶμεν, νῦν
προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ὁ βαπτίζων γὰρ ἐν Πνεύματι καὶ
πυρί, ἐπείγεται Χριστὸς πρὸς Ἰορδάνην. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε·
ὑμῶν γὰρ τὰ πρόσωπα, οὐ καταισχυνθήσονται.
ᾨδὴ γ'. Ὁ Εἱρμός
Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἥνωσας, καὶ τοῖς ῥείθροις ἔμελλες ἐλθεῖν, αὐτὸς ὢν τοῖς λαοῖς προσεφώνεις· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε.
Ῥύσιον ψυχῶν, καὶ σωμάτων ἅμα, τοῦ Βαπτίσματος τὴν χάριν, Σῶτερ ἔρχῃ χαρίσασθαι· διὰ τοῦτο βραβεύεις νῦν ἡμῖν, καὶ χάριν ἀντὶ χάριτος κράζων· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε.
Ἄφρων ἀνήρ, ὁ μὴ γινώσκων
Θεόν· διαφθείρεται καὶ γάρ, ἀτόποις ἐπιτηδεύμασιν, ἐλαττοῦται παντὸς ἐξ ἀγαθοῦ,
καὶ πάσης ἐκπίπτει σωτηρίας, οὗπερ τῆς μερίδος ἅπαντες, οἱ Χριστὸν γνόντες
ῥυσθείημεν.
ᾨδὴ δ'. Ὁ Εἱρμός
Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόῤῥητον, Χριστὲ προανεφώνησεν· Ἔθου κραταιάν, Βαπτίσματος τὴν χάριν τοῖς πίστει, τοῦτο δεχομένοις ἅπασιν, εἰς λύτρωσιν τῶν ἀμπλακημάτων ἡμῶν.
Ἐπὶ τὸ Βάπτισμα σπεύδεις, τὸ τοῖς θνητοῖς πηγάζον τὴν ἄφεσιν, πεφορτισμένοις ἅπασι, πταίσμασι κακοῖς, κακῶς ἐν μοχθηρίᾳ βιοῦσι, τὴν κατὰ ψυχὴν ἀνάπαυσιν αὐτοῖς, ὡς οἰκτίρμων παρέξειν ἐπαγγειλάμενος.
Μεταλαβὼν τῆς σαρκός μου, τῆς σῆς θεότητος μεταδίδως μοι· εἰκὼν γὰρ ἀπαράλλακτος, ὢν τοῦ σοῦ Πατρός, χωρεῖς ἐπὶ χειρῶν σου Σῶτερ τὸ πλάσμα, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος φανείς, τῷ ὁμοίῳ καθαίρων, Λόγε τὸ ὅμοιον.
Πόμα καὶ χρῖσμα καὶ Πνεῦμα, τῆς σῆς σφραγῖδος Σῶτερ γνωρίσματα, καὶ μυστικὰ χαρίσματα, καὶ τῶν δωρεῶν τῶν θείων, ἀξιέραστα γέρα· τὸν Μονογενῆ καὶ γάρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλεν.
ᾨδὴ ε'. Ὁ Εἱρμός
Τῷ συνδέσμῳ τῆς δειλίας, συνεχόμενος νῦν ὁ Πρόδρομος, παραιτεῖται τὸ βαπτίζειν, εὐλαβῶς Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐπὶ τοῦ ὕδατος, ὕδατι στεγάζοντα τὰ ὑπερῷα.
Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, μολεῖ πρὸς Ἰορδάνην· Βάπτισμα δὲ δέχεται, χειρὸς ἐκ δούλου.
Μορφωθεὶς Ἀδὰμ τὸν πρῶτον, Βαπτισμῷ ἥκει καθᾶραι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων καὶ ἀναβαλλόμενος φῶς, γυμνὸς ὁρᾶται, ἐν Ἰορδάνου ῥείθροις· καὶ χειρὶ κατέχεται, ὁ πάντα φέρων.
ᾨδὴ ς'. Ὁ Εἱρμός
Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε.
Κύριόν σε γνόντες, οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν ἐν τῇ σῇ γεννήσει, νῦν δὲ Πατήρ σε κηρύττει, Υἱὸν ἀγαπητὸν βαπτιζόμενον.
Ῥύπον πᾶς ὁ φέρων, ἀποῤῥυφθήτω δακρύων κρουνοῖς, καὶ Χριστῷ ἐν τρόμῳ προσερχέσθω, πυρὶ καὶ Πνεύματι θείῳ, καθᾶραι προϊόντι τὴν φύσιν ἡμῶν.
ᾨδὴ ζ'. Ὁ Εἱρμός
Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Νευστάζων κάραν πρὸς ἔχθραν, μηδεὶς δολίως κινήσειε, τῷ πλησίον κακῶς ἀποδοῦναι, κακὸν ἀντὶ κακοῦ μελετῶν, ἀλλ' ἐν ἀγάπῃ Κύριον, τὸν φανέντα τιμήσωμεν.
Ὑμῶν Χριστοῦ ὅσοι φίλοι, μικρὸν προσκακοπαθήσατε, τούτῳ μορφωθέντι καὶ φανέντι, καθ' ἡμᾶς καὶ τὸ Βάπτισμα, ἐπειγομένῳ δέξασθαι, τῆς εἰκόνος εἰς κάθαρσιν.
Μεθ' ὅστις ἐμοῦ κατέλθῃ, καὶ συνταφῇ τῷ Βαπτίσματι, μετ' ἐμοῦ τῆς δόξης ἀπολαύσει, καὶ τῆς ἀναστάσεως, Χριστὸς νῦν ἐπαγγέλλεται· ᾧ πιστῶς ὑπαντήσωμεν.
ᾨδὴ η'. Ὁ Εἱρμός
Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ δαιτυμόνες τῆς Θεοῦ τροφῆς, τῆς Βηθλεὲμ τῷ λόγῳ κατατρυφήσαντες, σὺν Ἀγγέλοις τε δοξάσαντες, καὶ Ποιμέσι καὶ Μάγοις, τὸν σαρκωθέντα, νῦν πρὸς Ἰορδάνην μυστικῶς, πορευθῶμεν ὀψόμενοι, μυστήριον τὸ μέγα, ὅπερ ἥκει Χριστὸς ἐκτελέσων, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Νόμου τηροῦντες τὸ κεφάλαιον, καὶ Προφητῶν ἀγάπην ἐνστερνισάμενοι, μιμηταὶ Χριστοῦ γενώμεθα, δι' ἀγάπησιν ἄκραν σάρκα λαβόντος, καὶ διὰ Βαπτίσματος ἡμᾶς τῷ Πατρὶ καταλλάξαντος, καὶ διδάξαντος μέλπειν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐδεξιοῦτο τὸν ἐρχόμενον, τὰς ἁμαρτίας πάντων καθᾶραι νάμασιν, ἀλλὰ τοῦτον διεκώλυε, συστελλόμενος φόβῳ· Ἐγὼ γὰρ χρείαν ἔχω βαπτισθῆναι ὑπὸ σοῦ, τῷ Νυμφίῳ ἀντέφησεν, ὁ φίλος ἡ φωνή τε τῷ Λόγῳ, καὶ Ἡλίῳ ὁ λύχνος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός.
Νόμων πατρώων…
ᾨδὴ θ'. Ὁ Εἱρμός
Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ σπηλαίῳ πρίν, ἀπολαύσαντες, νῦν πρὸς Ἰορδάνην δράμωμεν, μυστήριον ὀψόμενοι ξένον, τὸ τῆς ἄνω λαμπρότητος πρόξενον.
