ΙΑΝΟΥΑΡΙΟΣ 28. ΟΣΙΟΣ ΕΦΡΑΙΜ ΣΥΡΟΣ & ΟΣΙΟΣ ΠΑΛΛΑΔΙΟΣ
ΙΑΝΟΥΑΡΙΟΣ ΚΗ΄.
ΕΦΡΑΙΜ ΣΥΡΟΣ ΟΣΙΟΣ
& ΠΑΛΛΑΔΙΟΣ ΟΣΙΟΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου Ἐφραίμ. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
Παραδείσου τὰ κάλλη κατοπτρισάμενος, καὶ δαψιλῶς τρυφήσας, ἀκηράτους λειμῶνας,
ἐξήνθησας τῷ κόσμῳ γνῶσιν Θεοῦ∙ ἧς μετέχοντες Ὅσιε, πνευματικῇ διαθέσει τῇ τῶν
ψυχῶν, ἀναθάλλομεν ἐν πνεύματι.
Τὴν
τοῦ Κριτοῦ παρουσίαν ἱστορησάμενος, τοῖς τῶν δακρύων ῥείθροις, τῶν ψυχῶν τὰς
λαμπάδας, ἀνάπτειν ἐκδιδάσκεις πᾶσι βοῶν, τοῦ Νυμφίου τὴν ἔλευσιν. Περιβαλώμεθα
πάντες στολὴν λαμπράν, ὑπαντῆσαι τῷ Νυμφίῳ Χριστῷ.
Τῇ ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, ἀπενέκρωσας Πάτερ, εὐχαῖς καὶ ἀγρυπνίαις∙ ὅθεν ἐν σοί, ἡ τοῦ Πνεύματος δύναμις, ἐπισκιάσασα ἔδειξε νοητόν, σὲ φωστήρα καὶ παγκόσμιον.
Καὶ γ΄ τοῦ Ὁσίου Παλλαδίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τὸν νοῦν ἐλλαμπόμενος φωτί, παμμάκαρ Παλλάδιε, τῆς Τρισηλίου Θεότητος, ναὸς γεγένησαι, καθαρῶς τὰς θείας, τοῦ Ἁγίου Πνεύματος, ἐμφάσεις νοερῶς εἰσδεχόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἀγγέλους συλλήπτορας σοφέ, ἔχων δυναμοῦντάς σε, τὰ τῶν δαιμόνων φαντάσματα, καὶ πανουργεύματα, ἀπεκρούσω Πάτερ, καὶ ὁδὸν διώδευσας, τὴν φέρουσαν πρὸς θείαν ἀνάπαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ψυχῆς καθαρότητι σοφέ, θεοφόρε ἔνδοξε, τῷ καθαρῷ ἐξωμοίωσαι, Θεῷ καὶ Κτίστῃ σου, καὶ θυσία ζῶσα, Αὐτῷ προσενήνεξαι, ὡς φύλαξ τῶν Αὐτοῦ διατάξεων· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ, ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος. Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, τὸ κάλλος ποῦ σοῦ ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;
Ἀπολυτίκιον. Τοῦ Ὁσίου Ἐφραίμ. Ἦχος γ’. Θείας πίστεως.
Ῥεῖθρον ἄϋλον, ἐν τῇ ψυχῇ σου, τὸν ζωήῤῥυτον, πλουτήσας φόβον, κατανύξεως κρατὴρ ἀναδέδειξαι· ὅθεν ἡμᾶς πρὸς ἠθῶν τελειότητα, τοῖς ἱεροῖς σου ῥυθμίζεις διδάγμασιν· Ἐφραὶμ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου Παλλαδίου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσεως σκάμμασιν ἀνακαθάρας τὸν νοῦν, δοχεῖον ὑπέρτιμον τῆς ἐνεργείας Θεοῦ, ἐδείχθης Παλλάδιε· ὅθεν τὸν φονευθέντα, προσευχῇ ἀναστήσας, ἔδειξας θεοφόρε, τὴν πλουσίαν σου χάριν. Χριστὸς γὰρ Ὃν ἐδόξασας, λαμπρῶς σὲ ἐθαυμάστωσε.
