ΙΑΝΟΥΑΡΙΟΣ 26. ΟΣΙΟΣ ΞΕΝΟΦΩΝ & ΟΣΙΟΣ ΚΛΗΜΗΣ ΣΑΓΜΑΤΑ

 

ΙΑΝΟΥΑΡΙΟΣ ΚΣΤ΄.

ΞΕΝΟΦΩΝ ΟΣΙΟΣ & ΣΥΝ ΑΥΤῼ

& ΚΛΗΜΗΣ ΟΣΙΟΣ ΣΑΓΜΑΤΑ

 


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου Ξενοφῶντος. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.

Λάμπων, ἀξιώμασι ψυχῆς, ἐλεημοσύνῃ καὶ πίστει σαὐτὸν ἐλάμπρυνας, χαίρων γὰρ ἐσκόρπισας, τὸν πλοῦτον πένησιν, εἰς αἰῶνας δὲ μένει σου, ἡ δικαιοσύνη, φῶς σοι ἀνατέλλουσα Πάτερ ἀνέσπερον, ἔνθα, τοὺς ὁσίους σου παῖδας, ὄψει καὶ τὴν τούτους τεκοῦσαν, πόλιν τὴν οὐράνιον οἰκήσαντας.

 

Δόξαν, παριδόντες τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας κατηξιώθητε· πᾶσαν γὰρ πατήσαντες, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν θεοφόροι, ἄγαν ἐποθήσατε, τὸν ὑμᾶς σώσαντα, κόσμου, τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντα πανόλβιοι.

 

Πάθη, θανατώσαντες σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας, περιεβάλεσθε, βίου καθαρότητι, τούτους ὑφάναντες, πολιτείαν δ᾿ ἰσάγγελον, ἐν σώματι ὄντες, ἔτι καρτερόφρονες, ἐπιδεικνύμενοι, δόξης, ἠξιώθητε πάντες, τῆς ἀγγελικῆς ἐν ὑψίστοις, θείας ἀπολαύοντες λαμπρότητος.

 

Προσόμοια τοῦ Ὁσίου Κλήμεντος. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Φιλάγιον στράτευμα Χριστοῦ, συνελθόντες σήμερον, ἐν Σαγματίῳ ὑμνήσωμεν, τὸν θεῖον Κλήμεντα, τῆς Μονῆς τὸν στύλον, Βοιωτίας πρόμαχον, τοῦ θείου Μελετίου τὸ βλάστημα, ὃν ὑπερήλασε, ἐν σπηλαίῳ ὡς ἰσάγγελος, κατὰ μόνας βιώσας ὁ ἔνθεος.

 

Τὸν τάφον κυκλοῦντες τὸν σεπτόν, τοῦ Ὁσίου Κλήμεντος, ἁγιασμὸν ἀρυόμεθα, καὶ θείαν δύναμιν, καθελεῖν τὸ κράτος, τοῦ δεινοῦ ἀλάστορος, καὶ λῦσαι ἀλγημάτων τὰ τραύματα, ἃ κατατρύχουσι, τὰς ψυχὰς ἡμῶν καὶ σώματα, ἀνιάτως ὡς σκώληκες ἄφθιτοι.

 

Τὸ πέλαγος ὄντως τῆς ζωῆς, νουνεχῶς τὸ ἄστατον, διαπεράσας κατήντησας, πρὸς τὰ ἀκίνητα, καὶ τὴν τῶν πραέων, κληρουχίαν Ὅσιε, ὑμνῶν ἀκαταπαύστως τὸν Κύριον, Ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ, ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος. Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, τὸ κάλλος ποῦ σου ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;

 

Ἀπολυτίκιον. Τοῦ Ὁσίου Ξενοφῶντος. Ἦχος γ΄. Θείας πίστεως.

Ἔργοις λάμψαντες, φιλοπονίας, καὶ νεκρώσαντες, παθῶν ἐφόδους, νικηφόροι ἀνεδείχθητε Ἅγιοι· τρυφὴν καὶ δόξαν ἀξίως μισήσαντες, τῆς οὐρανίου γεγόνατε μέτοχοι, Ξενοφῶν ἔνδοξε, σὺν τῇ σεπτῇ συνοδίᾳ σου, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον. Τοῦ Ὁσίου Κλήμεντος. Ἦχος γ΄. Θείας πίστεως.