Ἄπιτε τῆς Βηθλεέμ, οἱ τρυφηταὶ τῶν θαυμάτων, πρὸς χώραν Ἰορδάνου, κἀκεῖ ὀψόμενοι, ἔργα μυστικῶς τελούμενα, Βαπτίσματί τε τὸν Χριστὸν προσελθόντα· τὸν Ἀδὰμ ἀναπλάσαι, καὶ γὰρ σεσάρκωται.
Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ἐτέχθη ἐπ' ἐσχάτων, ἀτρέπτως σαρκωθείς, Κόρης ἐξ ἁγνῆς θεόπαιδος, διπλοῦς Θεὸς καὶ ἄνθρωπος θέλων, τὸν Ἀδὰμ ἀναπλάσαι διὰ Βαπτίσματος.
Ὡς ἄνθρωπος ἐπέστης, οὐσίᾳ οὐ φαντασίᾳ, ὡς εἷς ἐν μέσῳ πάντων, ζητῶν τὸ Βάπτισμα, ὁ μόνος φύσει ἀνεύθυνος· ἐνθάψαι γὰρ εὐθύνας ἦλθες, τῶν ἀνθρώπων, ἐν ὕδασι βαπτιζόμενος.
Ὁ Εἱρμός.
Ξενίας δεσποτικής…
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἰδοὺ παραγίνεται πρὸς Ἰορδάνην Χριστός, φωνεῖ τῷ Προδρόμῳ τε· Δεῦρό με βάπτισον, τὸν πᾶσαν καθαίροντα, κόσμου τὴν ἁμαρτίαν, ποταμίοις ἐν ῥείθροις, ἔκτεινόν σου τὴν χεῖρα, κορυφήν μου πρὸς θείαν· χειρὸς γὰρ τὸ παράπτωμα, ἦλθον ἰάσασθαι.
Δόξα. Καὶ νῦν. Ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν
Βασιλέα τοῦ παντὸς καὶ Δεσπότην, ἐπὶ τὸ Βάπτισμα πιστοὶ καθορῶντες, θεοπρεπῶς
ἐρχόμενον ὑμνήσωμεν αὐτόν, τρίβους καρδιῶν ἡμῶν, εὐτρεπίσωμεν πόθῳ, σπίλους
ἀποπλύνοντες, τῶν δεινῶν ἐγκλημάτων· Ἰδοὺ γὰρ σῶσαι γένος τῶν βροτῶν, ἐν
Ἰορδάνου ῥοαῖς παραγίνεται.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν
Ὁ μέγας Βαπτιστής, τοῦ Κυρίου ἀγάλλου· ἐπέστη γὰρ Χριστός, ὑπὸ σοῦ βαπτισθῆναι, τρέμεις ὡς ὑπηρέτης· ὁ γὰρ Δεσπότης κεφαλὴν κλίνει σοι· ἅψαι τῆς θείας κάρας, τοῦ ἁπτομένου χειρὶ τὰ σύμπαντα, καὶ εὐδοκίᾳ σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό
Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, Κατὰ Ἀλφάβητον. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας
Ἀγαλλιάσθω ἡ κτίσις αἱ πατριαί, τῶν Ἐθνῶν ᾀδέτωσαν· Ἰησοῦς ὁ Βασιλεύς, πάσης γῆς προέρχεται ῥοαῖς, Ἰορδάνου τὴν ἡμῶν, ποιῆσαι κάθαρσιν.
Βασιλικὴν ἁλουργίδα παρθενικῶν, ἐξ αἱμάτων Κύριε, ἐνδυσάμενος σαρκί, ποταμοῦ πρὸς ῥεύματα γυμνός, ἐπιβαίνεις τὴν ἡμῶν, ἐνδύων γύμνωσιν.
Γόνος Πατρὸς προανάρχου σὺ πεφυκώς, πρὸς τὸν γόνον εὔσπλαγχνε, Ζαχαρίου εὐτελῶς, παραγίνῃ βάπτισμα αἰτῶν, ὅπως χάριτι υἱοὺς Θεοῦ ποιήσῃς ἡμᾶς.
Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς: Χριστοῦ Μαθητὰς δευτέρους ἐπαινέσω. Ἰωσήφ.
ᾨδὴ α'. Ἀνοίξω τὸ στόμα μου
Χριστῷ μαθητεύσαντες, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, φανέντι πανεύφημοι, κατεφωτίσατε, κόσμον ἅπαντα, ἀκτῖσιν εὐσεβείας, τὸ σκότος μειώσαντες, τῆς ἀθεότητος.
Ῥεόντων ἀφέμενοι, τὸ πεφυρμένον καὶ ἄστατον, Χριστῷ ἡκολούθησαν, Κρήσκης καὶ Πρόχορος, καὶ Ἀνδρόνικος, Θαδδαῖος καὶ Νικάνωρ, φωστῆρες γενόμενοι, θεοειδέστατοι.
Ἰσχὺν τοῦ ἀλάστορος, κατεπαλαίσατε ἔνδοξοι, ἰσχύϊ τοῦ Πνεύματος, τοὺς τῇ μανίᾳ τε, ἀθεότητος, τελείως παρεθέντας, ἰσχύος ἐπλήσατε, καὶ θείας γνώσεως.
Σαρκὸς ὁμοιώματι, ἐπιφανέντα τὸν Κύριον, Ἀμπλίας ἐκήρυξε, Στάχυς καὶ Φίλιππος, ὡς Ἀπόστολοι, ὡς θεῖοι Ἱεράρχαι, ὡς ὄντες διάκονοι, τῶν ὑπὲρ ἔννοιαν.
Θεοτοκίον
Τὸ θεῖον παλάτιον, τοῦ Βασιλέως τιμήσωμεν, ἐν ᾧ κατεσκήνωσε, καθὼς ἠθέλησε, τὴν ἀπείρανδρον, καὶ μόνην Θεοτόκον, δι' ἧς ἐθεώθημεν, ὑμνολογήσωμεν.
Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Νικηφόρον λεπρὸν ἐγκωμιάζω. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Νικητικαῖς ἀγλαΐαις καταστεφθείς, Νικηφόρε πάνσεπτε, τὴν λεπρῶσάν μου ψυχήν, καθαραῖς σου λάμπρυνον εὐχαῖς, τοῦ ἐξαίρειν τὰ πολλά σου προτερήματα.
Ἰαματόβρυτον χάριν παρὰ Θεοῦ, δαψιλῶς ἐπλούτησας, Νικηφόρε ἱερέ, ὡς βαστάσας λέπρας ἀλγεινῆς, πολυχρόνιον αὐχμὸν ἀειμακάριστε.
Κεκοσμημένος τῷ κάλλει τῶν ἀρετῶν, καὶ χρυσοῦ λαμπρότερον, ἀπαστράπτων τοῖς ἐν γῇ, φωτεινῶν ἀκτίνων σου αὐγαῖς, Νικηφόρε τὴν καρδίαν μου ἱλάρυνον.
Θεοτοκίον.
Ἡ τοῦ Ὑψίστου ἀρχαία Κόρη βουλή, ἐν σοὶ πέρας εἴληφε, Μαριὰμ παναληθῶς, ὡς τεκοῦσα ἄναρχον Θεόν, ἐπανάγοντα βροτοὺς εἰς τὸν Παράδεισον.