ΕΝ Τῼ ΟΡΘΡῼ
Ὁ Κανὼν τοῦ Ὁσίου Ἐφραίμ, οὗ ἡ Ἀκροστιχίς: Ἐφραὶμ γεραίρω τὸν νοητὸν Εὐφράτην. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
Εὐφραντικῇ ἐπομβρίᾳ σῶν προσευχῶν, τὴν ψυχήν μου ἄρδευσον ξηρανθεῖσαν τῷ αὐχμῷ, τῶν παθῶν, καὶ λόγων μοι τὴν σήν, εὐφημοῦντι ἑορτήν, παμμάκαρ ἔμπνευσον.
Φῶς νοητὸν ἀπαστράψας φωτιστικός, ἀνεδείχθης ἥλιος, φεγγοβόλοις ἀρεταῖς, καὶ δογμάτων κάλλεσιν Ἐφραίμ, καταυγάζων τῶν πιστῶν, ἄπαν τὸ πλήρωμα.
Ῥείθροις δακρύων τὴν φλόγα τὴν τῶν παθῶν, κατασβέσας γέγονας, σκεῦος τίμιον Ἐφραίμ, τοῦ Ἁγίου Πνεύματος πηγάς, ἀναβλύζων διδαχῶν, θεομακάριστε.
Θεοτοκίον
Ἀδιαφθόρως τὸν Λόγον ἐν σῇ
γαστρί, δεξαμένη τέτοκας, τὸν λυτρούμενον φθορᾶς, τοὺς αὐτὸν λατρεύοντας ἀεί,
Μητροπάρθενε σεμνή, πύλη τῆς ὄντως ζωῆς.
Ὁ Κανὼν τοῦ Ὁσίου Παλλαδίου, οὗ ἡ ἀκροστιχίς: Τὸν σὸν γεραίρω παμμάκαρ Πάτερ βίον. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς θείαις λαμπρότησι, καταυγαζόμενος Ὅσιε, τὸ νέφος διάλυσον, τῆς διανοίας μου, ὅπως βλέψω σου, τὸν βίον τὸν φωσφόρον, καὶ τὰ κατορθώματα τῆς πολιτείας σου.
Ὀρθρίσας πρὸς Κύριον, δικαιοσύνης τὸν ἥλιον, ἐκ βρέφους πανόλβιε, σκότος διέφυγες, τῶν τοῦ σώματος, παθῶν δι’ ἐγκρατείας, καὶ χάριν ἐπλούτησας, θαυμάτων Ὅσιε.
Νοὸς καθαρότητα, δι’ ἀπαθείας κτησάμενος, τοῦ Πνεύματος γέγονας, κατοικητήριον, ἀξιάγαστε, Παλλάδιε παμμάκαρ, Πατέρων ἀγλάϊσμα, φωστὴρ παγκόσμιε.
Θεοτοκίον.
Σὺ μόνην Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον, Σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.
ᾨδὴ γ'. Τοῦ Ὁσίου Ἐφραίμ. Οὐκ ἔστιν Ἅγιος
Ἰλύος πάσης ἐμπαθοῦς, σεαυτὸν ἐκκαθάρας, ἀνεδείχθης δοχεῖον ἀρετῶν ὡς ἀληθῶς, καὶ σκεῦος χωρητικόν, χαρισμάτων, τοῦ Ἁγίου Πνεύματος.
Μηδόλως ὕπνον ὀφθαλμοῖς, δεδωκὼς οἶκος ὤφθης, τῆς Ἁγίας Τριάδος, καὶ σοφίας θησαυρός, τὸν κόσμον καταπλουτῶν, χρυσαυγέσι, δόγμασι μακάριε.
Γνωρίζει ἄλλον σε Χριστοῦ, ἡ σεπτὴ Ἐκκλησία, χρυσοῤῥόαν Εὐφράτην, πελαγίζοντα σοφῶν, δογμάτων ἐπιῤῥοαῖς, καὶ τὴν κτίσιν, πᾶσαν καταρδεύοντα.
