ΙΑΝΟΥΑΡΙΟΣ 30. ΑΓΙΟΙ ΤΡΕΙΣ ΙΕΡΑΡΧΕΣ
+ ΙΑΝΟΥΑΡΙΟΣ Λ΄
ΣΥΝΑΞΙΣ ΤΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ
ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ,
ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ
& ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἐν
τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσεως, ἀναβὰς κατώπτευσας τὰ ἀπόῤῥητα, αὐτοῦ
καὶ θεῖα μυστήρια, ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοῖς, εὐσεβείας ὡς κήρυξ σοφός∙
διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοῖς
σοῖς διδάγμασιν Ὅσιε.
Τοὺς
συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅσιε, τῇ σοφίᾳ λόγων καὶ τῶν δογμάτων σου,
καὶ εἰς ὁμόνοιαν ἤθροισας, Ὀρθοδόξου πίστεως, τοὺς εὐγνώμονας Χριστόν,
εὐφημοῦντας Γρηγόριε, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς
πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα.
Ἀῤῥαγῆ
σε θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τῇ αὐτοῦ Ἐκκλησίᾳ Πάτερ Ὅσιε, τηροῦντα ταύτην
ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεοῤῥῆμον Χρυσόστομε,
καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι, τοὺς διψῶντας τῶν σῶν λόγων,
καὶ νοημάτων τὸ πέλαγος.
Τῆς
Τριάδος ἐκλόγια, ἀκηράτου λειμῶνός τε, ἄνθη τὰ μυρίπνοα καὶ τερπνότατα, τοῦ
νοητοῦ ὡς ὑπάρχοντας, ἀκτῖνας Ἠλίου τε, καὶ φωτίσαντας τὴν γῆν, ταῖς αὐτῶν θείαις
λάμψεσιν, εὐφημήσωμεν, Ἰωάννην τὸν μέγαν σὺν τῷ θείῳ, Θεολόγῳ Γρηγορίῳ, καὶ τὸν
ὑψίνουν Βασίλειον.
Δόξα... Ἦχος πλ. β'
Ἄνθρωποι τοῦ Θεοῦ, καὶ πιστοὶ ἱκέται, λειτουργοὶ Κυρίου, ἄνδρες ἐπιθυμιῶν, σκεύη ἐκλογῆς, στῦλοι καὶ στηρίγματα τῆς Ἐκκλησίας, Βασιλείας κληρονόμοι, μὴ παρασιωπᾶτε, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν... Θεοτοκίον, Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Διδασκάλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.
Ἡ
χάρις ὑπερίσχυσεν, ἡ πίστις ἐπεκράτησεν, ἐπληρώθη, πάντα γνώσεως Θεοῦ, διὰ τῶν
Ἀποστόλων, διὰ τῶν Διδασκάλων, καὶ σωτηρίαν ἐπλουτήσαμεν.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Οὐράνια
μυστήρια, ἀνθρώπινα μαθήματα, χαρισμάτων συνδρομὴ παντοδαπῶν, μετὰ κατορθωμάτων,
νικώντων πάντα λόγον, τοὺς τρεῖς Ἁγίους ἐθαυμάστωσεν.
Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Βασίλειος
ὁ ἔνθεος νοῦς, Γρηγόριος ἡ θεία φωνή, Ἰωάννης ὁ παγκόσμιος λαμπτήρ, οἱ τρεῖς
τῆς ἀνωτάτω, θεράποντες Τριάδος, καὶ λειτουργοὶ συνδοξαζέσθωσαν.
Δόξα... Ἦχος πλ. β'
Εὖ
δοῦλοι ἀγαθοὶ καὶ πιστοί, εὖ ἐργάται τοῦ ἀμπελῶνος Χριστοῦ, οἱ καὶ τὸ βάρος τῆς
ἡμέρας βαστάσαντες, καὶ τὸ δεδομένον τάλαντον αὐξήσαντες, καὶ τοῖς μεθ᾿ ὑμᾶς
ἐλθοῦσι μὴ φθονήσαντες· διὸ ἤνοικται πύλη Βασιλείας ὑμῖν. Εἰσελθόντες οὖν εἰς
τὴν χαρὰν τοῦ ποιήσαντος, πρεσβεύσατε ὑπὲρ ἡμῶν, Ἅγιοι Διδάσκαλοι.