ᾨδὴ γ', ὁ Προεόρτιος. Οὐκ ἔστιν Ἅγιος ὡς σύ
Δεσπόζων πάντων ὡς Θεός, δούλου φέρεις εἰκόνα, καὶ πρὸς δοῦλον οἰκτίρμον, παραγίνῃ σαρκικῶς, Βαπτίσματι θεουργῷ, τῆς δουλείας, τοῦ ἐχθροῦ ἐξαίρων ἡμᾶς.
Ἐπέστης ῥείθρῳ διατί; ποίαν κάθαρσιν θέλων, ποῖον ῥύπον ἐκπλύνειν, ὑπεράγαθε ζητῶν; ὑμνῶ σου τὴν ὑπὲρ νοῦν, διὰ σπλάγχνα Λόγε συγκατάβασιν.
Ζητῶν τὸ πρόβατον Χριστέ,
ὅπερ ἄγριος λύκος, κατεσπάραξε δόλῳ, Ἰορδάνου ταῖς ῥοαῖς, ἐφίστασαι ἐκβοῶν, τῷ
Προδρόμῳ· Δεῦρο σύ με βάπτισον.
Τῶν Ἀποστόλων. Τοὺς σοὺς ὑμνολόγους
Οἷα ποταμοὺς ὑμᾶς ὁ Λόγος, εἰς πᾶσαν ἐξέπεμψε τὴν γῆν, πληροῦντες ταύτην πάνσοφοι, ἀρδείαις θείου Πνεύματος, καὶ τὸν φλογμὸν ἐξαίροντες, τῆς ἀθεΐας ἐν χάριτι.
Ὑμνήσωμεν Τίμωνα τὸν θεῖον, τὸν Σίλαν τε καὶ Σιλουανόν, καὶ πίστει ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, καὶ Οὐρβανὸν καὶ Ἄγαβον, τοὺς ἀληθῶς χριστοκήρυκας.
Μακάριοι ἤδη γεγονότες, ὡς ὄντως μακάριον Θεόν, διδάσκαλον πλουτήσαντες, τοὺς πρὶν ἀθλίους πάνσοφοι, μετόχους ἀπεδείξατε, ἐνθέου μακαριότητος.
Θεοτοκίον
Ἁγνὴ πρὸ τοῦ τόκου καὶ ἐν
τόκῳ, καὶ μετὰ τὸν τόκον ἀληθῶς, Παρθενομῆτορ πέφηνας· Θεὸν γὰρ ἀπεκύησας, ὃν
Ἀποστόλων σύλλογος, περιφανῶς ἀνεκήρυξεν.
Τοῦ Ὁσίου. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Φωνὴν ἐβόας τῷ Θεῷ, ὡς Ἰὼβ Νικηφόρε, τὴν Αὐτοῦ εὐσπλαγχνίαν, ἐκ βαθέων εὐλογῶν, ὅτι ἐν λέπρας πυρί, τὴν ψυχήν σου θείως ἀπεκάθηρεν.
Ὁδὸν διέδραμες μακράν, Κρήτης ἐκ νήσου μάκαρ, Ἀλεξάνδρου εἰς πόλιν, ἀφικόμενος σπουδῇ, καὶ τὰς ἀνάγκας τοῦ ζῆν, Νικηφόρε τέχνη ποριζόμενος.
Ῥαβδίον φίλτρου θεϊκοῦ, ἔχων ὡς βακτηρίαν, ὀρφανίας διέβης, στενωτάτην ἀτραπόν, τῷ Οὐρανίῳ Πατρί, σὴν ἐλπίδα Νικηφόρε θέμενος.
Θεοτοκίον.
Οὐδόλως ἔφθειρε τὴν σήν, μήτραν Θεὸς Παρθένε, ἐνοικήσας ἐν ταύτῃ, καὶ ἀφράστως σαρκωθείς, ὅπως θανάτου φθορᾶς, ἀπαλλάξῃ γένος τὸ ἀνθρώπινον.
Ὁ Εἱρμός
Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Κάθισμα, τῶν Ἀποστόλων. Ἦχος γ'. Θείας πίστεως
Στῦλοι ἄσειστοι, τῆς Ἐκκλησίας, ἑδραιώματα, τῆς εὐσεβείας, γεγενημένοι Μαθηταὶ τοῦ Θεοῦ ἡμῶν, διατηρήσατε ταύτην ἀλώβητον, ἀποσοβοῦντες τοῦ πλάνου τὰ σκάνδαλα, καὶ αἰτούμενοι, Χριστὸν τὸν Θεὸν ἑκάστοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... τοῦ Ὁσίου Ἦχος α. Τὸν τάφον σου Σωτήρ.
Σκιρτάτω εὐσεβῶν, ἡ ὁμήγυρις πᾶσα, ἐν χείλεσιν ἁγνοῖς, περιέπουσα ὕμνοις, λεπρῶν τὸ ἐγκαλλώπισμα, Νικηφόρον τὸν πάνσεπτον· ὃς ἐβάδισεν, ὁδὸν τῶν θλίψεων χαίρων· καὶ ὑπέδειξε, τῆς ταπεινώσεως πᾶσι, τὸ μέτρον τὸ ἄριστον.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος
Τοῦ Ἰησοῦ γεννηθέντος, ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ τοῦ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ' αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
ᾨδὴ δ', ὁ Προεόρτιος. Χριστός μου δύναμις
Ἡνίκα εἶδέ σε, τὸ ῥεῖθρον Κύριε, Ἰορδάνου ἐστράφη, ἡ δὲ πολλοῖς, πάθεσι κατάῤῥυπος, φύσις ἡμῶν πρὸς οὐρανούς, ἀνεστράφη προσκυνοῦσά σε.
Θαμβεῖται ἥλιος, ὁρῶν σε Ἥλιε, σαρκικῶς γυμνωθέντα καὶ μυστικῶς, πᾶσαν καταυγάζοντα, τὴν γυμνωθεῖσαν σκοτεινῇ, παραβάσει φύσιν Δέσποτα.
Ἰδοὺ ἡ κάθαρσις, ἰδοὺ ἡ
λύτρωσις, ἡ ἀνάπλασις πάντων, ὁ φωτισμός, ἦλθεν εἰς τὰ ἴδια, οἰκειωθῶμεν οὖν
αὐτῷ, διὰ βίου καθαρότητος.
Τῶν Ἀποστόλων. Τὴν ἀνεξιχνίαστον
Θάλασσαν ἐτάραξαν τὴν τῶν Ἐθνῶν, ταύτην ἐπιβάντες οἱ πάνσοφοι, καθάπερ ἵπποι, τοῦ Σωτῆρος Μαθηταί, καὶ τοὺς πιστοὺς διέσωσαν, ὕδατι Ἁγίῳ καὶ Πνεύματι.
Ἤστραψαν ὡς ἥλιος ἐπὶ τῆς γῆς, Πούδης Ἀπελλῆς καὶ Φιλόλογος, καὶ Ἡρωδίων, Ῥοῦφός τε καὶ Πατροβᾶς, καὶ τοὺς πιστοὺς ἐφώτισαν, σκότους ἀγνωσίας ῥυσάμενοι.
Τείνας ἐξαπέστειλε βέλη ὑμᾶς, ὡς ἠκονημένα ὁ εὔσπλαγχνος, βέλη συνθλῶντα, τοῦ ἐχθροῦ καὶ τοὺς δεινῶς, τραυματισθέντας ἔνδοξοι, χάριτι Θεοῦ θεραπεύοντας.
