ΙΑΝΟΥΑΡΙΟΣ 27. ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
+ ΙΑΝΟΥΑΡΙΟΣ ΚΖ΄.
ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν
χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον,
τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν
κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιῤῥύτων, καὶ ἀρδεύοντα
τὴν κτίσιν, μελῳδικῶς εὐφημήσωμεν.
Τὸν
ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς
μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον, τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως
αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν
Χρυσολόγον τιμήσωμεν.
Ὁ
ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδὼν ἡ εὔλαλος καὶ πολύφωνος, τῶν
ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄῤῥηκτος, τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων
ἐφάμιλλος, ἰσοστάσιος, τῶν Ἁγίων Ἀγγέλων Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις,
μεγαλυνέσθω Χρυσόστομος.
Ἕτερα Προσόμοια. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἱερωτάτην
στησώμεθα χορείαν· στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας Χριστοῦ, βασιλικῇ δόξῃ
σήμερον, ἀπὸ Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν, λάμπει στίλβον ἄνωθεν,
τῇ ἐπανόδῳ αὐτοῦ, πρὸς Βασιλείαν τὴν ἄϋλον, πιστοὺς εἰσάγει, καὶ τῷ τῶν ὅλων
προσοικειοῖ Βασιλεῖ· διὸ βοῶμεν· Χρυσεπώνυμε, Πάτερ θεῖε Χρυσόστομε πάγχρυσε,
καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὡς
οὐρανὸς φαεινὸς τῆς Ἐκκλησίας, δύσιν ὦ Χρυσόστομε τὴν ὑπερόριον, καθυποστὰς
ἀπηνέστατα, ἐπανατέλλεις, σήμερον χαίρων τῇ κτίσει ἄδυτος· θάλπεις ἐγκοσμούμενος,
θαυμάτων ἄστροις σοφέ, φέρεις Χριστὸν ὑπερλάμποντα, ἡλίου δίκην, σοῦ
δᾳδουχοῦντα νῦν τὴν ἐπάνοδον· διὸ βοῶμεν· Φωταυγέστατε, φωτολόγε Χρυσόστομε πάνσοφε,
καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
οὐρανὸς τοῖς Ἀγγέλοις συγχορεύει, κτίσει συνευφραίνονται, βροτῶν συστήματα· ὁ
γὰρ ἐν γῇ οὐρανόφρονας, δεικνὺς τοὺς πάντας, κλίμακι θείᾳ, σεπτῶν ῥημάτων
αὐτοῦ· οὗτος τὴν ἐπάνοδον, τῶν θεοδρόμων βαθμῶν, ὡς Ἰακὼβ νέος δείκνυσιν, Ἀγγέλων
θείων, ἀγαλλομένων τῇ μεταθέσει αὐτοῦ· διὸ βοῶμεν, παμμακάριστε, τῶν ἀΰλων Ἀγγέλων
συνόμιλε, Χρυσολόγε δυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ'.
Οὐκ
ἔδει σε Χρυσόστομε, τὴν Βασιλίδα καταλείψαντα, παροικεῖν ἐν Κομάνοις· ὅθεν θεόθεν
ἠγμένη, ἡ Ἀνακτορικὴ πανδαισία, πάλιν σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις· εὐφράνθη
δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε, ἀνθομολογουμένη καὶ λέγουσα· Μεγαλύνει ἡ δόξα μου τὸν
Κύριον, ἀποδόντα μοι τὸν νυμφαγωγόν, καὶ τὸ στήριγμα τῆς πίστεως, τὴν ὑπόληψιν
τῶν ἀξιωμάτων μου, καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων· τὸ ὕψος τῆς ταπεινοφροσύνης,
καὶ βάθος τῆς ἐλεημοσύνης, καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας, καὶ μῆκος τῆς μετανοίας·
διὸ αἰτοῦμέν σε Ὅσιε Πάτερ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα
ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψει Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 6-7 & Γ, 13-16 & 8,... )
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν)· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 31-32 & ΙΑ, 1-12)
Στόμα
δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων
ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα
ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ
ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ
ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ,
δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος
δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς,
ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ
ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,
τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ
παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων
εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα.
Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται.
Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Ἐκλογή)
Ἐγκωμιαζομένου
Δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ· ὅτι καὶ παρὰ
Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν καὶ ποθήσατε καὶ παιδευθήσεσθε. Καὶ οὐ μὴ κατισχύσῃ
ποτὲ κακία σοφίας, ουδ᾿ οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ
ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς· Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα
τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβευτοῦ πολυχρονίους. Ἔστω δὲ
ἡμῶν ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ
ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν.
Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν
εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς
ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν
αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων.
Ἴδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ.
Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν
τὴν ἀνεξικακίαν αὐτοῦ, θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ
ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ
αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν ὅτι σὺ Θεὸς μόνος,
ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως, καὶ ῥυόμενος
παντὸς κακοῦ· ὁ οἰκτίρμων καὶ ἐλεήμων,
καὶ διδοὺς τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή. Ἦχος α΄.
Ὁ πάντα σοφῶς οἰκονομῶν Θεός, καὶ πάντα ἀεὶ προμηθούμενος, ὁ δοξάζων τοὺς Αὐτὸν ἀντιδοξάζοντας. Αὐτὸς καὶ τὰ κατὰ σὲ Ἰωάννη Χρυσόστομε, πανσόφως διεξάγειν, ἐκ μὲν τῆς σῆς πατρίδος εἰς τὴν Βασίλιδα σὲ κατήνεγκεν, ἐφ’ ὑψηλῆς λυχνίας τὸν παγκόσμιον φωστῆρα ἐνθέμενος· ἐκεῖθεν εἰς Κουκουσὸν δύναι πρὸς καιρόν, τοῦ φωτίσαι τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους· καὶ πάλιν μετὰ δόξης ἐκεῖθεν σήμερον ἀνατεῖλαι, καὶ τὴν Ἐκκλησίαν φωτίσαι ᾠκονόμησε· διὸ εὐχαριστοῦντες αὐτῷ βοήσωμεν· Ὁ οὕτως εὐδοκήσας Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα Σοι.
Ἦχος δ΄.
Δαβιτικῶς ἐξεχύθη ἡ χάρις, τοῦ παναγίου Πνεύματος ἐν χείλεσί σου, Ἰωάννη Χρυσόστομε· διὸ καὶ ζῶν καὶ μετὰ θάνατον, τρανῶς τὴν εἰρήνην τοῖς πιστοῖς εὐηγγελίσω. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος, ὁ ποθούμενός σοι Παῦλος βοᾷ. Μεθ’ οὗ νῦν αὐλιζόμενος, καὶ Χριστῷ παρεστηκώς, εἰρήνην αἴτησαι τοῖς πέρασιν, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον πάλιν ἀνέτειλε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὁ μέγιστος αὐτῆς φωστήρ, καὶ τῆς οἰκουμένης διδάσκαλος, Ἰωάννης ὁ χρυσαυγής, καὶ χρυσολόγος Χρυσόστομος, διὰ τῆς ἐπιδημίας τοῦ πανιέρου σκήνους αὐτοῦ· καὶ συνήθως κινήσεως Πνεύματι θείας, τὰ χριστομίμητα πάγχρυσα χείλη, τὴν χριστοδώρητον εἰρήνην, τῇ χριστωνύμῳ προσνέμει λαῷ· διὸ Χριστῷ τῷ εἰρηνάρχῃ καὶ Θεῷ βοήσωμεν· Ὁ τοῦτον δοξάσας ὡς ηὐδόκησας, ταῖς αὐτοῦ ἱκεσίαις σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν
Χαίρει, ἡ Ἐκκλησία Χριστοῦ, ἐπὶ λυχνίας ἱερὰς κατοπτεύουσα, τὸν λύχνον τὸν φωτοφόρον, ὃν καθελόντες ἐχθροί, τῆς σιγῆς μοδίῳ συγκατέκρυψαν. Τιμᾷ ἐπὶ ὄρους σε, τῶν ἀρετῶν Πάτερ Ὅσιε, πυρσὸν ὡς θεῖον, οἰκουμένης τὰ πέρατα, ὑπὲρ ἥλιον, ἀπαστράπτοντα θαύμασι. Σήμερον ἡ ἀδέκαστος, Θεοῦ κρίσις δείκνυσι, δικαιοσύνην ἐξ ὕψους, ὡς μεσημβρίαν ὑπέρφωτον, τὴν σὴν καὶ παρέχει, τοῖς ἐν κόσμῳ τὴν εἰρήνην, καὶ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Βρύει,