Θεοτοκίον
Ἐν δύω φύσεσιν ὁ εἷς, τῆς
Ἁγίας Τριάδος, ἐξ ἀγνῶν σου αἱμάτων, σαρκωθεὶς θεοπρεπῶς, προῆλθε τοὺς ἐξ Ἀδάμ,
διασῴζων πάναγνε χρηστότητι.
Τοῦ Ὁσίου Παλλαδίου. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁλόνυκτον Πάτερ ἱκεσίαν, ἀγρύπνῳ προσφέρων λογισμῷ, Θεῷ τῷ Παντοκράτορι, πάθη σαρκὸς ἐκοίμησας· ὅθεν προστάτης ἄγρυπνος, πάντων ἡμῶν ἐχρημάτισας.
Νεκρώσας τὰ μέλη ἐγκρατείᾳ, ἐζώωσας Πάτερ τὴν ψυχήν, ταῖς θείαις ἐπιδόσεσι, τῶν ἀρετῶν νευρούμενος, παντουργικαῖς δυνάμεσι, πατέρων Πάτερ Παλλάδιε.
Γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως θείας μετασχών, ἡσύχως διετέλεσας, τὴν σὴν ζωὴν κολλώμενος, ἀνεπιστρόφως Ὅσιε, τῷ Φωτοδότῃ Θεῷ ἡμῶν.
Θεοτοκίον.
Ἐλέους Σου Κόρη ταῖς ῥανίσι, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν, Μαρία ἀπειρόγαμε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία πανάμωμε.
Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα. Τοῦ Ὁσίου Ἐφραίμ. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὸν θησαυρὸν τῆς σοφίας τῶν μυστηρίων Χριστοῦ, τὸν κρατῆρα τὸν θεῖον τῆς κατανύξεως, ἀνυμνήσωμεν πιστοί, ἐν τῇ μνήμῃ αὐτοῦ· φερωνύμως γὰρ ἀεί, τὰς καρδίας τῶν πιστῶν, εὐφραίνει ἔπεσι θείοις, Ἐφραίμ, ὡς πράκτωρ καὶ μύστης, τῶν τοῦ Κυρίου ἀποκαλύψεων.
Δόξα. Κάθισμα. Ὁσίου Παλλαδίου. Ἦχ. α΄. Τοῦ λίθου σφραγισθέντος.
Μονάσας θεαρέστως θεοφόρε Πατὴρ ἡμῶν, προσευχῇ καὶ νηστείᾳ, τὸν Θεὸν ἐξεζήτησας, καὶ γέγονας δοχεῖον καθαρόν, τοῦ Πνεύματος ἀστράπτων τοῖς πιστοῖς, ἀρετῶν λαμπηδόνας· δι’ ὧν φωτίζεις πάντας τοὺς τιμῶντάς σε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν... Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ.
Νηδύϊ μητρικῇ, Ἰωάννης σκιρτήσας, φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί Σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ Παρθένε, καθικέτευσον, Ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι τὸν δοῦλόν Σου
Ἢ Σταυροθεοτοκίον
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῷ κατακρίνεται;
ᾨδὴ δ'. Τοῦ Ὁσίου Ἐφραίμ. Χριστός μου δύναμις
Ῥημάτων δύναμις, τῶν σῶν διέδραμεν, ἐπὶ πάντα τὸν κόσμον ὑψοποιῶ, φέγγει ταπεινώσεως, τὴν ἀβλεψίαν τῶν ψυχῶν, ἐκδιώκουσα μακάριε.
Ἀμέμπτως ἤνυσας, τὸν βίον δάκρυσι, σεαυτὸν ἀποπλύνας, καὶ τοῦ Κριτοῦ, πᾶσι τὴν ἐπέλευσιν, καθιστορῶν λόγοις σοφοῖς, θεοφάντορ ἀξιάγαστε.
Ἰδών σου Κύριος, τῆς ταπεινώσεως, τὸ περίδοξον ὕψος ὑψοποιόν, λόγον σοι χαρίζεται, δι οὗ αἱρέσεων δεινά, τεταπείνωται ὑψώματα.
Ῥωσθεὶς τῇ χάριτι, τοῦ Παντοκράτορος, πρὸς ἀρχὰς παρετάξω δαιμονικάς, Πάτερ καὶ νενίκηκας, ὑπὲρ ἡμῶν ἐκδυσωπῶν, τῶν θερμῶς ἀνευφημούντων σε.
Θεοτοκίον
Ὡς θεῖον τέμενος, ὡς ὄρος
ἅγιον, ὡς πηγὴν ἀφθαρσίας, ὡς ἐκλεκτήν, μόνην χρηματίσασαν, τῷ πλαστουργῷ ἡμῶν
Θεῷ, τὴν Παρθένον μακαρίσωμεν.
Τοῦ Ὁσίου Παλλαδίου. Τὴν ἀνεξιχνίαστον.
Ῥώμῃ τε καὶ χάριτι παντουργικῇ, τοῦ παμβασιλέως Θεοῦ ἡμῶν, τὰς πανουργίας, τῶν ἀσάρκων δυσμενῶν, ὁλοσχερῶς διέφυγες, Παλλάδιε Πάτερ θεόπνευστε.
Ἀγαλλιασώμεθα πνευματικῶς, μνήμην ἐκτελοῦντες πανέορτον, σημειοφόρου καὶ σεπτοῦ Πατρὸς ἡμῶν, ταῖς ἱεραῖς δεήσεσι, τούτου δυσχερῶν ἐκλυτρούμενοι.
Ἴαμα ἀένναον σοῦ ἡ σορός, βλύζει ὦ Παλλάδιε ἔνδοξε, τοῖς προσιοῦσι καὶ καθαίρει μολυσμούς, σαρκὸς ὁμοῦ καὶ πνεύματος, τῶν Πατέρων Πάτερ θεόληπτε.
Θεοτοκίον.
Ὤφθης θεοχώρητος ὄντως ναός, τοῦ Παμβασιλέως πανάμωμε, Θεογεννῆτορ· ὅθεν πάντες εὐσεβῶς, τοῦ Γαβριὴλ τὸ χαῖρέ Σοι, πίστει ἀδιστάκτῳ προσφέρομεν.
ᾨδὴ ε'. Τοῦ Ὁσίου Ἐφραίμ. Τῷ θείῳ φέγγει σου ἀγαθέ
Ταῖς τῶν δακρύων ἐπιῤῥοαῖς, τὸ τῶν ἡδονῶν ὁλοσχερῶς, Πάτερ ἐξήρανας πέλαγος∙ καὶ τῇ ἀναβλύσει τῶν διδαγμάτων σου, αἱρέσεων χειμάῤῥους μάκαρ κατέκλυσας.
Ὁ νοῦς σου νεύσει τῇ πρὸς Θεόν, Πάτερ λαμπρυνόμενος Ἐφραίμ, θεοειδὴς ὅλος γέγονεν, ἔσοπτρον καθάπερ τοῦ θείου Πνεύματος, ἀΰλους τὰς ἐμφάσεις ὑποδεχόμενος.
Ναὸς ἐγένου χωρητικός, Πάτερ τῆς Τριάδος ἀληθῶς, πεποικιλμένος τῇ χάριτι, καὶ τῇ διαυγίᾳ τῶν καθαρῶν ἀρετῶν, καὶ τῇ τῶν διδαγμάτων ἀκεραιότητι.
Θεοτοκίον
Νεκρόν με ἔδειξεν ἐν Ἐδέμ,
γεῦσις ἡ τοῦ ξύλου πονηρά, ἐπιβουλὴ τῇ τοῦ ὄφεως∙ σὺ δὲ ζωοδότην Χριστὸν κυήσασα,
ἐζώωσάς με μόνη Θεοχαρίτωτε.
Τοῦ Ὁσίου Παλλαδίου. Ἐξέστη τὰ σύμπαντα.
Παθῶν κατεφρόνησας, σαρκὸς θεομακάριστε, τῇ ὑπερβαλλούσῃ ἐγκρατείᾳ· ὅθεν σοι χάρις θεία δεδώρηται, πάθη θεραπεύειν τῶν πιστῶς, Πάτερ προσιόντων σοι, ὦ Παλλάδιε ἔνδοξε.