Αἴνεσιν προσάξωμεν τῷ Λυτρωτῇ, ἀνυμνολογοῦντες Ῥοδίωνα, τὸν θεηγόρον, καὶ Ἑρμῆν τὸν εὐκλεῆ, καὶ τὸν σοφὸν Ἀσύγκριτον, Λῖνόν τε τὸν θεῖον καὶ Γάϊον.
Θεοτοκίον
Σὲ μακαριώτατος πάλαι χορός, τῶν προφητευόντων ἐν Πνεύματι, θεηγορίαις, ἱεραῖς θεοπρεπῶς, κατονομάζει πάναγνε, Πύλην τε καὶ Ὄρος κατάσκιον.
Τοῦ Ὁσίου. Χριστός μου δύναμις.
Νηστείαις ἤνυσας, ζωῆς τὸ στάδιον· ἀγρυπνίαις παννύχοις καὶ προσευχαῖς, ἄγγελος ἐπίγειος, μετὰ σαρκὸς πολιτευθείς, Νικηφόρε ἀξιάγαστε.
Ἰατρείαν ἔνειμας, Θεῷ ἐν πνεύματι· ταπεινώσεως μάκαρ καὶ συντριβῆς· χαίρων ὅθεν εἴληφας, ὦ Νικηφόρε παρ’ Αὐτοῦ, τὴν ἀκήρατον ἀπόλαυσιν.
Ἐν Χίῳ ἔζησας, λεπρῶν οἰκήματι καὶ Μοναστῶν ἐνεδύσω σχῆμα σεπτόν, ὅπερ κατετίμησας, ἐν τῇ ἀσκήσει σου καλῶς, Νικηφόρε πανσεβάσμιε.
Θεοτοκίον.
Πατρὸς βουλήματι, Υἱὸν γεγένηκας· Παναγία Παρθένε δίχα σπορᾶς, Πνεῦμα γὰρ τὸ Ἅγιον, ἐν τῇ γαστρί σου κατελθόν, Θεοτόκον σὲ εἰργάσατο.
ᾨδὴ ε', ὁ Προεόρτιος. Τῷ θείῳ φέγγει σου ἀγαθέ
Καρποφορήσωμεν τῷ Χριστῷ, βίον καθαρόν· ἔρχεται γάρ, ἀποκαθαίρων τοῖς ὕδασι, τῶν ἁμαρτημάτων τὸν ῥύπον χάριτι, ὁ μόνος εὐεργέτης καὶ ἀναμάρτητος.
Λαὸς ἐν σκότει τῶν δυσχερῶν, πάλαι ὁ καθήμενος τὸ φῶς, ἐπιφανέν σοι τὸ ἄδυτον βλέψον, καὶ ταῖς θείαις αὐγαῖς φωτίσθητι, καὶ τοῦ ἐπιφανέντος τὴν χάριν ὕμνησον.
Μέγα μυστήριον ἐκτελῶν, μέγιστον πρὸς Πρόδρομον τὸν σόν, ὦ μεγαλόδωρε Κύριε, ἔρχῃ σμικρυνθεῖσαν τὴν ἀνθρωπότητα, ἀῤῥήτως μεγαλύνων διὰ Βαπτίσματος.
Τῶν Ἀποστόλων. Ἐξέστη τὰ σύμπαντα
Δεσμεῖν τε πανεύφημοι, καὶ λύειν ὡς Ἀπόστολοι, λαβόντες ὑμεῖς τὴν ἐξουσίαν, τοὺς δεδεμένους κακοπιστίας δεσμῷ, ἐλύσατε· ὅθεν τὴν ὑμῶν, μνήμην ἑορτάζομεν, πιστῶς περιχορεύοντες.
Ἐνθέοις Ἀρίσταρχος, τιμάσθω μελῳδήμασι, Τέρτιος Ἰάσων καὶ Σωσθένης, Καῖσαρ καὶ Μᾶρκος, Λουκᾶς Σωσίπατρος, Κούαρτος καὶ θεῖος Ἀπελλῆς, Κλήμης Ἐπαφρόδιτος, καὶ ὁ πάνσοφος Ἔραστος.
Ὑμᾶς ὡς τοὺς Δώδεκα, ἀπέστειλεν ὁ Κύριος, πᾶσαν ἐκριζοῦντας ἀθεΐαν, πᾶσιν ἀνθρώποις καταφυτεύοντας, γνῶσιν θεϊκὴν περιφανῶς, ἔνδοξοι Ἀπόστολοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Τὰ ὄμματα φώτισον, Παρθένε
τῆς καρδίας μου, λάμψον μοι ἀκτῖνα μετανοίας, σκότους μὲ ῥῦσαι διαιωνίζοντος, Πύλη
τοῦ φωτὸς Χριστιανῶν, πάντων τὸ προσφύγιον, τῶν πιστῶς ἀνυμνούντων σε.
Τοῦ Ὁσίου. Τῷ θείῳ φέγγει σου.
Ῥημάτων θείου μυσταγωγοῦ, ἤκουες Ἀνθίμου τοῦ σοφοῦ, τρῖβον διδάσκοντος βαίνειν σε, εἰς εὐθεῖαν τρόποις χρηστοῖς, ἀρέσκειν Θεῷ, ὃν πόθῳ Νικηφόρε, κατεμεγάλυνας.
Ὀμμάτων πήρωσιν τῶν φθαρτῶν, ἔφερες δοξάζων τὸν Θεόν, φῶς καθορῶν τε Θαβώριον, Νικηφόρε λύχνε Χριστοῦ, ὁ φαίνων ἐν γῇ, τὸ φῶς Εὐαγγελίου, τὸ ἱλαρώτατον.
Νεώσας ἄρουραν σῆς ψυχῆς, πίστεως ἀρότρῳ ἱερῷ, στάχυν ἀπέδωκας πλούσιον, τὰς καρδίας πάντων πιστῶν, στηρίζοντα νῦν, τῶν πόθῳ Νικηφόρε, ὑμνολογούντων σε.
Θεοτοκίον.
Εἰρήνης τέξασα τὴν πηγήν, Δέσποινα Παρθένε Μαριάμ, πάντα τὰ ἔθνη κατήλλαξας, τῷ Δεσπότῃ πάντων Θεῷ καὶ Τούτου βουλή, τὰ πρῴην διεστῶτα, εἰς ἓν συνήγαγες.
ᾨδὴ ς', ὁ Προεόρτιος. Τοῦ βίου τὴν θάλασσαν
Ναμάτων ὡς ἔμπλεως, μυστικῶν ὡς ποταμός, εἰρήνης μόνε Κύριε, πρὸς ποταμὸν ἐφίστασαι ἐκ μικρᾶς, σταγόνος αἰτούμενος, βαπτισθῆναι ὁ μόνος ἀναμάρτητος.
Ξενίζεται ἄνωθεν, τῶν Ἀγγέλων ὁ χορός, κατανοῶν γυμνούμενον, τὸν ταῖς νεφέλαις σκέποντα οὐρανόν, καὶ κράζει· Τίς αὕτη σου, ἡ πολλὴ πρὸς ἀνθρώπους συγκατάβασις;
Ὁ πλήρης κεκένωται· ὁ ἀόρατος ἰδού, σωματωθεὶς ἐπέφανεν, Ἰορδάνη εὐφράνθητι ποταμέ, τὰ ῥεῖθρά σου πλήρωσον, ὅπως λούσῃς τὴν πάντων ἀναγέννησιν.
Τῶν Ἀποστόλων. Τὴν θείαν ταύτην
Εἰς πάντα κόσμον ἐῤῥάνατε, τὸ ὕδωρ τῆς ζωῆς τὸ σωτήριον, νεφέλαι ἔμψυχοι, ἀναδειχθέντες Ἀπόστολοι, καὶ τῶν πιστῶν καρδίας κατεδροσίσατε.
Ῥημάτων θείων ἡ δύναμις, ὑμῶν τὴν τῶν ῥητόρων ἐνίκησε, πολλὴν δεινότητα, καὶ τοὺς ἀσόφους ἐσόφισε, μωραινομένους γνώσει τῆς πλάνης πάνσοφοι.
Ὁ θεῖος Πούδης καὶ Τρόφιμος, Φιλήμων ὁ κλεινὸς καὶ Ἀρίσταρχος, Ὀνησιφόρος τε, καὶ Τυχικὸς ὁ πανάριστος, ὡς Μαθηταὶ τοῦ Λόγου μεγαλυνέσθωσαν.
Θεοτοκίον
Ὑμνῶ σε μόνη πανύμνητε,
δοξάζω σε ἀεὶ θεοδόξαστε, καὶ μακαρίζω σε, ἣν γενεαὶ μακαρίζουσι, τῶν γενεῶν
Παρθένε θεομακάριστε.
Τοῦ Ὁσίου. Τοῦ βίου τὴν θάλασσαν.
Γαλήνης ἐπέγνωκας, Νικηφόρε τὴν πηγήν, καὶ ὡς διψῶσα ἔλαφος, ἀδιστάκτως προσέδραμες τοῦ πιεῖν, τὸ νᾶμα· τὴν δίψαν σου τῆς ψυχῆς, καταπαῦον ἀληθέστατα.
Κοσμήσας τοῖς τρόποις σου, τὴν χορείαν τῶν λεπρῶν, ἐν ἀρεταῖς διέπρεψας, Νικηφόρε τοῖς πέρασι τηλαυγῶς, ἐκλάμπων· καὶ πρόσωπον τὸ τῆς γῆς, πανιέρως καθωράϊσας.
Ὡράθης μετάρσιος, ἐν δεήσεως καιρῷ, σῷ μαθητῇ θεόληπτε, Εὐμενίῳ ἐγγίσαντί σοι νυκτός, ἐν ὥρᾳ· καὶ ἔβλεψας, οὐρανοῦ Νικηφόρε τὰ θαυμάσια.
Θεοτοκίον.
Μαρία Θεόνυμφε, παρθενίας καθαρόν, καὶ εὐαγὲς ἀνάκτορον, τὴν ψυχήν μου καθεύδουσαν τῶν παθῶν, τῷ σκότει· ἀνάστησον, σαῖς λιταῖς πρὸς Θεὸν Ὃν ἐσωμάτωσας.
Ὁ Εἱρμός
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Κοντάκιον τῶν Ἀποστόλων. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Χριστοῦ Μαθητῶν, χορὸν τῶν Ἑβδομήκοντα, ἐνθέως πιστοί, ὑμνήσωμεν σήμερον, καὶ πανηγυρίσωμεν· δι' αὐτῶν γὰρ πάντες ἐμάθομεν, Τριάδα σέβειν ἀμέριστον· ὑπάρχουσι γὰρ λύχνοι θείας πίστεως.
Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς καρτερίας ἀθλητὴν τὸν γενναιότατον, ὑπομονῆς τε τὸν ἀλύγιστον ἀδάμαντα, τὸν ἐν θλίψει ἀσθενείας δοκιμασθέντα· καὶ ὡσαύτως τὸν Θεὸν δοξολογήσαντα, Νικηφόρον τὸν λεπρὸν ἐγκωμιάσωμεν· τούτῳ λέγοντες· Χαίροις νίκης φερώνυμε.
Κοντάκιον Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐν τοῖς ῥείθροις σήμερον, τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Ὁ Οἶκος
Οὐκ ἀπαιτῶ σε Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι, οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ὑπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω· ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ' ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων
Οὗτοι ἦτον: Ἰάκωβος ὁ ἀδελφόθεος, πρώτος ἐπίσκοπος Ἱεροσολύμων· Συμεὼν ὁ ἀδελφόθεος, δεύτερος ἐπίσκοπος Ἱεροσολύμων· Ματθίας, ὁ ἀντὶ τοῦ προδότου συγκαταριθμηθεὶς τοῖς Ἀποστόλοις· Ἰάκωβος Ἀλφαίου· Ἰούδας ὁ ἀδελφόθεος· Βαρνάβας, ὁ οἰκειοχείρως γράψας τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, καὶ ἐν Κύπρῳ τελειωθείς· Φίλιππος, ὁ ἐκ Καισαρείας τῆς Παλαιστίνης, ὁ βαπτίσας τὸν Αἰθίοπα· Ἀνανίας, ὁ γενόμενος ἐπίσκοπος Δαμασκοῦ, ὁ καὶ τὸν Παῦλον βαπτίσας· Ἰωσήφ· Στέφανος ὁ πρωτομάρτυς· Πρόχορος, ἐπίσκοπος Νικομηδείας· Νικάνωρ· Σίμων, ἐπίσκοπος Βόστρων· Παρμενᾶς· Τίμων, ἐπίσκοπος Βόστρων· Ἐπαινετός, ἐπίσκοπος Καρθαγένης· Λουκᾶς, ἐπίσκοπος Λαοδικείας· Ἀρίσταρχος, ἐπίσκοπος Ἀπαμείας τῆς ἐν Συρίᾳ· Μᾶρκος, ἐπίσκοπος ἐν Βιθλοπόλει· Ζήνων, ἐπίσκοπος ἐν Διοσπόλει· Ἀριστόβουλος, ἐπίσκοπος Βρετανίας· Νάρκισσος, ἐπίσκοπος Ἀθηνῶν· Ἡρωδίων, ἐπίσκοπος Ταρσοῦ· Ἄγαβος, προφήτης· Ῥοῦφος, ἐπίσκοπος Θηβῶν· Ἀσύγκριτος, ἐπίσκοπος Ὑρκανίας· Φλέγων, ἐπίσκοπος Μαραθῶνος· Ἑρμῆς, ἐπίσκοπος Δαλματίας· Πατροβᾶς, ἐπίσκοπος Ποτιόλου· Ἑρμᾶς, ἐπίσκοπος Φιλιππουπόλεως· Αἶνος, ἐπίσκοπος Ῥώμης· Γάϊος, ἐπίσκοπος Ἐφέσου· Φιλόλογος, ἐπίσκοπος Σινουπόλεως· Ὀλυμπᾶς· Ἡρωδίων· Ἀρίσταρχος· Πούδης· Τρόφιμος· Λούκιος, ἐπίσκοπος Λαοδικείας τῆς Συρίας· Ἰάσων, ἐπίσκοπος Ταρσοῦ· Σίλας, ἐπίσκοπος Κορίνθου· Σιλουανός, ἐπίσκοπος Θεσσαλονίκης· Κρίσκης, ἐπίσκοπος Καρχηδόνος· Ἀμπλίας, ἐπίσκοπος Ὀδησσοῦ· Οὐρβανός, ἐπίσκοπος Μακεδονίας· Βαρσαβᾶς, ἐπίσκοπος Ἡρακλείας· Στάχυς, ἐπίσκοπος Βυζαντίου· Σωσίπατρος, ἐπίσκοπος Ἰκονίου· Ἔραστος, ἐπίσκοπος Πανεάδος· Κουάρτος, ἐπίσκοπος Βηρυττοῦ· Τερέντιος, ἐπίσκοπος Ἰκονίου· Ἀπολλῶ, ἐπίσκοπος Καισαρείας· Σωσθένης, ἐπίσκοπος Κολοφωνίας· Ἐπαφρόδιτος, ἐπίσκοπος Ἀνδριακῆς· Καῖσαρ, ἐπίσκοπος Δυῤῥαχίου· Τυχικός, ἐπίσκοπος Κολοφωνίας· Μᾶρκος, ἐπίσκοπος Ἀπολλωνιάδος· Ἰοῦστος, ἐπίσκοπος Ἐλευθερουπόλεως· Ἀρτέμων, ἐπίσκοπος Λύστρας· Κλήμης, ἐπίσκοπος Σαρδανείας· Ὀνησιφόρος, ἐπίσκοπος Κορώνης· Τυχικός, ἐπίσκοπος Καρχηδόνος· Κάρπος, ἐπίσκοπος Βεῤῥοίας τῆς Θρᾴκης· Εὔοδος, ἐπίσκοπος Ἀντιοχείας· Ζηνᾶς, ἐπίσκοπος Διοσπόλεως· Φιλήμων, ἐπίσκοπος Γάζης· Φουρτουνᾶτος· Ἀχαϊκός· Στεφανᾶς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου τοῦ Λεπροῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Χρυσάνθου καὶ Εὐφημίας.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἓξ Μάρτυρες, ἐν εἰρήνῃ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ζωσίμου μοναχοῦ καὶ Ἀθανασίου τοῦ κομενταρησίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοκτίστου, ἡγουμένου τῆς Μονῆς Κουκουμίου, ἐν Σικελίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Νέου, τοῦ κειμένου πλησίον τοῦ Ἁγίου Μωκίου ἐν Κωνσταντινουπόλει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τιμοθέου τοῦ Στυλίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοπρόβου, ἐπισκόπου Καρπασίας Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥίγκομπερτ ἢ Ῥόμπερτ, ἐπισκόπου Ῥέϊμς Γαλλίας καὶ ἐρημίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἐπισκόπου Λὰνγκρ Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φουλγεντίου, τοῦ ἐν Σεβίλλῃ τῆς Ἱσπανίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Εὐθυμίου, ἡγουμένου Βατοπεδίου καὶ τῶν σὺν αὐτῷ Δώδεκα μοναχῶν, τῶν ἐλεγξάντων τοὺς λατινόφρονας Μιχαὴλ βασιλέα, καὶ Βέκκον πατριάρχην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ὀνούφριος, ἐν ἔτει 1818ῳ, ἐν Χίῳ, μαχαίρᾳ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐσταθίου τοῦ Α', ἀρχιεπισκόπου Σερβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀχιλλέα τοῦ Διακόνου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, ἐπισκόπου Σμολὲνσκ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς Εὑρέσεως τῶν Λειψάνων τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἀγαρηνῶν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', ὁ Προεόρτιος. Δροσοβόλον μὲν τὴν κάμινον
Πῶς σε ῥεῖθρα ὑποδέξονται ποτάμια, τρυφῆς ὄντα χειμάῤῥουν Χριστέ; πῶς ὁ Πρόδρομος, ἐκτενεῖ τὴν χεῖρα ἐπὶ σέ, χειρὶ πλαστουργήσαντα αὐτόν, καὶ ἐκ χειρὸς τοῦ πονηροῦ, ἐξαγαγόντα ἡμᾶς;
Ῥεῖθρον Κύριε ὑπάρχων ἀγαθότητος, πρὸς ῥεῖθρα Ἰορδάνια, πῶς ἐφίστασαι, ἀφθαρσίας νάματα ζητῶν; ποτίσαι τοὺς γεύσει πονηρᾷ, καθυπαχθέντας τῇ φθορᾷ, φθόνῳ τοῦ ὄφεως.
Σταλαξάτωσαν τὰ ὄρη ἀγαλλίασιν, καὶ οἱ βουνοὶ σκιρτάτωσαν, εὐφραινόμενοι, ποταμοὶ κροτείτωσαν χειρί, ἐπέφανεν ἥκει ὁ Χριστός, ἐν ποταμῷ τὰ τῶν βροτῶν, ἐνθάψαι πταίσματα.
Τῶν Ἀποστόλων. Οὐκ ἐλάτρευσαν τῇ κτίσει
Σαγηνεύσαντες τῷ λόγῳ ἀνειλκύσατε τῆς ἀθεΐας βυθοῦ, Ἔθνη πολύσπορα, σημείοις καὶ τέρασιν ἐπιστηρίξαντες, τὰ φρονήματα, τούτων σοφοὶ Ἀπόστολοι, ὁδηγοὶ πεπλανημένων.
Ἐμβιβάσαντες πρὸς ὅρμον γαληνότατον τοὺς θαλαττεύοντας, τῇ ἅλμῃ τῶν δυσχερῶν, σωτῆρες ἐδείχθητε· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Πάντες Εὔοδον καὶ Κάρπον μακαρίσωμεν καὶ Τυχικὸν καὶ Κηφᾶν, Ἰοῦστον καὶ Ἀρτεμᾶν, Ζηνᾶν τε τὸν ἔνδοξον, ὡς τοῦ Χριστοῦ Μαθητάς, ἀναμέλποντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἀστραπόμορφοι τῷ Πνεύματι γενόμενοι Χριστοῦ Ἀπόστολοι, τοὺς κρατουμένους νυκτί, ἀγνοίας ἐῤῥύσασθε, καὶ πρὸς τὸ φῶς τῆς ζωῆς, ὡδηγήσατε, ἀναβοῶντας πάντοτε· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἱλαστήριον πανάμωμε γεγένησαι ἁμαρτανόντων ἀεί, τεκοῦσα ὑπερφυῶς, τοῦ κόσμου τὸν αἴροντα, τὴν ἁμαρτίαν Χριστόν· ᾧ κραυγάζομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Ὁσίου. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἱκανώτατον σὲ ἔγνωμεν διδάσκαλον, νήψεως καὶ ἀπαύστου εὐχῆς· παρ᾿ Ἀνθίμου γὰρ Νικηφόρε, ἔμαθες αὐτήν, καὶ ἔψαλλες ὅλῃ σου ψυχῇ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀριστεύσας ἐν τιμίοις ἀγωνίσμασιν, στέφανον ἀνεδήσω λαμπρόν· καὶ ἀμάραντον Νικηφόρε· ὅθεν ἐν χαρᾷ, Κυρίῳ τὴν αἴνεσιν βοάς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ζηλωτὴς Ἰὼβ τοῦ θείου ἀνεδέδειξαι, λέπρωσιν καρτερήσας σαρκός· καὶ τὰ ἕλκη σου Νικηφόρε, φέρων ἀνδρικῶς, γηθόμενος ἔψαλλες ἀεί· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὡραιότητος ὡς σκήνωμα ὑπάρχουσα, Δέσποινα Θεοτόκε Ἁγνή· τὸν ὑπέρτερον ἐν τῷ κάλλει, ἔτεκες Θεόν, καὶ ἅπαντας ἤγειρας βοᾷν· εὐλογημένη ἡ Θεόν, ἀποτεκοῦσα σαρκί.