ὡς μυροθήκη τερπνή, τὰ τῶν θαυμάτων θεῖα ῥεῖθρα Χρυσόστομε, ἡ λάρναξ ἡ σὴ ἐν κόσμῳ,
καὶ ἰαμάτων ῥοαῖς, τὰς ψυχὰς μυρίζει τῶν τιμώντων σε. Χριστοῦ τῶν χαρίτων γάρ,
τοῖς ἀΰλοις ἀρώμασι, καταπλουτήσας, εὐωδίαν δεδώρησαι, τὴν ἀείζωον, τοῖς ἐν πίστει
προστρέχουσιν· ὅθεν καταπολαύοντες, χαρίτων σῶν πάνσοφε, καὶ τῶν ἀχράντων καὶ
θείων, κατατρυφῶντες λειψάνων σου, πιστῶς ἐξαιτοῦμεν, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Κόσμου
ὁ σιτομέτρης πιστοί, ὁ ἐν τρυφῇ τῇ οὐρανίᾳ τοῦ Πνεύματος, καρδίας ἐκτρέφων πάντων,
οὐκ ἐξ Αἰγύπτου χωρεῖ, Ἰωσὴφ δὲ νέος προδεικνύμενος, σεπτοῖς ἐν λειψάνοις, ἀπὸ
Κομάνων μετάγεται, δεινῶν τὴν ζάλην, καὶ τὸ πέλαγος σήμερον, τὸ τῶν θλίψεων,
διατέμνων ἐντεύξεσι. Τοῦτον οὖν μακαρίσωμεν, καὶ πίστει βοήσωμεν· Πάρεσο μάκαρ
ἐν μέσῳ, τῶν ἐκτελούντων τὴν μνήμην σου, αὐτοῖς σωτηρίαν, παρεχόμενος πλουσίως,
τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β'
Ὅσιε
τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής,
ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε,
αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ'
Ἡ τοῦ στόματός σου καθάπερ πυρσός, ἐκλάμψασα χάρις, τὴν οἰκουμένην, ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ, θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν, τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Δογμάτων ἀστραπαῖς, ὥσπερ ἥλιος μέγας, ἐφώτισας τὴν γῆν, καὶ ἀγνοίας τὸ σκότος, μακρὰν ἀπεδίωξας, Ἰωάννη Χρυσόστομε∙ ὅθεν δέομαι, τοῦ αἰωνίου με σκότους, ἐλευθέρωσον, καὶ φωτισμοῦ σωτηρίας, εὐχαῖς σου ἀξίωσον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἀσπόρως
τὸν Χριστόν, ἀπεκύησας μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν, πῶς Παρθένος καὶ Μήτηρ∙ διὸ
Θεοτόκον σε, προσκυνοῦντες δοξάζομεν· σὺ γὰρ ἔτεκες, τὸν Βασιλέα τῆς δόξης∙ Ὃν
δυσώπησον, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς χρυσαυγές τε καὶ τερπνὸν θεοῤῥῆμον, ὄργανον θεῖον κελαδοῦν Ἐκκλησία, ὑπὸ Χριστοῦ Χρυσόστομε δεδώρησαι∙ χελιδὼν ἡ εὔλαλος, χρυσαυγίζουσα μάκαρ, νοῦς ὁ χρυσοστόλιστος, λύρα τῆς μετανοίας, τοὺς σὲ τιμῶντας ῥῦσαι πειρασμῶν, σαῖς ἱκεσίαις, ποιμὴν ἀξιάγαστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Μετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος· Ἐλέησον Ἁγνή, ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Θείᾳ ψήφῳ τῆς Χριστοῦ, ποίμνης ἀξίως γεγονώς, ἀξιάγαστε ποιμήν, οἵα περ λύκους ἐξ αὐτῆς, ἐν τῇ σφενδόνῃ τῶν λόγων σου ἀπεδίωξας, ἐλέγχων ἀφειδῶς, παρανομοῦντας σοφέ∙ ὑφ᾿ ὦν καὶ ἐλαθείς, φθόνῳ Χρυσόστομε, μακρὰν ὁδὸν διήνυσας στεῤῥόφρον, ὑπὲρ αὐτῆς ἐν ᾗ τέθνηκας, ἀλλ᾿ ἐπανῆλθες, πρὸς Βασιλίδα, νέμων θεῖα χαρίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε∙ Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα... Ἦχος β': Σήμερον σκιρτῶσιν ἐν Πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τελοῦντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σάλπιγξ
χρυσόφωνος ἀνεδείχθης, χρυσοῤῥῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν
πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι· προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν
δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισεν.