Κλῆμα εὔφορον, τοῦ Παρακλήτου, Κλήμη γέγονας, τῇ σῇ ἀσκήσει, ἐν τῷ ὄρει Σαγματίῳ πανεύφημε, σὺ γὰρ βιώσας ἐν στύλῳ ὡς ἄγγελος, θεοειδὴς ἀνεδείχθης τῇ χάριτι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανὼν τοῦ Ὁσίου Ξενοφῶντος, οὗ ἡ ἀκροστιχίς: Ξενοφῶντα μέλπω, σύμβιόν τε καὶ τέκνα. Θεοφάνους.

ᾨδὴ α' Ἦχος β'. Δεῦτε λαοί.

Ξύλου ζωῆς, καὶ Παραδείσου τῆς ὄντως τρυφῆς, πανοικεσίᾳ πάνσοφοι, νῦν ἀπολαύοντες, τοὺς ὑμᾶς εὐφημοῦντας, πρεσβεύσατε σωθῆναι, πρὸς τὸν Φιλάνθρωπον.

ν τῇ ὁδῷ τῶν ἐντολῶν σου βαδίζων θερμῶς, ὁ σὸς ἱκέτης Δέσποτα, μονὰς κατέλαβε, καταλλήλους τῷ πόθῳ, ζωῆς τῆς αἰωνίου ἐπιλαβόμενος.

Νέαν σκηνήν, Ἀβραμιαίαν σὺ ἔδειξας, τὴν σὴν οἰκίαν ἅπασι· διὸ θεσπέσιε, Ἀβραὰμ ἐν τοῖς κόλποις, ἀξίως καὶ δικαίως ἐπαναπέπαυσαι.

Θεοτοκίον

λος ἐν σοί, κατασκηνώσας πανάμωμε, ὅλον ἐμὲ τὸν ἄνθρωπον, ἀνεμορφώσατο, ἐκ Πατρὸς ἐκλάμψας, πρὸ πάντων τῶν αἰώνων, Λόγος ὁ ἄναρχος.

 

Ὁ Κανὼν τοῦ Ὁσίου Κλήμεντος, οὑ ἡ ἀκροστιχίς: Ὅσιε Κλήμη, ἀεὶ ὑπὲρ ἡμῶν πρέσβευε. Ἰωήλ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

κτήσας τὴν πάμφωτον, θεολογίας ἀκρόπολιν, τὸν νοῦν μου καταύγασον, ἵνα ὑμνήσω σου, Κλήμη Ὅσιε, ἀσκήσεως τὰ ἔργα· δι’ ὧν ἐμεγάλυνας, Χριστὸν τὸν Κύριον.

Σταγόσι δακρύων σου, ὡς ποταμὸς ἀνεπίσχετος, γηΐνων τοὺς ἄνθρακας, καταμαράνας ταχύ, ἀκηλίδωτον, ἐμφάσεων τῶν θείων, τοῦ Πνεύματος γέγονας, ἔσοπτρον Ὅσιε.

σχύϊ τῆς χάριτος, καθυποτάξαι τῷ κρείττονι, τὸ χεῖρον ἠθέλησας, Κλήμη μακάριε· ὅθεν ἔφυγας, τερπνότητα τοῦ βίου, ἁγνείᾳ τὸ σῶμά σου, περιφραξάμενος.

Θεοτοκίον.

Μαρτύρων τὰ πνεύματα, καὶ τῶν Ὁσίων συστήματα, ἀνθρώπων οἱ σύλλογοι, τῶν Ἀποστόλων χοροί, καὶ ὁμήγυρις, τῶν θείων Ἀσωμάτων, ὑμνήσωμεν ᾄσμασι, τὴν ἀειπάρθενον.

 

ᾨδὴ γ'. Τοῦ Ὁσίου Ξενοφῶντος. Ἐν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας.

Φανοτάταις ἀξίαις τετιμημένος, φωτοφόρῳ διέπρεψας πολιτείᾳ· τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, βοῶν ἀνέδειξας· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν Σου Κύριε.

ς πάντων οἰκονόμος προβεβλημένος, τὴν πάντων ἐπιμέλειαν ἀνεδείξω, τοῖς χρῄζουσι τὸν πλοῦτόν σου διανέμων, ὑποδεχόμενος, φιλοφρονούμενος, μοναζόντων τάγματα, Πάτερ Ὅσιε.

Νομίμοις ἐκτρεφόμενος τοῦ Δεσπότου, ἐν νόμῳ καὶ παιδείᾳ καὶ νουθεσίᾳ, Κυρίου ἐξεπαίδευσας σοῦ τοὺς παῖδας, κράζων θεσπέσιε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν Σου Κύριε.

Θεοτοκίον

Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, Μαρίαν τῶν Ἁγίων ἁγιωτέραν, τὴν ὄντως ἀπειρόγαμον Θεοτόκον, δεῦτε ὑμνήσωμεν πιστοί, κραυγάζοντες· Χαῖρε Μήτηρ ἄχραντε, χαῖρε Δέσποινα.

 

Τοῦ Ὁσίου Κλήμεντος. Τοὺς σοὺς ὑμνολόγους.

Κτησάμενος πᾶσαν τὴν πτωχείαν, τὴν ὄντως σοφὲ πλουτοποιόν, καὶ πένθος τὸ χαρμόσυνον, ἐκτήσω τοῦ θελήματος, τὴν ζωηφόρον νέκρωσιν, καταθαμβὼν τοὺς συνόντας σοι.

Λαμπρῶς ταῖς εὐχαῖς τοῦ Μελετίου, ὁδὸν τοῦ Κυρίου τὴν στενήν, διαπεράσας Ὅσιε, τῶν Οὐρανῶν ἐκέρδησας, τὸν πλατυσμὸν καὶ ἄνεσιν, Κλήμη Πατὴρ ἡμῶν ἔνδοξε.

γήσω τὰ πρόσκαιρα ὡς χόρτον, τρυφὴν τὴν ἐγκράτειαν σαρκός, θησαύρισμα ἀλώβητον, ἀκτημοσύνην πάντιμε, καὶ εὐδοξίαν ἔνθεον, Κλήμη ψυχῆς μετριότητα.

Θεοτοκίον.

Μαρία θυγάτηρ πρωτοπλάστων, καὶ Μήτηρ ὑπάρχεις τοῦ Θεοῦ, σκηνὴ ἡ ἀχειρότευκτος, ἐν ᾗ τὴν σωτηρίαν μου, κρυφιομύστα πάναγνε, ὁ Σὸς Υἱὸς ἱερούργησε.

Ὁ Εἱρμός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 

Κάθισμα. Τοῦ Ὁσίου Κλήμεντος. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Τὴν βαθύγειον ἄρουραν τῆς ψυχῆς, ὡς γηπόνος φιλόθεος γεωργῶν, παθῶν τὰ ζιζάνια, ἀπαθείᾳ κατέκαυσας, καὶ τὸν πολύχουν στάχυν, φυτεύσας ἐν δάκρυσι, ἑκατονταπλασίως, ἐθέρισας δράγματα· ὅθεν τῶν χαρίτων, γεγονὼς σιτοδότης, τοὺς πάντας ἐνέπλησας, ἀγαθῶν ἀξιάγαστε, ὡς ταμεῖον ἀστείρευτον· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πίστει τὴν ἁγίαν μνήμην σου.

Δόξα. Κάθισμα. Ὁσ. Ξενοφῶντος. Ἦχ. πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Ἐντολαῖς τοῦ Δεσπότου ἐπαγρυπνῶν, ἐφ᾿ ὁμοίοις τε τρόποις παῖδας τοὺς σούς, ῥυθμίζων μακάριε, Ξενοφῶν καὶ τὴν σύζυγον, σὺν αὐτοῖς τὰ ἄνω, κληροῦσαι Βασίλεια, πειρασμῶν παντοίων, λιπὼν τὸ κλυδώνιον· ὅθεν εὐφημοῦμεν, εὐσεβῶς ὑμᾶς πάντας, καὶ πόθῳ γεραίρομεν καὶ πιστῶς ἀνακράζομεν· θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου ἄχραντε.

Ἢ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

 

ᾨδὴ δ'. Τοῦ Ὁσίου Ξενοφῶντος. Εἰσακήκοα Κύριε.

νασωθέντες κλύδωνος, βιωτικοῦ, λιμένι εὐσεβείας, ὡρμίσθητε Παῖδες μακαριώτατοι.

Μεμυημένοι γνῶσιν, τῶν θείων, καὶ τὴν τῶν ἀνθρωπίνων, τῷ Θεῷ λατρεύειν προτετιμήκατε.

κ τῆς ἀβύσσου Ὅσιοι, τῆς κοσμικῆς, ῥυσθέντες πανενδόξως, ἀγαθῶν ἀβύσσῳ προσεληλύθατε.

Θεοτοκίον

Λελυτρωμένοι αἵματι, τῷ ἐκ πλευρᾶς, χυθέντι, τοῦ Υἱοῦ σου, Θεομῆτορ πάντες, σὲ μακαρίζομεν.

 

Τοῦ Ὁσίου Κλήμεντος. Ὁ καθήμενος ἐν δόξῃ.

ἀγέλη μοναζόντων, μελισσῶν θεοσύλλεκτος, ἐπεγνώσθη Κλήμη, κύκλῳ τοῦ φρικώδους κελλίου σου, τῆς ἡσυχίας τὸ μέλι ἀποστάζουσα, νουθεσίαις σου, ἐν Σαγματᾷ πανσεβάσμιε.

πλανεῖ διδασκαλίᾳ, Μελετίου τοῦ μάκαρος, καὶ τῇ θείᾳ νεύσει, Κλήμη μονοτρόπων ἐβίωσας, κατὰ παθῶν βασιλεύσας τελεώτατα, καὶ κατέβαλες, τὸν σκολιώτατον δράκοντα.

φετῶν τὴν κορωνίδα, ὁλικῶς ἐπεπόθησας, τοῦ Χριστοῦ ἐν στύλῳ, κράζων ὡς στρουθίον τὸ ὄνομα, μετὰ δακρύων καὶ αἴρων πρὸς οὐράνια, τῶν ὁσίων σου, ζεῦγος χειρῶν τὸ πανάγιον.

Θεοτοκίον.

ερώτατον δοχεῖον, ἀρετῶν πλῆρες Δέσποινα, μυροθήκη θεία, πάντων τῶν ἀνθέων τοῦ Πνεύματος, καὶ θεοφόρος φιάλη ἡ ἐγκλείσασα, τὸν ἀχώρητον, ὤφθης ἡμῖν ἀπειρόγαμε.

 

Ὠδὴ ε'. Τοῦ Ὁσίου Ξενοφῶντος. Ὁ τοῦ φωτὸς χορηγός.

Πρὸς τὴν ἀνώλεθρον, κατεπειγόμενος ζωήν, ἔσπευσας, καταλαβεῖν τὴν ἡγιασμένην, Ἀρκάδιε πόλιν, καὶ τάφῳ τῆς ὄντως ζωῆς προσεπέλασας.

ς εὐπρεπὴς ἀληθῶς, ἡ γενομένη περὶ σὲ πρόνοια, καὶ θαυμαστὴ καὶ δεδοξασμένη, κυβέρνησις θεία, τοῦ πάντων Δεσπότου, παμμάκαρ Ἀρκάδιε.

Σοῦ προμηθούμενος, ὁ ἐν ἀγκάλαις Συμεὼν πρότερον, ἀνακλιθείς, τοῦ θείου Πρεσβύτου, πρεσβύτῃ σε θείῳ, Ἀρκάδιε φέρων, Χριστὸς καθωδήγησεν.

Θεοτοκίον

Υἱὸν τὸν ἄναρχον, καὶ συναΐδιον Πατρὶ τέτοκας, ὑπερφυῶς ἐκ σοῦ σαρκωθέντα, πανάμωμε Κόρη· διὸ Θεοτόκον, Ἁγνή σε κηρύττομεν.

 

Τοῦ Ὁσίου Κλήμεντος. Ἐξέστη τὰ σύμπαντα.

πῆλθες γηθόμενος, ζυγὸν τὸν τοῦ Κυρίου σου, Κλήμη ἀνελθὼν ἐν Σαγματίῳ, καὶ θείας δόξης ἐξ οὐρανοῦ πληρωθείς, ηὔφρανας ὡς ἥλιος λαμπρός, τοὺς προσερχομένους σοι, θεραπεύων νοσήματα.

Προχέει ἡ κάρα σου, Τριάδος τὴν ἐνέργειαν, τὴν μεριζομένην ἀμερίστως, καὶ θεραπεύει τῶν ἀλγουμένων πληγάς, Κλήμη ὡς ἀείῤῥοος πηγή, ἔχουσα ἰάματα, τῆς ψυχῆς καὶ τοῦ σώματος.

δείχθης μονότροπος, οἰκήσας τὸ ἀκρότομον, σπήλαιον σοφὲ τοῦ Σαγματίου, καὶ τῶν πραγμάτων τοῦ οὐρανίου φωτός, ὤφθης ἐποπτεύων μυστικῶς, ἄριστα θεούμενος, τῇ εὐχῇ πανσεβάσμιε.

Θεοτοκίον.

εόντων ἀπόλαυσον, τῇ χάριτι τοῦ τόκου σου, ἤμβλυνε ὁ Κλήμης Θεοτόκε, καὶ ἀπαθείας τὴν λαμπροτάτην στολήν, Μῆτερ ἀνδρικῶς περιβληθείς, πᾶσαν ἡδυπάθειαν, ἀφανίζει τοῦ σώματος.

 

ᾨδὴ ς'. Τοῦ Ὁσίου Ξενοφῶντος. Ἐν ἀβύσσῳ πταισμάτων.

Μακαρίας ζωῆς ἐφιέμενος, τῷ τῶν μοναζόντων προστρέχεις συστήματι, τὴν ζωτικὴν ἐπίπνοιαν, συνεργὸν Ἰωάννῃ ποιούμενος.

Βροτοκτόνου κακίας νεκρότητα, καὶ θανατηφόρον ἰὸν ἀπωσάμενος, τῷ ζωηφόρῳ μνήματι, τοῦ Χριστοῦ Ἰωάννη προσέδραμες.

ωάννου τὸν βίον ἐζήλωσας· καὶ γὰρ ὡς ἐκεῖνος τὴν ἔρημον ᾤκησας, καὶ καθαρῶς ἐβίωσας, Ἰωάννῃ Χριστῷ καθαιρόμενος.

Θεοτοκίον

Οὐρανὸν ὁ τανύσας μονώτατος, ἄλλον οὐρανὸν ἔμψυχον ἀπειργάσατο, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ τοῖς ἐν σκότει ἀνέτειλεν.

 

Τοῦ Ὁσίου Κλήμεντος. Τὴν θείαν ταύτην.

γήσας, Κλήμη μακάριε, ὡς πάχνης ἀδρανέστερα τραύματα, τοῦ πολεμήτορος, ἐν τῷ σπηλαίῳ κατώκησας, ὡς ἀθλητὴς πυκτεύων, τῆς συνειδήσεως.

Μανίαν, Κλήμη ἡγήτορος, Μονῆς τοῦ Μελετίου ἀπέστρεψας, παρέχων ἄφεσιν, τοῦ φθονικοῦ παραπτώματος, ὑπερκοσμίως κράζων ἐπὶ τοῦ ὄρους σου.

ς ὄρθρος, Κλήμη ἀνέτειλας, ἐν ὄρει Σαγματίῳ πανεύφημε, αὐγάσας ἅπαντα, τῶν μοναστῶν τὰ συστήματα, διὰ τοῦ τρόπου Πάτερ τῆς πολιτείας σου.

Θεοτοκίον.

Νοσοῦσαν, φύσιν ἣν ἔπλασε, Χριστὸς ἀθανατίσαι βουλόμενος, ἐκ Σοῦ προέρχεται, θεοχαρίτωτε, σάρκα λαμβάνων ὁ ἄσαρκος, καὶ ἀφθαρτίζει Μῆτερ, ἡμῶν τὸ πρόσλημμα.

Ὁ Εἱρμός.

Τὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον. Τοῦ Ὁσίου Ξενοφῶντος. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τὴν τοῦ βίου θάλασσαν, διεκφυγόντες, Ξενοφῶν ὁ δίκαιος, σὺν τῇ συζύγῳ τῇ σεπτῇ, ἐν οὐρανοῖς συνευφραίνονται, μετὰ τῶν τέκνων, Χριστὸν μεγαλύνοντες.

Κοντάκιον. Τοῦ Ὁσίου Κλήμεντος. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον, ἐν Σαγματίῳ, τὴν ἁγίαν μνήμην σου, ἡ θεοστήρικτος Μονή, ὡς κεκτημένη ἀλώβητον, τὴν θείαν Κλήμη, καὶ πάντιμον κάραν σου.


 

Συναξάριον

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ξενοφῶντος καὶ τῆς συμβίας αὐτοῦ Μαρίας, καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κλήμεντος, τοῦ ἐν τῷ Ὄρει Σαγματίῳ ἀσκήσαντος, πλησίον τῆς Βοιωτίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ Παλαιοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀνανίου πρεσβυτέρου, Πέτρου δεσμοφύλακος, καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμμωνᾶ τοῦ ἐν Αἰγύπτῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παύλας τῆς Ῥωμαίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γαβριήλ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, βάκλοις τυπτόμενοι τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαυΐδ τοῦ Δ΄, τοῦ ἀνακαινιστοῦ, βασιλέως Γεωργίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρκαδίου τοῦ Ῥώσσου, κοιμηθέντος κατὰ τὸ 1592.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γαβριήλ, μητροπολίτου Νόβγκοροντ καὶ Ἁγίας Πετρούπολης, κοιμηθέντος κατὰ τὸ 1801.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Κύριλλος, μητροπολίτης Καζὰν Ῥωσσίας, ἐν ἔτει 1937ῳ, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστῶτος τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Θεοδώρου τοῦ Στουδίτου, καὶ τοῦ Ἁγίου Ἰωσὴφ Θεσσαλονίκης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Τοῦ Ὁσίου Ξενοφῶντος. Ἀντίθεον πρόσταγμα παρανομοῦντος.

Νοὸς καθαρότητι ὁ θεοφόρος, ὑμῶν τὴν συνέλευσιν, καθορῶν προεμήνυσε· Θεὸς γὰρ δίκαιος, τῆς εὐσεβείας ὑμᾶς, θείως ἀμειβόμενος εἰς ἕν, ὡς ἐλεήμων ἐπισυνήγαγε.

Τὸν ζῆλον θεώμενος τῆς εὐσεβείας, τὴν πίστιν δεχόμενος, τὸν πόθον προσιέμενος, ὑμῶν ὁ φιλάνθρωπος, πάντας συνήθροισε, μίαν εἰς ἑστίασιν ὑμᾶς, ὁ εὐεργέτης καὶ ὑπερένδοξος.

Θεοτοκίον

λπὶς ἀκαταίσχυντε, ἐλπὶς βεβαία, καὶ τεῖχος ἀκράδαντον, καὶ σκέπη καὶ βοήθεια, γενοῦ μοι πανάμωμε, τῷ πεποιθότι εἰς σέ· σοὶ γὰρ ἀνατίθημι ἁγνή, πᾶσαν ἐλπίδα τῆς σωτηρίας μου.

 

Τοῦ Ὁσίου Κλήμεντος. Οὐκ ἐλάτρευσαν.

Πλοῦτος ἄσυλος τὸ ξύλον τὸ σωσίκοσμον τοῦ Παντοκράτορος, ἐν τῇ Μονῇ Σαγματᾷ, ὑπάρχει πανόλβιε· τοῦτο γὰρ Ὅσιε, σοὶ ἐδώρησε, ὁ βασιλεὺς τῆς Πόλεως, ὡς ἀλέξημα δαιμόνων.

εῖθρα ἄφθονα ὡς ῥεῦμα ἀνεπίστροφον ἡ θεία κάρα σου, ἐκ τῆς πηγῆς τοῦ Χριστοῦ, βλυστάνει τοῖς μέλπουσι, Κλήμη τὸ μέλισμα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

νδον ἔγραψας τῇ νεύσει τοῦ Κυρίου σου νόμον θεόγραφον, ἐν τῇ ψυχῇ σου καλῶς, κραυγάζων γηθόμενος, Κλήμη τὰ ᾄσματα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σὲ τὴν ἄχραντον Παρθένον τὸ ὡράϊσμα μητέρων κλέϊσμα, τῶν μοναστῶν βοηθόν, μιγάδων τὸ τείχισμα, μέλπομεν λέγοντες· παντευλόγητε, ταῖς σαῖς λιταῖς περίζωσαι, τοὺς αἰτοῦντάς σου τὴν σκέπην.

 

ᾨδὴ η'. Τοῦ Ὁσίου Ξενοφῶντος. Κάμινος ποτέ.

Κάμινον σφοδρῷ πυρὶ τὴν καιομένην, τῆς ἀπ᾿ ἀλλήλων διαστάσεως, στεῤῥῶς ὑπεμείνατε· τὰ γὰρ σπλάγχνα σπαραττόμενοι, καὶ τὰς ψυχὰς πυρούμενοι, κέντρῳ τῆς συμφυΐας, ἄθλους Μαρτύρων ἠνύσατε.

νωθεν ὑμᾶς, νεφέλη δροσοβόλος φιλανθρωπίας ἐπεσκίασε, Σιὼν ἐν τοῖς ὄρεσιν, ἔνθα δρόσος ἡ τοῦ Πνεύματος, τοὺς Μαθητὰς ἐπύρσευσε, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

λεων ἡμῖν, καὶ εὐμενῆ γενέσθαι, τὸν Εὐεργέτην ἱκετεύσατε Πατέρες πανόλβιοι, τοῖς ἡμῶν νῦν μακαρίζουσι, τὸ ἱερὸν μνημόσυνον, φυτῶν ἡνωμένων καὶ συνημμένων τῇ χάριτι.

Θεοτοκίον

Τὸν μονογενῆ, Υἱὸν Θεὸν καὶ Λόγον, τὸν πρὸ αἰώνων ἐξ ἀνάρχου Πατρός, ἀῤῥήτως ἐκλάμψαντα, τὸν τῆς κτίσεως πρωτότοκον, γεγενημένον τέτοκας· ὅθεν σε Θεομῆτορ, πάντα τὰ Ἔθνη δοξάζομεν.

 

Τοῦ Ὁσίου Κλήμεντος. Παῖδας εὐαγεῖς.

Βίον τὸν ἀφρόντιδα θεόφρον, ἠράσθης κατασκηνώσας εἰς Σαγμάτιον, ἔνθα καὶ διέλυσας, τὰς πλοκὰς τοῦ δράκοντος, δίκην ἀράχνην Ὅσιε· διὸ καὶ ἔψαλλες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

σπευσας τὸ χεῖρον ὑποτάξαι, τῷ κρείττονι ἀνδρικῶς ἐκβιασάμενος, φύσιν τὴν φιλόϋλον, Κλήμη παμμακάριστε, γενναίως γὰρ ὑπήνεγκας, φθαρτῶν τὴν ἔλλειψιν, τὸ ψῦχος, τὴν γυμνότητα Πάτερ, τὸ κοινὸν βραβεῖον, κατὰ σκοπὸν διώκων.

ψίπυργος ὤφθης ἐν τῷ στύλῳ, θυμοῦ ἐδαφίσας τὴν ἐνέργειαν, Κλήμη γὰρ ἡγήτορα, τῆς προτέρας μάνδρας σου, τῆς ταραχῆς ἀπήλλαξας, διδοὺς τὴν ἄφεσιν, κραυγάζων· ὁ Θεὸς συγχωρήσοι, Πάτερ τὴν σὴν πτῶσιν, νυνὶ καὶ εἰς αἰῶνας.

Θεοτοκίον.

λκυσον βυθοῦ τῆς ἀπωλείας, πρεσβείαις πρὸς τὸν Υἱόν Σου ἀπειρόγαμε, πάντας τοὺς ὑμνοῦντάς Σε, ἱκεσίοις ᾄσμασι, καὶ μελῳδοῦντας πάναγνε, ἐκ βάθους πάντοτε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Τοῦ Ὁσίου Ξενοφῶντος. Ἀνάρχου Γεννήτορος.

π᾿ ὤμων ἀράμενοι, τὸν τοῦ Χριστοῦ Σταυρὸν ἀληθῶς, διηνύσατε τρίβον τὴν τῆς ἀσκήσεως, πᾶσαν ἀρετὴν ἐκτελοῦντες, ἕως αὐτήν, τὴν ὄντως ἀγήρω, ζωὴν κατειλήφατε, πανοικίᾳ στεφανούμενοι.

Κατακυριεύσαντες, τοῦ τῆς σαρκὸς φρονήματος, τὸν τοῦ Πνεύματος πλοῦτον ἐθησαυρίσατε, χάριν ἰαμάτων, λαβόντες ἐκ τῆς Πηγῆς, τῆς τῶν χαρισμάτων· ᾗ νῦν προσχωρήσαντες, αἰωνίως ἀναπαύεσθε.        

Νικήσαντες Ὅσιοι, τὰς μηχανὰς τοῦ δράκοντος, ἐπὶ τέλει τῶν ἄθλων ἀνηγορεύθητε, τῆς δικαιοσύνης στεφάνους, παρὰ Χριστοῦ, λαβόντες ἀξίως· ὃν νῦν δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

μήτορα πρότερον, κατὰ τὴν πρώτην γέννησιν, δι᾿ ἡμᾶς σαρκωθέντα, τίκτεις ἀπάτορα, δύω γνωριζόμενον φύσεις, τὴν Θεϊκήν, καὶ τὴν Ἀνθρωπίνην, καὶ ταύτας πιστούμενον, ἐνεργείαις Θεονύμφευτε.

Τοῦ Ὁσίου Κλήμεντος. Ἅπας γηγενής.

θυνας τὸν νοῦν, ψυχὴν καὶ διάνοιαν, πρὸς τὸ ἀκρότατον, ἐφετῶν τῆς χάριτος, χωρητικὸν δοχεῖον γενόμενος, ἐνεργειῶν τοῦ Πνεύματος, Κλήμη πανόσιε, καὶ ἐν στύλῳ, ἤστραψας ὡς ἥλιος, καταυγάζων πιστῶν τὰ συστήματα.

σπερ μελισσῶν, ἐφείλκυσας Ὅσιε, πρὸς τὸ Σαγμάτιον, μοναζόντων θίασον, καὶ φωτοφόρον τοῦτον διέπλασας, καθυποτάξας πνεύματι, αὐτῶν τὸ φρόνημα, καὶ ἐκτέμνων, τοῖς ἐνθέοις ῥήμασι, τῶν παθῶν τὰς αἰτίας ἀοίδιμε.

ρθης ἀπὸ γῆς, πρὸς ἄνω σκηνώματα, τοῦ Παντοκράτορος, καὶ πρεσβεύεις πάντοτε, ὑπὲρ ἡμῶν τῶν πίστει τιμώντων σε, καὶ ἐκτελούντων Ὅσιε, τὴν θείαν μνήμην σου, τὴν σὴν κάραν, ἐν τῷ μέσῳ ἔχοντες, ὡς κειμήλιον Κλήμη πανάγιον.

Θεοτοκίον.

Λάμπρυνον ταχύ, λαῶν τὴν σκοτόμαιναν, θείαις ἐλλάμψεσι, τῶν πρεσβειῶν σου νύμφη ἀνύμφευτε, ἀφάτως γὰρ ἐκύησας, φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον, πάντα εἰσερχόμενον, ἐν τῷ κόσμῳ Ἁγνὴ ἀειπάρθενε.

Ὁ Εἱρμός.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου Κλήμεντος. Ἦχος β΄. Σαρκὶ ὑπνώσας.

Συντρίψας τόξον δυνατῶν, ἀσκητικῷ φρονήματι, ἰσάγγελος ἐν τῷ στύλῳ, τοῦ Σαγματίου γέγονας, καὶ ὤφθης ὡς ὑψίκορμος, Κλήμη τῆς θεωρίας ὁ φοῖνιξ πανεύφημε.

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου Ξενοφῶντος. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἐσκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ παροικῶν ᾠκειώθης, ὦ Ξενοφῶν τῷ Κυρίῳ, Ὃν δυσώπει παμμάκαρ, παθῶν ἡμᾶς ἐξελέσθαι.

Θεοτοκίον

Τὰς στρατιὰς τῶν Ἀγγέλων, καὶ τῶν ἁγίων τους χορούς, ὑπερανέστηκεν ὄντως, τὰ μεγαλεῖά σου Ἁγνή· διὸ Χριστὸν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἑπταικότος.

 


Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