ᾨδὴ η', ὁ Προεόρτιος. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Τὰ ποτάμια ῥεῖθρα μηλωτῇ ἔτεμεν, Ἐλισαῖος τὴν χάριν, τὴν τοῦ Βαπτίσματος, προσκιαγραφῶν, ἣν Χριστὸς ἀπειργάσατο, τούτοις ἐπιβαίνων, ὁ μόνος εὐεργέτης.
Ὑπεσήμανε πάλαι Προφήτης ἔνδοξος, τοῦ Βαπτίσματος χάριν, ἁλσὶ τὰ ὕδατα, ἄγονα τὰ πρίν, ἐκτελέσας πολύγονα, τοῦ ἐπιφανέντος, Θεοῦ ἡμῶν δυνάμει.
Φάραγξ πᾶσα τῶν θείων δώρων πλησθήσεται, καὶ βουνὸς ἐνάντιος ταπεινωθήσεται, καὶ τὰ σκολιὰ εἰς εὐθέα τραπήσεται, τῇ τοῦ σαρκωθέντος, Θεοῦ ἐπιφανείᾳ.
Τῶν Ἀποστόλων. Παῖδας εὐαγεῖς
Νεώσαντες φρένας χερσωθείσας, ἀρότρῳ τοῦ λόγου παναοίδιμοι, ταύταις τὰ σωτήρια, σπέρματα ἐσπείρατε, καὶ εὐσεβείας ἄσταχυν ἑκατοστεύοντα, ἐδρέψασθε, τῶν ἀνασωθέντων, τὴν πληθὺν Κυρίου, Ἀπόστολοι πανσόφως.
Ἐπαίνοις Ἰάκωβον ἐνθέοις, Κλεόπαν Βαρνάβαν τε καὶ Στέφανον, Νάρκισσον τὸν πάνσοφον, Μᾶρκον Ἀριστόβουλον, καὶ Ἀπελλῆν τιμήσωμεν, ὡς Ἀποστόλους Χριστοῦ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυρὸν ἀντὶ θώρακος φοροῦντες, πρὸς πάσας ἀνδρείως ἐχωρήσατε, φάλαγγας τοῦ δράκοντος, πάνσοφοι Ἀπόστολοι, καὶ ταύτας διολέσαντες, οὓς ἠχμαλώτευσεν, ἀνθρώπους συνελάβεσθε πίστει, καὶ τῷ ζωοδότῃ, προσήξατε Δεσπότῃ.
Θεοτοκίον
Ὦ θαῦμα ἐπέκεινα θαυμάτων! πῶς τίκτεις καὶ μένεις παρθενεύουσα; πάναγνε Θεόνυμφε· Λόγον γὰρ ἐγέννησας, τὸν τῷ Πατρὶ συνάναρχον, ᾧ πάντες ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἱκανὰ τῶν ἀγώνων, ἔστησας τρόπαια, καὶ Θεὸν στεφοδότην, ἄθλοις σου ηὔφρανας· ὅθεν παρ᾿ Αὐτοῦ, λαμπρά, γέρα ἐκόμισας· καὶ τῆς εὐωδίας, τὰ ῥεῖθρα Νικηφόρε.
Σοφιστὴν τῆς κακίας, Πάτερ ἐγέλασας, καὶ σοφίας τῆς ἄνω, ἔσοπτρον γέγονας· βλέπειν τὰ μακράν, καλῶς, λέγειν τὰ μέλλοντα· καὶ ἐπιγινώσκειν τὰ θεία Νικηφόρε.
Ἱερὸν Παρακλήτου, στόμα γεγένησαι, καὶ παρήγορον λόγον, χαίρων μετέδωκας· πόνων γὰρ ὁδόν, δραμών, δέδειξαι μέτοχος· τῶν εἰρηνοδώρων, χαρίτων Νικηφόρε.
Θεοτοκίον.
Δυνατὸν ἐν ἰσχύϊ, Λόγον ἐκύησας, ὡς Αὐτὸς ἠβουλήθη, πάναγνε Δέσποινα· φύσεως θεσμούς, σεμνή, μόνη ἐκαίνισας· σοὶ οὖν προσφωνοῦμεν, τὸ χαῖρε εἰς αἰῶνας.
Ὁ Εἱρμός
Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', ὁ Προεόρτιος. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Χερσὶν ὁ πλάσας Χριστὲ τὸν ἄνθρωπον, ἐν τῇ χειρὶ Προδρόμου ὑποκύπτεις ὡς ἄνθρωπος, ταπεινούμενος ὅπως ὑψώσῃς με, πάλαι ταπεινωθέντα, καὶ ἀπολλύμενον, δόξα τῇ ἐνδόξῳ, καὶ φρικτῇ οἰκονομίᾳ σου.
Ψυχῶν ἡ κάθαρσις εὐτρεπίζεται, ὁ φωτισμός, ἡ λύσις τῶν δεινῶν ἐπεδήμησεν, Ἰορδάνη ποταμὲ εὐφράνθητι, χόρευσον πᾶσα ἡ κτίσις, γῆ τε καὶ θάλασσα, κρότησον δοξάζουσα Χριστόν, τὸν ὑπεραγαθόν.
Ὡς ὢν ἁπάντων καλῶν τὸ πλήρωμα, ἔρχῃ βοῶν τῷ πλήρει, ἁγιότητος δούλῳ σου, ἐκπλαγέντι τὴν σὴν συγκατάβασιν· Ἔγγισον βάπτισόν με· θέλω πληρῶσαι γάρ, φύσιν τῶν βροτῶν ἁγιασμοῦ, καὶ καθαρότητος.
Τῶν Ἀποστόλων. Ἅπας γηγενής
Ἴασαι ἡμῶν, Χριστὲ τὰ παθήματα, τῶν Ἀποστόλων εὐχαῖς, τῶν ἀγαπησάντων σε, καὶ κηρυξάντων ἐν πᾶσιν ἔθνεσι, Θεὸν ὁμοῦ καὶ Κύριον, Δημιουργὸν τοῦ παντός, καὶ εἰδώλων, πᾶσαν ἀμαυρότητα, διωξάντων φωτὶ τοῦ κηρύγματος.
Ὥσπερ ἀστραπαί, τῷ κόσμῳ ἐξέλαμψαν, Λουκᾶς ὁμοῦ καὶ Ἑρμῆς, Μᾶρκος Ἀνανίας τε, καὶ σὺν Ματθίᾳ ὁ ἱερὸς Ὀλυμπᾶς, καὶ τῶν πιστῶν τὸ πλήρωμα, σαφῶς ἐφώτισαν· οὓς ἐν πίστει, σήμερον τιμήσωμεν, ἱεροῖς καὶ σεπτοῖς μελῳδήμασι.
Στῶμεν εὐσεβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ μακαρίσωμεν, τοὺς Ἱεροκήρυκας, καὶ Διδασκάλους καὶ ἀγγελόφρονας, καὶ πλουτιστὰς σωτῆράς τε, καὶ ἀντιλήπτορας, καὶ προστάτας, πάντων χρηματίζοντας, τῶν τιμώντων αὐτῶν τὰ μνημόσυνα.
Ἤστραψαν φωτί, ἀΰλῳ τοῦ Πνεύματος, Ἀκύλας Ἀχαϊκός, Κάρπος τε ὁ ἔνδοξος, καὶ Φουρτουνάτος σὺν τοῖς ἑξήκοντα, καὶ ἓξ Χριστοῦ θεράπουσι, καὶ ἱεροῖς Μαθηταῖς, καὶ καρδίας, πάντων καταυγάζουσι, τῇ φωσφόρῳ αὐτῶν μνήμῃ σήμερον.
Θεοτοκίον
Φέγγος ἀστραπῆς, τοῦ τόκου
σου ἔλαμψε, καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους
ὤλεσε, Θεογεννῆτορ πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα,
τῶν ἀπαύστοις φωναῖς εὐφημούντων σε.
Τοῦ Ὁσίου. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ὡς μέγαν πλοῦτον πιστοῖς κατέλιπες, τὰ ἱερὰ καὶ πλήρη εὐωδίας σου λείψανα· ἐν αὐτοῖς γὰρ Πνεύματος, Ἁγίου πολλή, χάρις κατασκηνοῦσα· νέμει ἑκάστοτε, ῥῶσιν Νικηφόρε καὶ ζωῆς, θείαν ἀπόλαυσιν.
Ῥαδίως τρῖβον στενὴν ἐβάδισας, ἐν πλατυσμῷ καρδίας Νικηφόρε πανόλβιε· καὶ αὐλὰς κατῴκησας, τὰς πλήρεις φωτός, πόλεως οὐρανίου· ἔνθα Κυρίῳ σου, σὺν τοῖς ἀπ᾿ αἰώνων ἐκλεκτοῖς, προσάγεις αἴνεσιν.
Ἀγγέλων ἅμα εὐφραίνει τάγμασιν, ἐν οὐρανοῖς ἀφράστως Νικηφόρε ἀοίδιμε· τῇ σαρκὶ ὡς ἄϋλος, ἠσκήθης ἐν γῇ, πόνους καθυπομείνας· θείῳ φρονήματι· ὅθεν νῦν μετέχεις τῆς τερπνῆς, ἀγαλλιάσεως.
Θεοτοκίον.
Σοφίαν Λόγον Θεοῦ καὶ Δύναμιν, ἐν σῇ γαστρὶ Παρθένε παραδόξως ἐκύησας· καὶ Ἀδὰμ ἀνήγαγες, εἰς θρόνον Θεοῦ, δόξης τε παραστάτην· τοῦτον ἐποίησας, ἵνα σου δοξάζῃ ἐκτενῶς, τὴν ἀγαθότητα.
Ὁ Εἱρμός
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.
Ἐξαποστειλάριον. Τῶν Ἀποστόλων. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
Καταλιπόντες κόσμον, οἱ Ἑβδομήκοντα Λόγε, σοὶ μαθητεύονται πόθῳ, τῷ Λόγῳ καὶ Διδασκάλῳ, τῆς ἀγνωσίας τὸν κόσμον, ἀποκαθαίροντες πίστει.
Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Ὅμοιον.
Τὰ ἀλγεινὰ τῆς λέπρας, καθυπομείνας ἀνδρικῶς, τὸν τῆς ψυχῆς σου χιτῶνα, ἐλάμπρυνας πανευπρεπῶς, ὦ Νικηφόρε τῆς νίκης, φερωνυμῶν τῆς καλλίστης.
Ἐξαποστειλάριον. Προεόρτιον. Ὅμοιον.
Ὁ ἐκ Πατρὸς ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα φορέσας, ὑπερφυῶς ἐκ Γυναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου.
Εἰς τοὺς Αἴνους. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί
Ὅν περ ἡ φωνή, τοῦ βοῶντος
προετύπου, ἦλθεν ὁ Χριστός, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τῷ Προδρόμῳ ἔφη·
Δεῦρο πλῦνόν με ὕδασι, βάπτισόν με νῦν συγκαταβάντα· τὸν γὰρ Ἀδὰμ ἐκπλῦναι
ἦλθον, τοῦ πρὶν πτώματος· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ὕψος οὐρανοῦ, οὐδαμῶς
ἐξιχνιάσω, ἄστρων ἀριθμόν, οὐδὲ γῆν ἀναμετρήσω, καὶ πῶς τῆς κορυφῆς σου, τῷ
Δεσπότῃ ὁ Πρόδρομος, ἅψομαι χειρί; πῶς δὲ βαπτίσω, τὸν φέροντα δρακὶ τὴν κτίσιν·
διὸ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Σύνθρονος Πατρί, καὶ τῷ
Πνεύματι ὑπάρχων, ταῖς ἀγγελικαῖς, στρατιαῖς δορυφοροῦμαι, ἀλλὰ σμικρῷ σπηλαίῳ
ἐξενίσθην τικτόμενος, ἐν τῇ Βηθλεὲμ δι' εὐσπλαγχνίαν· διὸ καὶ νῦν τὴν δεξιάν
σου, ἐμοὶ δάνεισον, ἵνα καὶ πλύνω ἐν ἐμοί, τοῦ κόσμου τὰ πταίσματα.
Ἔκλυσας ποτέ, ἁμαρτίας ἐπὶ
Νῶε, λόγῳ διασχών, καταῤῥάκτας οὐρανίους, καὶ πῶς σε Ἰορδάνης, κατιδὼν ὑποστήσεται;
ἤδη γὰρ τὸ ῥεῖθρον ἀναστρέφει, ἐπέγνω σε ἡ κτίσις πᾶσα, κἀγὼ κράζω σοι· Εὐλογημένος
ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα.
Ἵνα πληρωθῇ, τοῦ Πατρὸς ἡ εὐδοκία, ἦλθον ἐπὶ γῆς, ἐνδυσάμενος πτωχείαν. Ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον, σοὶ δὲ τὸν αὐχένα ὑποκλίνω· ἐν τούτῳ γὰρ παρεγενόμην, ἐμὲ βάπτισον, καὶ ἐν ἐμοὶ τὰ τῶν βροτῶν, καθαίροντα πταίσματα.
Καὶ νῦν.
Σὺ τὸν Ἰσραήλ, διὰ στύλου καὶ νεφέλης, πρὶν φωταγωγῶν, καὶ δροσίζων ἐν ἐρήμῳ, σὺ ὁ δεσπόζων πάντων, ὁ τῇ φύσει ἀνέκφραστος, δούλου τὴν μορφὴν πῶς ἐνεδύσω; οὐ ψαύσω σου πυρὸς ὁ χόρτος, αὐτός με βάπτισον· ἐγὼ γὰρ χρῄζω ὑπὸ σοῦ, καθάρσιον δέξασθαι.
Ἀπόστιχα, Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ
Ὤφθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν Ἰορδάνου ῥείθροις, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.
Στ.: Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιΐμ.
Δέχου
δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην,
βροτῶν εἰς ἀναγέννησιν.
Στ.: Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Ἦλθεν
ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι
προεόρτια.
Δόξα. Καὶ νῦν.
Σήμερον ὁ Χριστός, σωτήριον ἀνθρώποις, λυτήριον δωρεῖται, ψυχῶν καθαίρων ῥύπον, πυρὶ τῷ τοῦ Βαπτίσματος.
Ἀπολυτίκιον τῶν Ἁγίων Ἀποστόλων. Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι, ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος, χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.
Καὶ νῦν. Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
%20-%20%CE%91%CE%BD%CF%84%CE%B9%CE%B3%CF%81%CE%B1%CF%86%CE%AE.jpg)
%20-%20%CE%91%CE%BD%CF%84%CE%B9%CE%B3%CF%81%CE%B1%CF%86%CE%AE.jpg)
Σχόλια
Δημοσίευση σχολίου