Ὁ Κανὼν τοῦ Ἁγίου. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσμα ἀναπέμψωμεν λαοί
Πλοῦτον ἐναπέθου σῇ ψυχῇ, τὸν θησαυρὸν τοῦ Πνεύματος, Πάτερ Χρυσόστομε∙ ἐξ οὗ τὴν Ἐκκλησίαν πλουτίζεις τοῖς λόγοις σου, ἥτις σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.
Λόγοις κατεποίκιλας χρυσοῖς, τὴν ἱερὰν Χρυσόστομε, τῆς Ἐκκλησίας στολήν, ἣν πρώην ἐξ αἱμάτων, Χριστὸς προεξύφανεν∙ ὅθεν σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.
Πέτρα ἀνεδείχθης ἀκλινής, καὶ στῦλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας Χριστοῦ, τοῦ ἀκρογωνιαίου, ἐν ᾧ ᾠκοδόμησας, λόγους θεοσεβείας, ὥσπερ λίθους σοφὲ Ἱεράρχα.
Θεοτοκίον
Μόνη ἀπειρόγαμε σεμνή, Μαρία ἀειπάρθενε, Θεοτόκε Κυρία, ἁγνὴ ἐκλελεγμένη, ἐξαίρετε Δέσποινα, πάντων τῶν ποιημάτων, σὲ ἐλπίδα κεκτήμεθα πάντες.
Καταβασία
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῶ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι∙ ᾌσωμεν τᾧ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ'. Οὐκ ἔστιν ἅγιος
Χρυσέοις διδάγμασι, κατεχρύσωσας σοφέ, τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ταύτης ἐποίκιλας, τὴν εὐπρέπειαν Πάτερ, τῷ κάλλει τῶν λόγων σου∙ διό σε κατ᾿ ἀξίαν τιμᾷ.
Μυρίζουσιν Ὅσιε, ὥς περ κρίνα τοῦ ἀγροῦ, οἱ ἀτμοὶ τῶν καμάτων σου, δι᾿ ὦν εὐηρέστησας, τῷ Θεῷ Ἱεράρχα, κινδύνοις καὶ θλίψεσι, καὶ γῇ προσομιλήσας μακρᾷ.
Ὡς ἄνθη μυρίζουσιν, οἱ τῶν λόγων σου καρποί, νοητῶς ἀποστάζοντες, τὸν θεῖον Χρυσόστομε, γλυκασμὸν τῆς σοφίας, καὶ νῦν εὐωδιάζοντες, ἡμᾶς ταῖς πρακτικαῖς ἀρεταῖς.
Θεοτοκίον
Ἀμέριστος ἔμεινας, εἰ καὶ σάρκα δι᾿ ἐμέ, ἐκ Παρθένου ἐφόρεσας∙ διὸ καὶ ἐν δύω σε, προσκυνῶ ταῖς οὐσίαις, καὶ δύω θελήσεσι, καὶ δύω ἐνεργείαις Χριστέ.
Καταβασία
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων,
στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τὴν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου∙ ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τῆς
Τριάδος τὸν ἕνα ὑπερφυῶς, συλλαβοῦσα Παρθένε καὶ θαυμαστῶς, τοῦτον ἀπεκύησας,
ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ κοινωνὸν τῆς θείας, κατέστησας φύσεως, τὴν τῶν ἀνθρώπων
φύσιν, τὴν πάλαι ἐξόριστον∙ ὅθεν συνελθόντες, οἱ τῷ τόκῳ σου πάντες, σωθέντες πανάμωμε,
τοῖς σοῖς λόγοις ἑπόμενοι, χρεωστικῶς σε μακαρίζομεν, αἰτούμενοι Χριστὸν τὸν Θεόν,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σὲ δοξάζουσι πίστει, ὡς Μητέρα αὐτοῦ.