Ἁγίων τὸν βίον σου, παμμάκαρ διετέλεσας· ὅθεν τοῖς Ἁγίοις ἠριθμήθης, τοῖς ἀπ’ αἰῶνος Θεῷ δουλεύσασι, πάντων ἁγιάζων τὰς ψυχάς, τῶν ἀνευφημούντων σου, τὰ σεπτὰ προτερήματα.
Μακάριος γέγονας, τῷ ὄντι ἀξιάγαστε, σὺ γὰρ ἐν ὁδῷ δικαιωμάτων, τοῦ παντεπόπτου Θεοῦ πεπόρευσαι, ἄκακος καὶ πρᾶος γεγονώς, καὶ ταῖς ἀναβάσεσι, ταῖς καλαῖς σεμνυνόμενος.
Θεοτοκίον.
Μακρὰν τὸ ἀνθρώπινον, Θεοῦ Παρθένε γέγονε, Σοῦ δὲ συλλαβούσης τὸν Σωτῆρα, ἀνερμηνεύτως θεοχαρίτωτε, πάλιν εἰς Παράδεισον μολεῖ, πίστει μακαρίζομεν, Θεοτόκε πανύμνητε.
ᾨδὴ ς'. Τοῦ Ὁσίου Ἐφραίμ. Τοῦ βίου τὴν θάλασσαν.
Οὐ ψάμμον θεμέλιον, ἀλλὰ πίστιν ἀῤῥαγῆ, ὁ θεοφόρος θέμενος, ταῖς τοῦ ἐχθροῦ παντοίαις ἐπιβουλαῖς, ἀκλόνητος ἔμεινεν, ἀηττήτῳ δυνάμει κυβερνώμενος.
Ἡ γλῶσσά σου κάλαμος, ὀξυγράφου ἀληθῶς, ὡς γραμματέως γέγονεν, ὑφηγουμένη γνῶσιν πανευσεβῆ, πλαξὶν ἐγχαράττουσα, καρδιῶν Πάτερ νόμον τὸν τοῦ Πνεύματος.
Τὸ σὸν οἱ ἐκπλέοντες, τῶν δογμάτων γαληνόν, Ἐφραὶμ θεόφρον πέλαγος, τρικυμιῶν λυτροῦνται ψυχοβλαβῶν, καὶ ζάλης αἱρέσεων, ἀνανεύοντες πίστει διασῴζονται.
Θεοτοκίον
Ὁ πάσης ἐπέκεινα, νοουμένης ὡς Θεός, καὶ ὀρωμένης κτίσεως, σωματωθεὶς προῆλθεν ἐκ σῆς γαστρός, τηρήσας σε ἄφθορον, ὥσπερ ἦς πρὸ τοῦ τόκου σου θεονύμφευτε.
Τοῦ Ὁσίου Παλλαδίου. Τὴν θείαν ταύτην.
Ἁγνῶς βιῶσαι ἐλόμενος, ἐγκράτεια ὡς ἄσαρκος ἤσκησας, στάσιν παννύχιον, εὐχὴν σοφὲ ἀδιάλειπτον, πίστιν ἀληθεστάτην, θείαν ταπείνωσιν.
Καλῶν ἰδέαις κοσμούμενος, ὡς Ἄγγελος ὡράθη ἐν σώματι, πολιτευόμενος, καὶ μεταστὰς κατεσκήνωσας, μετὰ Ἀγγέλων Πάτερ θεομακάριστε.
Ἀγγέλους ἔσχες συλλήπτορας, δαιμόνων ἀπεκρούσω φαντάσματα, καὶ πανουργεύματα, καὶ ἀπροσκόπτως διόδευσας, ὦ θεομάκαρ τρίβον, πρὸς ζωὴν φέρουσαν.
Θεοτοκίον.
Ῥημάτων Κόρη πανάμωμε, τοῦ θείου Γαβριὴλ ὡς ἀκήκοας, λόγον συνέλαβες, ἐν τῇ ἀσπόρῳ νηδύϊ Σου, καὶ ὑπὲρ λόγον τοῦτον Παρθένε τέτοκας.
Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον. Τοῦ Ὁσίου Ἐφραίμ. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Τὴν ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρῶς, Ἐφραὶμ ὡς φιλήσυχος∙ πρακτικὸς δὲ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος Ὅσιε. Ὅθεν Πάτερ παγκόσμιε, ῥαθύμους ἐγείρεις πρὸς μετάνοιαν.
Κοντάκιον. Τοῦ Ὁσίου Παλλαδίου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν ἀσκήσει Ὅσιε, Χριστὸν δοξάσας, παρ’ Αὐτοῦ ἀπείληφας, τὴν τῶν θαυμάτων δωρεάν, πνευματοφόρε Παλλάδιε, ἡμῖν πταισμάτων, αἰτούμενος ἄφεσιν.
Συναξάριον
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ Σύρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παλλαδίου τοῦ ἀναχωρητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ ἀσκητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Ῥεομὲ Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Χάρις, τοὺς πόδας ἐκκοπεῖσα, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Δύο Μάρτυρες· Μήτηρ καὶ Θυγάτηρ, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πλουτοδώρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Αἰκατερίνης, τῆς ἐν Ντεμεννᾷ τῆς Σικελίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γεωργίου τοῦ Οὔγγρου, τοῦ ἐν Ῥωσσίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ Νοβυτὸργκ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ εὐνούχου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, ἐπισκόπου Περεσλὰβ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ξενοφῶντος, κτίτορος τῆς Μονῆς Ῥομπέϊκα Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τῆς Τότμα Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τοῦ Ὁσίου Ἐφραίμ. Δροσοβόλον μὲν τὴν κάμινον
Νομοθέτης Μοναζόντων ἀκριβέστατος, ὤφθης σεβασμιώτατε, ὑπαλείπτης τε, πρὸς ἐχθρῶν παντοίων συμπλοκάς∙ διό σου τιμῶμεν τὸ σεπτόν, καὶ ἱερὸν ἐπὶ τῆς γῆς Πάτερ μνημόσυνον.
Ἐναρμόνιον τοῦ Πνεύματος ἀοίδιμε, ὄργανον ἐχρημάτισας, ὑπηχούμενος, ταῖς αὐτοῦ ἑκάστοτε πνοαῖς, καὶ μέλος σωτήριον ἡμῖν, τῆς μετανοίας μελῳδοῦν, τοῖς ἀνυμνοῦσί σε.
Θεοτοκίον
Ὑπὲρ λόγον σου ἡ σύλληψις
Θεόνυμφε· Θεὸν γὰρ Λόγον τέτοκας, τὸν ῥυσάμενον, ἀλογίας πάντας τοὺς βροτούς,
καὶ λόγον παρέχοντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τοῦ Ὁσίου Παλλαδίου. Οὐκ ἐλάτρευσαν.
Παραδόξοις ἐπιδείξεσι πανόλβιε θαυμάτων πάντων ψυχάς, τῶν προστρεχόντων σοι, φωτίζει τῇ χάριτι, τοῦ Παντοκράτορος, τοῦ φωτίσαντος, τὴν σὴν ψυχὴν καὶ δείξαντος, τοῦ ἡλίου λαμπροτέραν.
Ἀγαπήσας τελεώτατα τὸν Κύριον νοὸς εὐθύτητι, πρὸς τούτου πάνσοφε, τελείως ἠγάπησας καὶ χάριν εἴληφας, πονηρότατα ἀποδιώκειν πνεύματα, καὶ ἰᾶσθαι πᾶσαν νόσον.
Τῶν δακρύων σου τὰ ῥεύματα δεξάμενος ὁ παντεπόπτης Θεός, τῆς παρακλήσεως, τῶν Ἀγγέλων μέτοχον, σὲ ἀπειργάσατο, ἧς ἐπέτυχον, οἱ τῷ Θεῷ λατρεύσαντες, ἐν εὐθύτητι καρδίας.
Θεοτοκίον.
Ἐλεήμονα τεκοῦσα μόνη Κύριον Θεοχαρίτωτε, τῇ δεξιᾷ Αὐτοῦ, ἁγνὴ ἐλεῆσαί μου, τὸν νοῦν ἱκέτευε, καὶ μὴ πάντοτε, δεινῶς παρεκτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.
ᾨδὴ η'. Τοῦ Ὁσίου Ἐφραίμ. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Φωτοφόρος ὡς ἄλλος ἐδείχθης ἥλιος, διδαγμάτων ἀκτῖνας πέμπων τοῖς πέρασι, σκότος ἀφεγγές, ἐκμειώσας μακάριε, πάσης ἁμαρτίας, φωτὶ τῆς μετανοίας.
Ῥείθροις θείων δογμάτων περικυκλούμενος, ποταμὸς ὡς ἐξ ἄλλης Ἐδὲμ πεπόρευσαι, πρόσωπον τῆς γῆς, καταρδεύων θεσπέσιε, καὶ τῆς ἀσεβείας, ζιζάνια συμπνίγων.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον ὁμολογοῦντές σε, τοῦ Ἀγγέλου τὸ Χαῖρε πίστει βοῶμέν σοι∙ μόνη τὴν χαράν, ἐπὶ τῆς γῆς ἐκύησας, Κεχαριτωμένη, ἀεὶ εὐλογημένη.
Τοῦ Ὁσίου Παλλαδίου. Παῖδας εὐαγεῖς.
Ῥώμῃ θεϊκῇ τὰς παρατάξεις, δαιμόνων τὰς ὀλεθρίους ἐξηφάνισας, χάριν τε ἀπείληφας, παύειν ἀῤῥωστήματα, καὶ ἐκδιώκειν πνεύματα, βοῶν ἀκάθαρτα, τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Βιώσας παμμάκαρ θεαρέστως, δικαίοις σαφῶς τὸν ὀφειλόμενον, ὕπνον νῦν κεκοίμησαι, καὶ πρὸς ἀτελεύτητον, μετεβιβάσθης Ὅσιε, βοῶν ἀπόλαυσιν, τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰάσεις ἐκβλύζει παραδόξως, ἡ θήκη σου Πάτερ τοῖς προστρέχουσι, παύουσα νοσήματα, πάθη τε ξηραίνουσα, ἣν προσκυνοῦντες μέλπομεν τὴν πολιτείαν σου, τοὺς πόνους τοὺς ἐνθέους ἀγῶνας, Παλλάδιε μάκαρ φωστὴρ τῶν μοναζόντων.
Θεοτοκίον.
Ναμάτων με πλήρωσον Παρθένε, ἐνθέων ἡ τὴν πηγὴν κυοφορήσασα, λύτρωσαι τοῦ καύσωνος, τῶν ἁμαρτημάτων μου, καὶ πρὸς ζωὴν ὁδήγησον, πύλη τῆς θείας ζωῆς, τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Τοῦ Ὁσίου Ἐφραίμ. Θεὸν ἀνθρώποις
Τρωθεὶς ἀγάπῃ τοῦ Παντοκράτορος, ὅλον σαυτοῦ τὸν βίον, θρηνῳδῶν διετέλεσας, ἐκβοῶν μετ’ ἐκπλήξεως Ὅσιε∙ Ἄνες τὰ κύματά σου, Σῶτερ τῆς χάριτος, ταύτην μοι πλουσίως συντηρῶν, ἐν τῇ μελλούσῃ ζωῇ.
Ἡδὺς ὁ λόγος σου κατανύξεως, παρεκτικὸς καὶ πλήρης φωτισμοῦ τοῖς προστρέχουσι, θεοφόρε Ἐφραὶμ ἀξιάγαστε∙ ἄμεμπτος δὲ ὁ βίος, πάσαις κοσμούμενος, ταῖς θεοφεγγέσιν ἀρεταῖς, καὶ λαμπρυνόμενος.