Καὶ νῦν... Θεοτοκίον, Ἦχος πλ. β'
Οὐδεὶς
προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε∙
ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Ἀπολυτίκιον. Ἦχος δ'
Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὰ τῆς χάριτος ὄργανα, τὰς κιθάρας τοῦ Πνεύματος, τὰς εὐσήμους σάλπιγγας τοῦ κηρύγματος, τὰς φοβερὸν καὶ ἐξάκουστον, ἐξ ὕψους ἠχούσας βροντάς, καὶ τὴν δόξαν τοῦ Θεοῦ, γνωριζούσας τοῖς πέρασι, τοὺς τρεῖς Κήρυκας, τῆς μεγάλης Τριάδος, Ἰωάννην καὶ Βασίλειον ἀξίως, σὺν Γρηγορίῳ τιμήσωμεν. (Δίς)
Τῆς
Τριάδος οἱ πρόμαχοι, εὐσεβείας οἱ πρόβολοι, οἱ μετὰ τοὺς δώδεκα τρεῖς Ἀπόστολοι,
οἱ ἐξ Ἐδὲμ ἀναβλύζοντες, τὸ ζῶν ὕδωρ ποταμοί, καὶ τὸ πρόσωπον τῆς γῆς, ζωηῤῥύτως
ποτίζοντες, θείοις ῥεύμασι, τὰ μεγάλα στοιχεῖα, τὰ τὴν πίστιν, ὥσπερ κτίσιν
συνιστῶντα, ἀξιοχρέως τιμάσθωσαν. (Δίς)
Οὐκ
εἰσὶ λαλιαί φησιν, οὐδὲ λόγοι λεγόμενοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν∙ εἰς
πᾶσαν γῆν γὰρ καὶ θάλασσαν, ὁ φθόγγος ἐξέδραμε, τῶν ἐνθέων καὶ σοφῶν, Διδασκάλων
τῆς κτίσεως∙ ὅθεν ἄριστα, τοῖς αὐτῶν θείοις νόμοις συγκροτεῖται, καὶ συνέχεται
πρὸς μίαν, ὀρθοδοξίαν τὰ πέρατα.
Τὰ
τοῦ Πνεύματος ὄργανα, ἀληθείας τὰς σάλπιγγας, τοὺς τοῦ Λόγου Ῥήτορας εὐφημήσωμεν,
φωναῖς ᾀσμάτων τοῖς δόγμασιν, αὐτῶν οἱ ἑπόμενοι, ἱκετεύοντες αὐτούς, παῤῥησίαν
ὡς ἔχοντας, πρὸς τὸν Κύριον, τοῦ αἰτῆσαι εἰρήνην σταθηρὰν μέν, εἰς ἀεὶ τῇ
οἰκουμένῃ, ἡμῖν δὲ πᾶσι συγχώρησιν.
Δόξα. Ἦχος πλ. β'
Τὰς
μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν∙
τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν
ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ Ὀρθοδόξων προμάχους,
τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. Α, 8-11, 15-17)
Εἶπε
Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες
κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ
Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς. Καὶ
εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων∙ Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος
ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς∙ καὶ ἰδού ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.
Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως· καὶ εὐλογήσαι
ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας,
καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν∙ χιλιάρχους, καὶ ἑκατοντάρχους,
καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν.
Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων∙ Διακούετε ἀνὰ μέσον
τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ
ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν
κρίσει∙ κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον
ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 14-18, 20-21)
Εἶπε
Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς
τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο
Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα
τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ
τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν
Θεῶν, καὶ Κύριος τῶν Κυρίων∙ ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ
θαυμάζει πρόσωπον, οὐ δ᾿ οὐ μὴ λάβῃ δῶρον∙ ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ,
καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν
Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ
τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅστις ἐποίησέ σοι
τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1- 9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα∙
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος β'
Δεῦτε
τῆς οὐρανίου Τριάδος οἱ λατρευταί, τὴν ἐπίγειον τριάδα, τῶν θείων Ἱεραρχῶν
εὐφημήσωμεν· τὸν Γρηγόριον, τῆς θεολογίας τὸν ἐπώνυμον· τὸν Βασίλειον, τῆς
βασιλείας τὸν φερώνυμον∙ καὶ Ἰωάννην, τὸν ὄντως χαριτώνυμον∙ τοὺς σοφίας βυθούς,
τοῦ Πνεύματος τὰ ῥεῖθρα τὰ ὠκεάνεια∙ τὰς πηγὰς τὰς ἀεὶ βλυζούσας, τὸ ὕδωρ τὸ
ζῶν τὸ ἁλλόμενον∙ τοὺς διαυγεῖς μαργαρίτας∙ τοὺς ἐπιγείους φωστῆρας∙ τῆς Ἐκκλησίας
τοὺς οἴακας∙ τὰ ἀγλαόκαρπα δένδρα∙ τοὺς οἰκονόμους τῆς χάριτος∙ Χριστοῦ μου τὸ
στόμα, καὶ τῆς Τριάδος τοὺς ὑπερμάχους, τοὺς ἐξ αὐτῆς ἀμέσως ἐλλαμπομένους, καὶ
πρεσβεύοντας ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β'
Τοῦ Δαυΐδ τὴν σφενδόνην τὴν τρίπλοκον, τοῦ Σολομῶντος σπαρτίον τὸ κόκκινον, τὸ τοῦ Λόγου φραγγέλιον τρίπλοκον, τοὺς σοφοὺς Ἱεράρχας, Βασίλειον τὸν μέγαν, Γρηγόριον τὸν θεῖον, καὶ Ἰωάννην τὸν Χρυσόστομον, πιστῶς ἀνευφημήσωμεν∙ τὸν νοητὸν γὰρ Γολιάθ, τῷ ἀκρογωνιαίῳ λίθῳ καταβαλόντες, τὴν πίστιν πρὸς ὁμόνοιαν ἤγαγον, τῷ ἐρυθραίῳ τοῦ Χριστοῦ περιτειχίσαντες αἵματι∙ καὶ τοὺς θεοκαπήλους αἱρεσιάρχας, τῶν περιβόλων τῆς θείας τοῦ Χριστοῦ Ποίμνης, μακρὰν ἀπελάσαντες διὰ τῶν λόγων, καὶ ἔτι τὴν πίστιν στηρίζουσι, καὶ πρεσβεύουσι Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. β'
Τοὺς Ἱεράρχας τοῦ Χριστοῦ, καὶ τῶν Πατέρων κλέος, τῆς Πίστεως τοὺς πύργους, καὶ τῶν Πιστῶν Διδασκάλους καὶ φύλακας, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες· Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, Βασίλειε σοφέ, καὶ στῦλε ἀπερίτρεπτε∙ χαίροις, ὁ νοῦς ὁ οὐράνιος, Ἀρχιερεῦ μέγιστε, Θεολόγε Γρηγόριε∙ χαίροις, ὦ χρυσολόγε πάγχρυσε Ἰωάννη, ὁ τῆς μετανοίας διαπρύσιος κήρυξ. Ἀλλ' ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε ἀεὶ πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον, καὶ θείαν πανήγυριν.