ᾨδὴ δ', τοῦ Ἁγίου. Ἐξ ὄρους κατασκίου
Νέος Ἀβραάμ, ἐδείχθης Ἱεράρχα, ἄλλον Ἰσαάκ, τὸν βίον θυσιάσας, καὶ μυστικὴν ὁλοκάρπωσιν ἀνενέγκας, ἐν τῷ πυρὶ τῆς συνειδήσεως.
Σὺ τὸν Ἰακώβ, ζηλώσας θεοφόρε, κλῖμαξ πρακτικῆς, ἐδείχθης πολιτείας, τὰς ἀναβάσεις τῶν θείων σου νοημάτων, ἐν τῇ καρδίᾳ σου τιθέμενος.
Ῥάβδῳ μυστικῇ, τῇ γλώττῃ διασχίσας, ὅλην τῆς Γραφῆς, τὴν ἄβυσσον τρισμάκαρ, ὡς Μωϋσῆς διεβίβασας τοὺς ἀνθρώπους, πρὸς τὴν ἐπίγνωσιν τῆς πίστεως.
Θεοτοκίον
Χαῖρε θησαυρέ, τῆς πάντων σωτηρίας· χαῖρε νοερά, πηγὴ τῶν ἰαμάτων∙ χαῖρε τὸ ἅγιον ὄρος, ὃ ὁ Προφήτης, Θεογεννῆτορ προεώρακεν.
Καταβασία
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ∙ τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ᾨδὴ ε'. Ὁ ἐκ νυκτὸς ἀγνοίας
Τὴν ἱερὰν στολήν σου, κατακοσμήσας τοῖς ἄθλοις τῶν πόνων σου, ἔδειξας λαμπροτέραν, τὴν Ἱεραρχίαν Χρυσόστομε.
Ἀθλητικὸν ἀγῶνα, ἱερομύστα γενναίως διήνυσας, πόλεσιν ἀοικήτοις, καὶ ὑπερορίαις στελλόμενος.
Τῇ ἀστραπῇ τῶν λόγων, τὴν ὑπερκόσμιον γνῶσιν ἑβρόντησας, μύστα τῶν ἀποῤῥήτων, ὑετοὺς δογμάτων ὀμβρήσας ἡμῖν.
Θεοτοκίον
Ἄνευ φθορᾶς τεκοῦσα, Θεογεννῆτορ τὸν ἄσπορον τόκον σου, μόνη ὤφθης Παρθένος, βρέφος ὑπομάζιον φέρουσα.
Καταβασία
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ
ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ∙ πρὸ γὰρ
εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ᾨδὴ ς'. Ὡς τὸν Προφήτην ἐῤῥύσω
Ὥσπερ χρυσὸν ἐκ μετάλλων, ἐκ τοῦ βάθους σοφὲ τῆς καρδίας σου, τὰ πάγχρυσα δόγματα ἡμῖν ἐθησαύρισας, καὶ τὰ σὰ λόγια πλοῦτον κατέλιπες.
Τὴν παναγίαν σου μνήμην, ὁ λαὸς ἑορτάζων Χρυσόστομε, δοξάζει τὸν Κύριον, τὸν σὲ ἐκλεξάμενον, καὶ καλέσαντα, εἰς τὰς αἰωνίους σκηνάς.
Εἰ καὶ νεκρὸς εἶ ἐν τάφῳ, ἀλλὰ ζῶν ἐν τῷ κόσμῳ Χρυσόστομε, κηρύττεις μετάνοιαν, καὶ γράφεις συγχώρησιν, ἐγγυώμενος, τοῖς μετανοοῦσι θερμῶς.
Θεοτοκίον
Τὸν ἐν χερσὶ τῆς Παρθένου, καὶ ἐν κόλποις Πατρὸς καθεζόμενον, τὸν σάρκα φορέσαντα, καὶ μείναντα ἄτρεπτον, προσκυνήσωμεν, ὡς Θεὸν καὶ Κύριον.