Ναὸς τοῦ Πνεύματος ἐχρημάτισας, καὶ ποταμὸς ναμάτων ζωηῤῥύτων πληρούμενος, Ἐκκλησίας θεμέλιος ἄσειστος, ἔρεισμα μοναζόντων, ῥεῖθρον ἀέναον, θείας κατανύξεως, Ἐφραὶμ ἀξιοθαύμαστε.
Θεοτοκίον
Νοεῖν οὐ δύναται νοῦς ἀνθρώπινος, τὸ ὑπὲρ νοῦν τοῦ τόκου σου Παρθένε μυστήριον∙ ὁ Θεὸς γὰρ σκηνώσας ἐν μέσῳ σου, κλεῖθρα τῆς παρθενίας, οὐ παρεσάλευσε, μόνος ὡς ἐπίσταται αὐτός, ὁ ἀκατάληπτος.
Τοῦ Ὁσίου Παλλαδίου. Ἅπας γηγενής.
Ἴσχυσας Θεοῦ, δυνάμει καὶ χάριτι, Πάτερ τροπώσασθαι, δράκοντα καυχώμενον, ἐν ἀφροσύνῃ καὶ τὴν ὀλέθριον, κάραν αὐτοῦ συνέθλασας, καὶ κατεπάτησας, τοῖς ποσί σου· ὅθεν συνελθόντες σε, κατανύξει ψυχῆς μακαρίζομεν.
Ὤφθης οὐρανός, ὕψει πολιτείας σου καλλωπιζόμενος, θαύμασι πανόλβιε, ὡς θείοις ἄστροις καὶ καταυγάζων ψυχάς, τῶν εὐσεβῶς ἑκάστοτε προσπελαζόντων σοι, καὶ τιμώντων, πίστει τοὺς ἀγῶνάς σου, θεοφόρε Πατὴρ διαυγέστατε.
Στήσας τῶν παθῶν, τὰ ῥεύματα Ὅσιε, ὄμβροις δακρύων μου, ῥεῖθρα τοῖς προστρέχουσι, θαυμάτων βρύεις θεομακάριστε, καὶ ὑπεξαίρεις καύσωνα, παθῶν ἑκάστοτε, θεομάκαρ, Παλλάδιε ἔνδοξε, Ἐκκλησίας σε πιστὸν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν ἀνέτειλεν ἐκ τῆς νηδύος Σου, Μῆτερ ἀειπάρθενε, καὶ τὸ τῆς πλάνης σκότος ἀπήλασε, καὶ τὰ τῆς γῆς πληρώματα, πάντα ἐφώτισεν· ὅθεν πίστει, χαῖρέ σοι κραυγάζομεν, Θεοτόκε Ὁσίων τὸ καύχημα.
Ὁ Εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον. Τοῦ Ὁσίου Ἐφραίμ. Ἦχ. γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόῤῥυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον.
Θεοτοκίον
Ἐλπὶς τῶν ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, πανύμνητε Θεοτόκε, τῶν θλιβομένων ἡ χαρά, ἐκ πάσης θλίψεως ῥῦσαι, τοὺς ἀναξίους σου δούλους.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου Ἐφραίμ. Ἦχος γ’. Θείας πίστεως.
Ῥεῖθρον ἄϋλον, ἐν τῇ ψυχῇ σου, τὸν ζωήῤῥυτον, πλουτήσας φόβον, κατανύξεως κρατὴρ ἀναδέδειξαι· ὅθεν ἡμᾶς πρὸς ἠθῶν τελειότητα, τοῖς ἱεροῖς σου ῥυθμίζεις διδάγμασιν· Ἐφραὶμ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου Παλλαδίου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσεως σκάμμασιν ἀνακαθάρας τὸν νοῦν, δοχεῖον ὑπέρτιμον τῆς ἐνεργείας Θεοῦ, ἐδείχθης Παλλάδιε· ὅθεν τὸν φονευθέντα, προσευχῇ ἀναστήσας, ἔδειξας θεοφόρε, τὴν πλουσίαν σου χάριν. Χριστὸς γὰρ Ὃν ἐδόξασας, λαμπρῶς σὲ ἐθαυμάστωσε.
.jpg)
Σχόλια
Δημοσίευση σχολίου