Καὶ νῦν... Θεοτοκίον
Τὴν
τῶν παρθένων καλλονήν, καὶ χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν πιστῶν
ἀῤῥαγὲς περιτείχισμα, συνελθόντες ὧ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν
λέγοντες∙ Χαίροις, Παρθενομῆτορ Ἁγνή, Λυχνία χρυσαυγής, καὶ πύλη ἐπουράνιε∙ χαίροις,
σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ σου πανάχραντε∙ χαίροις, τῶν
οὐρανίων Ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρίτως· διὸ Μητράναδρε Δέσποινα, μὴ λίπῃς
φρουροῦσα τοὺς δούλους σου, τοὺς ἀνυμνοῦντάς σε πίστει καὶ πόθῳ ἀεί, καὶ τὸν τόκον
σου προσκυνοῦντας τὸν ἄσπορον.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Χαίροις, Ἱεραρχῶν ἡ Τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις∙ Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες∙ οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες, νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι∙ οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου αἱ εἴσοδοι∙ Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις,
Ἱεραρχῶν ἡ Τριάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία∙ ἡ τῶν
ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι∙ τοῦ Λόγου οἱ πρόμαχοι∙ ἰατροὶ
ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος∙ οἱ ἀείῤῥοοι, ποταμοὶ οἱ
τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἄπαν πρόσωπον∙ οἱ Θεολόγοι αἱ
Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε,
τὸ μέγα ἔλεος.
Στ.: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Χαίροις, Ἱεραρχῶν ἡ Τριάς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος∙ ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις∙ τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα, ὁ Θεολόγος, ὁ σοφός τε Βασίλειος, ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος. Πλάκες αἱ θεοχάρακτοι∙ μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα, τὸ τῆς σοφίας ἀγλάϊσμα, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α'
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων∙ χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ
πανηγύρει τῶν Διδασκάλων ἡμῶν. Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς
Ἱεράρχας κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑπερμεγέθεις,
τρεῖς καλλιῤῥόους ἀειζώους τοῦ Πνεύματος∙ ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς
σεπτῆς Τριάδος, τρισσοὺς ἱερομύστας, συνελθόντες εὐφημήσωμεν∙ οἱ φιλόσοφοι τοὺς
σοφούς, οἱ ἱερεῖς τοὺς ποιμένας, οἱ ἁμαρτωλοὶ τοὺς προστάτας, οἱ πένητες τοὺς
πλουτιστάς, οἱ ἐν θλίψεσι τοὺς παραμυθοῦντας, τοὺς συνοδίτας οἱ ὁδοιπόροι, οἱ
ἐν θαλάσσῃ τοὺς κυβερνήτας, οἱ πάντες τοὺς πανταχοῦ θερμῶς προφθάνοντας, θείους
Ἀρχιεράρχας, ἐγκωμιάζοντες οὕτως εἴπωμεν∙ Πανάγιοι Διδάσκαλοι, σπεύσατε ἐξελεῖν
τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦσαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α'.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς
εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν. Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν,
καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους
πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ
Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ,
τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν
πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον
τοῦ Λόγου πλάκα∙ ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες,
οὕτως εἴπωμεν∙ Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας·
οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α'
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσοῤῥήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.
Δόξα. Ἕτερον. Ἦχος δ'
Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην, τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Φωστῆρες ὑπέρλαμπροι τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένε
πανύμνητε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις,
ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει
καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας, μόνη Θεόνυμφε.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Οἱ σοφοὶ Διδάσκαλοι, τῆς οἰκουμένης, οἱ Θεὸν δοξάσαντες, ἔργοις καὶ λόγοις ἐπὶ τῆς γῆς, μεγαλυνέσθωσαν σήμερον, ὡς σωτηρίας, ἡμῖν ὄντες πρόξενοι.
Δόξα... ὅμοιον
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῶν Διδασκάλων τῶν τριῶν· καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, τὴν Ἐκκλησίαν, αὐτῶν θείοις δόγμασιν.
Καὶ νῦν... Θεοτοκίον
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Ἐν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς, καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι, πᾶσι τοῖς πιστοῖς, τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν, καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος, μετ᾿ εὐφροσύνης κραυγάζει∙ Πάρεστε πάλιν, καὶ μετὰ πότμον, τοῖς ὑμᾶς εὐφημοῦσι μακάριοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τρικυμίας τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς. Μὴ μὲ παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα· πλήν σου γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Διδασκάλων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη
ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες, καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ
Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν
μιᾷ θεότητι.
Ὁ Κανὼν τῶν Ἁγίων. Ποίημα Ἰωάννου Εὐχαΐτων.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Οὐκ ἀνθρωπίνης τὸ παρὸν ἐγχείρημα, σπουδῆς κατόρθωμα, ἀλλ᾿ ἡ τοῦ σοῦ θρόνου, πάρεδρος Φιλάνθρωπε, σοφία συνεργείτω μοι, λόγου χάριν διδοῦσα, δι᾿ ἧς δοξάσαι δυνήσομαι, οὓς αὐτὴ καλῶς προεδόξασεν.
Ὥσπερ κρατὴρ ὑπερεῤῥύη Δέσποτα, ἡ ἀγαθότης σου, καὶ ὁ πολὺς πλοῦτος, τῆς φιλανθρωπίας σου, ὑπερχυθεὶς διώδευσεν, ὡς καὶ ἄλλους Ἀγγέλους, μετὰ σαρκὸς ὑποστήσασθαι, τοὺς νῦν προκειμένους εἰς ἔπαινον.
Ἐξ οὐρανοῦ τοῖς Οὐρανίοις ἔπρεπε, καὶ τὰ ἐγκώμια∙ Ἀγγελικὸς ὕμνος, τοῖς θείοις ἁρμόδιος· θεοὶ γὰρ κατὰ μέθεξιν, οἱ τὸν φύσει καὶ μόνον, ἀληθινὸν Θεὸν ἔχοντες, ζῶντα ἐν αὐτοῖς καὶ φθεγγόμενον.
Θεοτοκίον
Μνήμην Δικαίων ὁ θεόφρων σύλλογος, μετ᾿ ἐγκωμίων τελεῖ, οἷς ἡ Θεοῦ Μήτηρ, ὡς αὐτῶν κεφάλαιον, εἰκότως συνδοξάζεται, τελευταίαν καὶ πρώτην, καὶ μέσην τάξιν ἐπέχουσα, καὶ τῆς εὐφημίας μετέχουσα.
Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε∙ ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι∙ ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ'. Ὁ στερεώσας κατ’ ἀρχάς.
Οἱ τῶν ἠθῶν διορθωταί, καὶ τῶν ψυχῶν οἰκονόμοι, οἱ σωτῆρες οἱ κοινοὶ τῶν ἁπάντων, οἱ καὶ πράξεων ἡμῖν, καὶ λόγων τύπους δείξαντες, οἱ παιδευταὶ τοῦ βίου, λαμπροὶ λαμπρῶς εὐφημείσθωσαν.
Πνεῦμα ἐνέπλησε Θεοῦ, Βασίλειον ἐπιστήμης∙ τῶν πυρίνων δὲ γλωσσῶν ἔσχε μίαν, ὁ Γρηγόριος καὶ πῦρ, ὑψηγορίας ἔπνευσε∙ τὸ τοῦ Χριστοῦ δὲ στόμα, ἐν Ἰωάννῃ ἐλάλησε.
Τοῦ νῦν αἰῶνος τὴν σαφῶς, καταργουμένην σοφίαν, ἡ μωρία τοῦ κηρύγματος ἔχει, ὑποκύπτουσαν αὐτῇ, καὶ δουλικῶς λατρεύουσαν∙ κήρυκας γὰρ ἡ χάρις, σοφοὺς προβάλλεται ῥήτορας.
Θεοτοκίον
Ὁ ἐν τῇ μήτρα τῆς ἁγνῆς, κατασκηνώσας Παρθένου, τὰς ψυχὰς τῶν θεοφόρων Ἁγίων, οἰκητήρια ποιεῖ, καὶ τοῖς ἐκείνων στόμασι, τὰ κατὰ τὴν Μητέρα, διερμηνεύει μυστήρια.
Καταβασία.
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Κάθισμα. Ἦχος πλ. δ᾿. Τὴν Σοφίαν καὶ Λόγον
Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς, Ἐκκλησίας τοὺς πύργους τοὺς ἀῤῥαγεῖς, συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος∙ τὸν σοφὸν Χρυσοῤῥήμονα, καὶ τὸν μέγαν Βασίλειον, σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ∙ πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· Ἱεράρχαι τρισμέγιστοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Ὅμοιον
Τὴν σοφίαν λαβόντες παρὰ Θεοῦ, ὡς Ἀπόστολοι ἄλλοι τρεῖς τοῦ Χριστοῦ, τῷ λόγῳ τῆς γνώσεως, συνιστᾶτε τὰ δόγματα, ἃ τὸ πρὶν ἐν λόγοις, ἁπλοῖς κατεβάλλοντο, Ἁλιεῖς ἐν γνώσει, δυνάμει τοῦ Πνεύματος∙ ἔδει γὰρ καὶ οὕτω, τὸ ἁπλοῦν ἡμῶν σέβας, τὴν σύστασιν κτήσασθαι, δι᾿ ὑμῶν πανσεβάσμιοι· ὅθεν πάντες βοῶμεν ὑμῖν∙ Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, πρεσβειῶν σου ἐλέει, γαλήνην παρέχουσα, καὶ κινδύνων ἐξαίρουσα∙ σὺ λιμὴν γὰρ ἀχείμαστος∙ πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε
Στῦλος πυρός, λαοῦ πιστοῦ προηγούμενος, καὶ φλογίζων, τοὺς ἐχθροὺς τῆς Πίστεως, τὰς δὲ φυλάς, σῴζων ἀσφαλῶς, τὰς ἐφεπομένας, ὁ Μέγας ὤφθης Βασίλειος, θαρσείτω καὶ νικάτω, ἡ Χριστοῦ Ἐκκλησία, τηλικοῦτον πλουτήσασα πρόμαχον.
Γλώσσης τρυφή, καὶ ἀκοῆς πάσης ἥδυσμα, ὁ σὸς λόγος, πέφυκε Γρηγόριε, μάννα ζωῆς, δρόσος γλυκασμοῦ, μέλι τὸ ἐκ πέτρας, Ἀγγέλων ἄρτος οὐράνιος, ἀπλήστως ἐμφορεῖσθαι, τῆς ἡδύτητος πείθων, καὶ πληρῶν ἡδονῆς τοὺς μετέχοντας.
Ὁ ποταμός, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐπληρώθη, μέχρι καὶ προχύσεως, καὶ τὸ καλόν, πρόσωπον τῆς γῆς, ὡς τρυφῆς χειμάῤῥους, ἀπὸ χρυσοῦ ἄρδει στόματος, εὐφραίνων καὶ πιαίνων, τοῦ Χριστοῦ πᾶσαν πόλιν, τοῖς τῶν θείων κυμάτων ὁρμήμασι.
Θεοτοκίον
Φύσιν ἁπλήν, ἀνασχομένην συνθέσεως, καὶ φανεῖσαν, κρείττονα συγχύσεως, ἐπὶ τοῦ σοῦ, Δέσποινα Υἱοῦ, οἱ τρεῖς θεοφόροι, δογματισταὶ ὡμολόγησαν, ἐκ δύο θελημάτων, καὶ διπλῆς ἐνεργείας, τὸν διπλοῦν κατὰ φύσιν γνωρίσαντες.
Καταβασία.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος∙ καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω
Τοὺς τῶν θείων πραγμάτων, καὶ τῶν ἀνθρωπίνων σοφοὺς ἐπιστήμονας, τὰς τῶν ὄντων φύσεις, φιλαλήθως ἡμῖν σαφηνίσαντας, καὶ τὸν τούτων Κτίστην, πᾶσι γνωρίσαντας ὡς θέμις, εὐχαρίστοις φωναῖς ἀμειψώμεθα.
Τὸ πικραῖνον καὶ στῦφον, τῶν πρὸς σωτηρίαν φαρμάκων ἐγλύκαναν, ταῖς σοφαῖς τῶν λόγων, ἐπῳδαῖς τε καὶ τέχναις καὶ χάρισι, τῶν ψυχῶν οἱ θεῖοι, θεραπευταὶ θέλγεσθε πάντες, εὐσεβεῖς καὶ τερπόμενοι σῴζεσθε.
Σιωπᾷ λόγος ἅπας, τῶν θεοκηρύκων λαλούντων τὰ ἔνθεα, καὶ κρατεῖ τῆς πάλαι, Διαθήκης ἡ νέα προβάλλουσα, τὰ σεπτὰ πυξία, τῶν ἐν αὐτῇ νομοθετούντων, οἷς ῥυθμίζεται, πᾶς πιστῶν σύλλογος.
Θεοτοκίον
Τὴν ἀθάνατον φύσιν, ἡ θνητὴ παρέδραμεν εἰς ἁγιότητα∙ καὶ Παρθένος Κόρη, τοὺς ἀσάρκους Ἀγγέλους παρήλασεν, ὡς Θεὸν τεκοῦσα, τὸν Βασιλέα τῶν Ἀγγέλων, ᾧ προσβλέπειν ἐκείνοις ἀδύνατον.
Καταβασία.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ
Τριάδα Μοναδικήν, θεολογεῖν ἐδιδάχθημεν∙ Μονάδα Τριαδικήν, ὑμνεῖν παρελάβομεν∙ προσκυνεῖν ἐμάθομεν, παρὰ τῶν Πατέρων, μίαν Φύσιν τρισυπόστατον.
Ὁ Λόγος ἦν ἐν ἀρχῇ, πρὸς τὸν Πατέρα συνάναρχος∙ τῷ Λόγῳ Πνεῦμα συνῆν, ἀλλ᾿ ἐκ τοῦ Γεννήτορος∙ ἁπλῆ ὁμοούσιος, συμφυὴς Θεότης, ὡς οἱ θεῖοί φασὶ Κήρυκες.
Συνάπτω καὶ διαιρῶ, τὰ συναπτῶς διαιρούμενα∙ ἓν ἀμερὲς ἐννοῶ, καὶ τρία φαντάζομαι. Διδασκάλους δέχομαι, τρεῖς θεοφορήτους, οὕτω πείθοντας πιστεύειν με.
Θεοτοκίον
Ἀμήτωρ πρὸ τῆς σαρκός, ἀπάτωρ μετὰ τὴν σάρκωσιν∙ Υἱὸς Πατρὸς καὶ Μητρός, ὁ ταῦτα καλούμενος, ὑπὲρ νοῦν ἀμφότερα∙ τῷ Θεῷ γὰρ πρέπει, τῶν θαυμάτων τὰ παράδοξα.
Καταβασία.
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη∙ Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Κοντάκιον. Ἦχος β'. Τοὺς ἀσφαλείς
Τοὺς ἱεροὺς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Διδασκάλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κάματον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.
Ὁ Οἶκος
Τίς
ἱκανὸς τὰ χείλη διᾶραι, καὶ κινῆσαι τὴν γλῶσσαν πρὸς τοὺς πνέοντας πῦρ, δυνάμει
Λόγου καὶ Πνεύματος; ὅμως τοσοῦτον εἰπεῖν θαῤῥήσω, ὅτι πᾶσαν παρῆλθον τὴν
ἀνθρωπίνην φύσιν οἱ τρεῖς, τοῖς πολλοῖς καὶ μεγάλοις χαρίσμασι, καὶ ἐν πράξει
καὶ θεωρίᾳ, τοὺς κατ᾿ ἄμφω λαμπροὺς ὑπεράραντες∙ διὸ μεγίστων δωρεῶν τούτους ἠξίωσας,
ὡς πιστούς σου θεράποντας, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.
Συναξάριον
Τῇ Λ᾿ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Πατέρων καὶ Οἰκουμενικῶν Διδασκάλων· Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου Ῥώμης.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Κενσουρίνου, Σαβίνου, Χρυσῆς ἢ Αὔρας, Φηλικίου, Μαξίμου, Ἑρκουλίου, Βενερίου, Στυρακίου, Μηνᾶ, Κομμόδου, Ἑρμῆ, Μαύρου, Εὐσεβίου, Ῥουστικοῦ, Μοναγρέου, Ἀμανδίνου, Ὀλυμπίου, Κύπρου, Θεοδώρου τριβούνου, Μαξίμου πρεσβυτέρου, Ἀρχελάου διακόνου, καὶ Κυριακοῦ ἐπισκόπου.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, πρεσβυτέρου Ἀντιοχείας, μαρτυρήσαντος ὑπὸ τῶν αἱρετικῶν Νοβατιανῶν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Φελισιανοῦ, Φιλιππιανοῦ, καὶ τῶν σὺν αὐτῶν, τῶν ἐν Ἀφρικῇ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Κυριακοῦ, τῆς Λαύρας τοῦ Ἁγίου Σάββα, μεληδὸν κατατεμαχισθέντος, κατὰ τὴν ἀραβικὴν κατοχήν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Βατθίλδης, βασιλίσσης Γαλλίας.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Θεόδωρος ὁ Χατζής ὁ Μυτιληναίος, ἐν ἔτει 1784ῳ, ἀγχόνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Βουλγάρου
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Πέτρου βασιλέως τῶν Βουλγάρων
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ζήνωνος τοῦ Νηστευτοῦ ἐκ Κιέβου.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Πελαγίας, τῆς διὰ Χριστὸν σαλλῆς, τῆς Μονῆς τοῦ Ντιβέγιεβο Ῥωσσίας, κοιμηθείσης τὸ 1884.
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς εὑρέσεως ἐν Τήνῳ, τῆς Εἰκόνος τῆς Εὐαγγελιστρίας, ἐν ἔτει 1823ῳ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν
Σιγῶσαι καὶ κράζουσαι, ὁρώμεναί τε καὶ ἀκουόμεναι, ἀρετῆς καὶ σοφίας, οἱ θεηγόροι στῆλαι γεγόνασιν, ἔργῳ καὶ λόγῳ, βοᾶν προτρεπόμενοι∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοῦ φωνὰς ἄνωθεν, ἐπιβροντώσας ἡμῖν ἐξαίσιον, ἀστραπῶν τε βολίδας, τοὺς ὑμῶν φθόγγους σοφοὶ δεχόμενοι, συμμελῳδοῦμεν ὑμῖν, καὶ συμψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥιφήσονται χάλαζαι, ἐκ πετροβόλων γλωσσῶν συντρίβουσαι, τὰ σαθρὰ τῶν δογμάτων, εἴ τις εἰς μέσον παῤῥησιάσηται, τῶν κενολόγων, ὀρθὰ μὴ φθεγγόμενος· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένον οἰκήσας σε, καὶ μετὰ τόκον Παρθένον ἔλιπεν, ὁ ἀμείβων στοιχεῖα, Θεοκυῆτορ Μαρία πανάχραντε· πρὸς ὃν βοῶμεν, σὺν σοὶ παναμώμητε∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καταβασία.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Οὓς ὁ Θεὸς συνήνωσεν εἰς ὁμότιμον ἕνωσιν, ἐγκωμιαστής, μὴ χωριζέτω ἄνθρωπος∙ ἀλλ᾿ ἴσους ἡγούμενος, ἐν τοῖς αὐτοῖς χαρίσμασιν, ἴσων καὶ τῶν ὕμνων, μελῳδῶν ἀξιούτω· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ δυνατοὶ καὶ ἄμαχοι, τῆς Θεότητος σύμμαχοι, καὶ τῆς ἀληθείας, ἀψευδεῖς συνήγοροι, τὰ βάθη τοῦ Πνεύματος, καλῶς ἀνερευνήσαντες τὰς θεοπρεπεῖς, περὶ Θεοῦ ὑπολήψεις, ἐκεῖθεν συνιστῶσι, καὶ διδάσκουσι ψάλλειν∙ Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐξ οὐρανοῦ μὲν μέγιστοι, δύω λύχνοι φωτίζουσιν, ἐκ διαδοχῆς, ἀλλήλων τὴν ὑφήλιον∙ ἐκ γῆς δὲ φανότερον, τὴν σύμπασαν αὐγάζουσι, τρεῖς κατὰ ταὐτό, ὑπερμεγέθεις φωστῆρες, συλλάμποντες ἀλλήλοις, καὶ συμψάλλοντες ἅμα. Λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπὲρ ἡμῶν ἡ σάρκωσις, καὶ τὰ πάθη τὰ τίμια∙ δι᾿ ἡμᾶς Θεός, μετὰ νεκρῶν ἐγένετο, θανάτου μὲν ἄγευστος, οἷα παθῶν ἐλεύθερος, τῇ δὲ πρὸς τὴν σάρκα, τὴν θνητὴν κοινωνίᾳ, λεγόμενος καὶ πάθους, μετασχεῖν καὶ θανάτου∙ αὐτὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας
προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙ Εὐλογεῖτε πάντα
τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ
Ἐπήρθη τῆς Τριάδος ἡ ἀρετή, καὶ τὰ πάντα τῆς δόξης ἐπλήρωσεν, ἄλλην ἡμῖν, αἴγλην ἀναλάμψασα τριλαμπῆ, ὡς ἑαυτῆς ἀπαύγασμα, τοὺς ἐπουρανίους μυσταγωγούς, δι᾿ ὧν ἐπὶ τὴν θείαν, ἐκείνης θεωρίαν, οἱ εὐσεβοῦντες ὁδηγούμεθα.
Οὐκ ἔστι δευτερεῖον ἐν τοῖς τρισί· τὰ πρεσβεῖα γὰρ ἕκαστος φέρεται, πρῶτος δοκῶν, καὶ τοὺς ὁμοτίμους ὑπερνικῶν∙ ἐξοικειοῦται μᾶλλον δέ, τὴν ἀλλήλων νίκην περιχαρῶς· οὐ χώρα γὰρ ἐνταῦθα, τῷ φθόνῳ παῤῥησίας, λυμαινομένῳ τὴν ὁμόνοιαν.
Πατέρας ἡ εὐσέβεια τοὺς αὐτῆς, πρωτοτόκους υἱοὺς ἀναδείξασα, τέκνα γεννᾷ, γνήσια καὶ ἄμωμα δι᾿ αὐτῶν, τελειούμενα Πνεύματι, τῷ ζωὴν λαλήσαντι ἐν αὐτοῖς∙ καὶ σῴζειν ἐξαιτεῖται, εἰς τέλος τὴν εἰρήνην, ἣν ἀπ᾿ αὐτῶν ἐκληρονόμησε.
Θεοτοκίον
Υἱὸν Θεοῦ τοῦ ζῶντος ἡ τῶν σοφῶν, Διδασκάλων ἀκρότης ἐκήρυξε, τὸν σὸν Υἱόν, ἐξ ἀποκαλύψεως Πατρικῆς, οὐκ ἐκ σαρκὸς καὶ αἵματος, τοῦτο μυηθεῖσα Μῆτερ Θεοῦ∙ διό σε καὶ Παρθένον, διδάξασα Μητέρα, καὶ Θεοτόκον ἐμεγάλυνε.
Καταβασία.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν
οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ∙ διὸ πρωτότοκον Λόγον,
Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.
Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
Τὰ τοῦ φωτὸς δοχεῖα, τὰς φεγγοβόλους ἀστραπάς, Βασίλειον νῦν τὸν Μέγαν, Γρηγόριον Θεολόγον, Χρυσόστομον Ἰωάννην, ἀνευφημήσωμεν πάντες.
Ἐξαποστειλάριον. Ὅμοιον.
Ἡ ἑνιαία θεότης, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα, ταῖς Βασιλείου πρεσβείαις, Γρηγορίου καὶ Ἰωάννου, καὶ τῆς ἁγνῆς Θεοτόκου, μὴ χωρισθείην σῆς δόξης.
Θεοτοκίον
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
Αἶνοι. Ἦχος β᾿. Ποίοις εὐφημιῶν στέμμασι
Ποίοις
εὐφημιῶν στέμμασι, στεφανώσωμεν τοὺς Διδασκάλους; Τοὺς διῃρημένους τοῖς σώμασι,
καὶ συνημμένους τῷ Πνεύματι, τοὺς τῶν θεοφόρων πρωτοστάτας, Τριάδος, τοὺς ἰσαρίθμους
καὶ θεράποντας, φωστῆρας, τῆς οἰκουμένης διαλάμποντας, τῆς Ἐκκλησίας τοὺς στύλους,
οὓς στεφάνοις δόξης, ὡς νικήσαντας στεφανοῖ, Χριστός ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα
ἔλεος.
Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τοὺς θεοφόρους; τοὺς οὐρανομύστας καὶ κήρυκας, τῆς Ὀρθοδοξίας ὑπάρχοντας∙ τοὺς ἀκραιφνεστάτους θεολόγους, τὸν μέγαν ἱεροφάντορα Βασίλειον· τὸν θεῖον, καὶ θεοῤῥήμονα Γρηγόριον∙ καὶ Ἰωάννην τὸν πάνυ, τὸν χρυσοῦν τὴν γλῶτταν, οὓς ἐδόξασεν ἡ Τριάς, ἀξίως ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις
ἐγκωμιῶν ῥήμασιν, ἐπαινέσωμεν τοὺς Ἱεράρχας; τοὺς ἰσαποστόλους ἐν χάριτι, καὶ
ὁμοτίμους χαρίσμασι∙ τοὺς τῆς ἀσεβείας καταλύτας, σωτῆρας, καὶ ὁδηγοὺς λόγῳ καὶ
πράγματι. Ποιμένας, χριστομιμήτους διὰ πίστεως∙ τοὺς ἐπιγείους Ἀγγέλους βροτοὺς
οὐρανίους∙ οὓς ἐτίμησεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις
εὐφημιῶν στέμμασι, καταστέψωμεν τὸν Χρυσολόγον, ἅμα Βασιλείῳ Γρηγόριον; τὰ
σεπτὰ δοχεῖα τοῦ Πνεύματος, τοὺς στεῤῥοὺς τῆς πίστεως προμάχους, τοὺς στύλους
τῆς Ἐκκλησίας, πιστῶν στήριγμα∙ ἁπάντων, ἁμαρτανόντων παραμύθιον∙ πηγὰς βλυζούσας
τὸ νᾶμα∙ ἐξ οὗ ἀρυόμενοι, ἡδυνόμεθα ταῖς ψυχαῖς, αἰτοῦντες συγχώρησιν, σφαλμάτων
καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος β᾿. Σήμερον ὁ Χριστός
Σήμερον αἱ ψυχαί, τῶν γηγενῶν ὑψοῦνται ἐκ γηΐνων. Σήμερον οὐράνιοι γίνονται, τῶν Ἁγίων ἐν τῇ μνήμῃ· αἱ γὰρ πύλαι τῶν οὐρανῶν ἐπαίρονται, καὶ ἡμῖν τὰ τοῦ Δεσπότου γνωρίζονται. Οἱ λόγοι τοὺς λόγους κηρύττουσι, καὶ αἱ γλῶσσαι τὰ θαύματα μέλπουσιν∙ ἡμεῖς δέ, πρὸς τὸν Σωτῆρα βοῶμεν. Δόξα σοι Χριστῷ τῷ Θεῷ, τοῖς γὰρ πιστοῖς εἰρήνη, διὰ τούτων ἐγεγόνει.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος β᾿. Σήμερον ὁ Χριστός
Σήμερον ὁ Χριστός, ἐν τῷ Ναῷ προσφέρεται ὡς βρέφος. Σήμερον ὑπὸ Νόμον γίνεται, ὁ Μωσεῖ διδοὺς τὸν Νόμον, τῶν Ἀγγέλων αἱ στρατιαὶ τεθάμβηνται, ἐν ἀγκάλαις γηραιαῖς κατεχόμενον, τὸν συνέχοντα πάντα θεώμεναι∙ Συμεὼν εὐλαβείας πλησθεὶς καὶ χαρᾶς ἐβόα∙ Νῦν ἀπολύεις με Σῶτερ, ἐκ τῆς ἐπικήρου ζωῆς πρὸς τὴν ἀγήρω λῆξιν∙ εἶδον γάρ σε καὶ εὐφράνθην.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Ἀπολυτίκιον. Ἦχος α'
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσοῤῥήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.
Σχόλια
Δημοσίευση σχολίου