Καταβασία
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς
ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Κοντάκιον. Ἦχος α'. Χορὸς Ἀγγελικός
Εὐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου∙ καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.
Ὁ Οἶκος
Ἡ
λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν
τοῦ ἱεροῦ σου σκήνους∙ ἀλλ᾿ αὐτός με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον,
μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος, καὶ τῶν παθῶν μου
τῶν πολυτρόπων κατεύνασον ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος
σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας
ἐδόξασα, Ἰωάννη Χρυσοστομε.
Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν Λειψάνων τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαρκιανῆς τῆς βασιλίσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κλαυδιανοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ Αἰγυπτίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἠλιοὺ τοῦ Β΄, πατριάρχου Ἱεροσολύμων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητριανοῦ, ἐπισκόπου Ταμασσοῦ τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος, ὁ ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1784ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἄσκιοτ τοῦ βασιλέως Γεωργίας, ζήσαντος τὸν 9ο αἰῶνα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίτου τοῦ στρατιώτου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος Ζβέρεφ, ὁ Νέος Ἱερομάρτυς, ἐν Ῥωσσίᾳ, ἐν ἔτει 1929ῳ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λεοντίου τοῦ Ἰβανόφσκ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ τοὺς Παῖδας δροσίσας
Ἀκριβὴς ἐπεγνώσθης θεηγόρος, καὶ κοινὸς ἀντιλήπτωρ τῶν ἐν τῷ κόσμῳ, ἡμαρτηκότων Ὅσιε, παρεγγυῶν τὴν μετάνοιαν.
Ὡς χρυσὸς ἐν καμίνῳ τῶν κινδύνων, πυρωθεὶς Ἱεράρχα οὐκ ἐχωνεύθης, οὐ κατεφλέχθης∙ δοκιμασθεὶς γὰρ ἔδειξας, ὑπεροβρύζους τοὺς πόνους σου.
Οὐκ ἐνάρκησας Πάτερ πρὸς ἀγῶνας, οὐκ ᾐσχύνθης δυνάστας, οὐ προέκρινας, ἀδικίαν δικαιοσύνης Ὅσιε, καὶ μαρτυρεῖ ὁ τῆς χήρας ἀγρός.
Θεοτοκίον
Χαῖρε κούφη νεφέλη, χαῖρε πύλη, δι᾿ ἧς μόνος διῆλθεν, ὁ Θεὸς ἡμῶν Θεοτόκε, ἀφθόρῳ τόκῳ ἄσπορος, ἐκ σοῦ Υἱὸς γεννηθεὶς οὐ τραπείς.
Καταβασία
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας,
καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες∙
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'. Οἱ θεοῤῥήμονες Παῖδες
Ἡ θεοῤῥήμων σου γλῶσσα ἐν τῷ κόσμῳ, ὥσπερ χρυσήλατος σάλπιγξ, ἐξ οὐρανοῦ ἀπηχήσασα, Ἱεράρχα Κυρίου, τὴν πλάνην ἀπήλασε.
Ἱερουργὲ τῶν ἀῤῥήτων μυστηρίων, μυστιπόλε τῶν ἄνω, καὶ τῆς Τριάδος ὑπέρμαχε, ἱκετεύων, μὴ παύσῃ, σωθῆναι τὴν ποίμνην σου.
Ὡς τῇ Τριάδι λατρεύων Ἱεράρχα, καὶ χορῷ τῶν Ἀγγέλων, συναυλιζόμενος Ὅσιε, ἱκετεύων μὴ παύσῃ, σωθῆναι τοὺς δούλους σου.
Θεοτοκίον
Ὑπερφυῶς ἐν γαστρί σου συλλαβοῦσα, τὸν ἀγεώργητον βότρυν, Παρθενομῆτορ ἐβλάστησας· ἐπαξίως οὖν πάντες, τὸ χαῖρέ σοι κράζομεν.
Καταβασία
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙ Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Τὸν προδηλωθέντα
Ἄλλος χρυσοῤῥόας, ἐφάνης πάγχρυσε Πάτερ· τὸ χρυσοῦν γὰρ στόμα, καὶ ἡ γλυκεῖά σου γλῶσσα, πλημμυροῦσι τῷ τῶν δογμάτων πελάγει, καὶ ψυχὰς αὐχμώσας καταρδεύουσι.
Θάλασσαν ὑπάρχουσαν, ἀδιάβατον Πάτερ τὴν Γραφὴν βατήν, καὶ πλευστὴν ἀπειργάσω τῷ κόσμω, τῷ ἱστίῳ ἀναπετάσας τοῦ λόγου, καὶ πρὸς γνῶσιν ἄκλυστον ἐλάσας τὸν νοῦν.
Σὺ τῆς ἀκενώτου πηγῆς, ἀντλήσας τὰ ῥεῖθρα, ποταμοὺς δογμάτων, τῇ Ἐκκλησίᾳ προχέεις, ἐξ ὦν ἅπαντες οἱ διψῶντες ἀντλοῦμεν, νάματα χρυσόῤῥειθρα Χρυσόστομε.
Θεοτοκίον
Βάτον καιομένην πυρί, καὶ μὴ φλεγομένην, προσεώρα πάλαι, Μωσῆς Θεομῆτορ Παρθένε, τὴν θεόδεκτον προτυπῶν σου γαστέρα, ὑποδεξαμένην τὸ ἀκήρατον πῦρ.
Καταβασία
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.
Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ἀγάλλου πόλις πόλεων, πασῶν ἡ Βασιλεύουσα, ὡς τοῦ καλοῦ σου Ποιμένος, τοῦ Ποιμενάρχου τὸ σκῆνος, ἀπολαβοῦσα σήμερον, τοῦ σὲ καὶ κόσμον ἅπαντα, ῥυθμίζοντος καὶ σῴζοντος, μελισταγοῦς Χρυσοστόμου, καὶ ἐπικρότει τοῖς ὕμνοις.
Θεοτοκίον
Φρικτὴ ἡ προστασία σου, Μαρία θεοκόσμητε, καὶ φοβερά σου ἡ δόξα, πάσῃ τῇ γῇ Θεοτόκε∙ εἰς σὲ γὰρ νῦν καυχώμεθα, σὲ καὶ μεσίτην ἔχοντες, πρὸς τὸν Υἱὸν καὶ Κτίστην σου, τῇ ἀκοιμήτῳ πρεσβείᾳ, τῇ σῇ σωθείημεν πάντες.
Αἶνοι. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Χρυσοῦ
τηλαυγέστερον, τὰ ἱερά σου διδάγματα, προχεόμενα πάνσοφε, πλουτίζει Χρυσόστομε,
πενομένας φρένας, καὶ ἀποδιώκει, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν
χειμῶνά τε· διό σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα,
ὡς πηγὴν ἁγιάσματος.
Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε∙ ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον· διὸ τῇ ἐπανόδῳ σου, ἡ Ἐκκλησία ἀγάλλεται, ἣν χρυσῷ κατεκόσμησας, τῶν πανσόφων δογμάτων σου.
Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάῤῥυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κήρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.
Κόσμον
ὡς βασίλειον, ἡ Βασιλὶς τὸ σὸν λείψανον, δεξαμένη Χρυσόστομε, ἐν τούτῳ σεμνύνεται∙
καὶ ἐγκαυχωμένη, ἐπὶ τοῖς σοῖς λόγοις τὴν οἰκουμένην συγκαλεῖ, εἰς εὐφροσύνην
καὶ θείαν μέθεξιν, ἀφθόνων τῶν χαρίτων σου, μεγαλοφώνως κραυγάζουσα· Ἰησοῦ ὑπεράγαθε,
σὺ εἶ δόξα τῶν δούλων σου.
Δόξα. Ἦχος δ'.
Πάτερ
Χρυσόστομε, ὡς ποταμὸς θεόβρυτος, ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος, εἰς ἀρχὰς τέσσαρας
διαδραμών, σοῖς λόγοις τῆς γῆς τὰ πέρατα, πάντα πιστὸν κατήρδευσας, τῇ παγχρύσῳ
διδασκαλίᾳ σου· διὸ τὴν ἐπάνοδον, σοῦ τῶν θείων λειψάνων, ἡμῖν σαφῶς πολιτογραφήσας,
πρεσβεύεις σωθῆναι, τὰς ψυχὰς Ἰωάννη, τῶν ἀνυμνούντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου