ΙΑΝΟΥΑΡΙΟΣ 25. ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΘΕΟΛΟΓΟΣ

 

+ ΙΑΝΟΥΑΡΙΟΣ ΚΕ΄.

ΓΡΗΓΟΡΙΟΣ ΘΕΟΛΟΓΟΣ

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια.  Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Θεολόγῳ σου στόματι, Θεολόγε Γρηγόριε, θεολόγῳ γλώττῃ τε ἐφανέρωσας, τὸν ἐν Τριάδι ὑμνούμενον, Θεὸν ὁμοούσιον, τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ ἐξήρανας, τὴν μωρίαν τῶν Ἑλλήνων καὶ τὸ ψεῦδος, τὴν ἀλήθειαν κηρύττων, τοῖς θεοφθόγγοις σου ῥήμασι.

Καὶ τὸ εἶδός σου τίμιον, ἡ μορφή τε αἰδέσιμος, ἱερὲ Γρηγόριε· διὰ τοῦτό σε, χαρμονικοῖς μελῳδήμασι, τιμῶμεν καὶ λέγομεν· Χαίροις ἄστρον νοητόν, καταυγάζον τὰ πέρατα, τῇ λαμπρότητι, τῶν σοφῶν σου ῥημάτων· χαίροις σάλπιγξ, ἡ κηρύττουσα τῷ κόσμῳ, τοῦ Ἰησοῦ τὰ ἐντάλματα.

Τὸ πολύφωνον ὄργανον, τὴν κιθάραν τὴν ἔμμουσον, λιγυρὰν κινύραν τε τὴν ἡδύπνοον, Ἱεραρχῶν τὸν ὑπέρτατον, τὸν μέγαν Διδάσκαλον, Ἐκκλησίας τοῦ Χριστοῦ, ἐπαινέσωμεν μέλποντες· Χαίροις χάριτος, τῆς ἐνθέου τὸ βάθος· χαίροις ὕψος, οὐρανίων νοημάτων, Πατὴρ Πατέρων Γρηγόριε.

Τῇ σφενδόνῃ τῶν λόγων σου, τῶν ἐνθέων θεόπνευστε, κραταιῶς πανένδοξε ἐσφενδόνησας, καθάπερ λύκον τὸν Ἄρειον, καὶ πόῤῥω ἐδίωξας, ἐκ τῆς ποίμνης τοῦ Χριστοῦ, ὁ Ποιμὴν ὁ πανάριστος, τὰ σὰ πρόβατα, περιθάλπων τῇ χλόῃ τῆς Τριάδος· διὰ τοῦτό σε τιμῶμεν, Ποιμὴν Ποιμένων Γρηγόριε.

 

Δόξα. Ἦχος πλ. β'

Ἱεραρχῶν τὸν ἀρχηγόν, Πατριαρχῶν τὸ γέρας, τὸν μύστην τῶν δογμάτων, καὶ ἐννοιῶν Χριστοῦ, νοῦν τὸν ἀκρότατον, συνελθόντες ὦ θεόφρονες, πνευματικοῖς ἐγκωμίοις, αἰνέσωμεν λέγοντες· Χαίροις θεολογίας πηγή, σοφίας ποταμέ, καὶ βρύσις θείας γνώσεως· χαίροις ἀστὴρ φαεινότατε, ὅτι τὸν κόσμον ἅπαντα, καταυγάζεις σοῖς δόγμασι· χαίροις τῆς εὐσεβείας, ὑπέρμαχος ὁ μέγας, καὶ τῆς ἀσεβείας, διώκτης ὁ γενναῖος. Ἀλλ' ὦ πάνσοφε Θεολόγε Γρηγόριε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπέρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀεί, τὴν θεάρεστον καὶ σεβάσμιον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ

Δεῦτε οἱ ἐρασταί, σοφίας τῆς ἐνθέου, τὸν θεῖον Θεολόγον, ὑμνήσωμεν βοῶντες· Χαίροις σοφὲ Γρηγόριε.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στόμα τὸ ἱερόν, τὴν θεολόγον γλῶσσαν, τὸν νοῦν τὸν θεῖον πάντες, τοῦ σοφοῦ Γρηγορίου, αἰνέσωμεν θεόφρονες.

Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Τράπεζαν μυστικήν, ηὐτρέπισε τοῖς πᾶσι, τῶν θείων αὐτοῦ λόγων, Γρηγόριος ὁ μέγας· δεῦτε πιστοὶ τρυφήσωμεν.

Δόξα. Τριαδικόν.

Τριάδα τὴν σεπτήν, Πατέρα Λόγον Πνεῦμα, ὁ θεῖος Θεολόγος, ἐδίδαξε πιστεύειν, ἕνα Θεὸν ἀχώριστον.

Καὶ νῦν. Θεοτοκίον

Μητέρα σε Θεοῦ, Θεὸν δὲ τὸν Υἱόν σου, ὁ μέγας Θεολόγος, ἐδίδαξε πιστεύειν, Μαρία Μητροπάρθενε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α'.

Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις

 


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Πάτερ Γρηγόριε τὰ σά, χείλη οὐχ ὁ πρόξενος, τῆς λήθης τάφος ἐκάλυψε· θεολογίας γάρ, ἀνεδείχθης στόμα, εὐσεβείας δόγματα, καὶ νῦν τῇ οἰκουμένῃ φθεγγόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Γρηγόριε σοφῶς, τῆς σαρκὸς ἐξέκλινας, τὸ δυσμενὲς καὶ ἐπίβουλον· οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Γρηγόριε Θεοῦ, καὶ ἀνθρώπων γέγονας, πιστὸς μεσίτης τῇ χάριτι· καὶ νῦν εὐΐλατον, εὐπαῤῥησιάστοις, προσευχαῖς τιθεὶς ἡμῖν, Χριστὸν μὴ διαλίπῃς πρὸς Κύριον, πρεσβεύων Ὅσιε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἕτερα Προσόμοια. Ἦχος β'. Ποίοις εὐφημιῶν

Δεῦτε, ἐν ἱεροῖς μέλεσιν, εὐφημήσωμεν τὸν θεηγόρον, τὸ γρήγορον ὄμμα τῆς χάριτος, καὶ πάνσοφον στόμα τοῦ Πνεύματος· τὸν λαμπρὸν φωστῆρα οἰκουμένης, τὸ μέγα τῆς Ἐκκλησίας περιήχημα, τὸ κλέος Ὀρθοδοξίας τὸ πανθαύμαστον, θεολογίας τὴν βρύσιν· τῶν θείων δογμάτων, τὸν ἀέναον ποταμόν, τὴν πηγὴν τὴν βρύουσαν, ἀμβροσίας θεῖα νάματα.

 

Πόθῳ, πνευματικῷ σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν τῶν Ἀποστόλων ὁμότροπον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, τῆς θεηγορίας τὴν πλημμύραν, τὸ ῥεῦμα τῆς διδασκαλίας τὸ ἡδύτατον, τῶν λόγων τῶν ὑψηγόρων τὴν ἀσφάλειαν, τὰ οὐρανόβροντα χείλη· τὴν πυρίπνουν γλῶσσαν, τῆς σοφίας τὸν θησαυρόν, τοῦ Λόγου τὸν κήρυκα, τῶν πιστῶν τὸ ἐγκαλλώπισμα.

 

Ὕμνοις, χρεωστικοῖς ἅπαντες, ἐπαινέσωμεν τὸν Θεολόγον· τοῦ Χριστοῦ τῆς ποίμνης τὸν φύλακα, ἀγρευτὴν τῶν λύκων δὲ πάνσοφον, ζιζανίων νόθων ἐλατῆρα· σπορέα ὀρθῶν δογμάτων τὸν πανθαύμαστον, διώκτην αἱρετιζόντων ἰσχυρότατον, τὸν ἐπαυξήσαντα ὄντως, ἐγρηγόρσει θείᾳ, τοῦ Χριστοῦ τὰ τάλαντα ὡς εἰκός, καὶ κόσμον φωτίσαντα, διδαχῶν θείαις λαμπρότησι.

 

Δόξα. Ἦχος πλ. δ'

Ἡ γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα, τὰς τῶν ῥαθύμων ψυχὰς διανίστησι· καὶ θεοφθόγγοις ῥήμασι, κλῖμαξ εὑρίσκεται τοὺς ἐκ γῆς πρὸς οὐρανὸν ἀναφέρουσα· διὸ Γρηγόριε Θεολόγε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ἐκ κινδύνων σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 6-7 & Γ, 13-16 & 8...)

Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου· διὸ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, πλησθήσεσθε πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 31-32 & ΙΑ, 1-12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ, 7-15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α'

Ἐνθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ, νομίμως προκαθηράμενος, τῷ τῆς θεολογίας ὄρει προσέβης, τὰ θεῖα μυσταγωγούμενος, θεοφάντορ Γρηγόριε· καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν, ὁμοούσιον, ἐγγεγραμμένην Τριάδα· ἣν προσκυνοῦντες διὰ σοῦ, ἀνυμνοῦντες λέγομεν· Ἡ ἐν Τριάδι γινωσκομένη Μονάς, ἐλέησον ἡμᾶς.

Λόγῳ Θεοῦ ἀνοίξας τὸ στόμα σου, τὸ τῆς σοφίας εἵλκυσας Πνεῦμα· καὶ πλήρης χάριτος γενόμενος, τὰ θεῖα ἐβρόντησας δόγματα, τρισμάκαρ Γρηγόριε, καὶ ταῖς Ἀγγελικαῖς συμμυηθεὶς δυνάμεσι, τὸ τρισσὸν ἐκήρυξας φάος καὶ ἀμέριστον· διὸ ταῖς σαῖς ἐλλαμφθέντες θεηγορίαις, Τριάδα προσκυνοῦμεν, ἐν μιᾷ θεότητι γνωριζομένην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Δόξα... Ἦχος ὁ αὐτός.

Τῇ πυρίνῃ γλώσσῃ σου θεοῤῥῆμον Γρηγόριε, τὰς θεομάχους ἐνέπρησας, τῶν αἱρετιζόντων γλωσσαλγίας· θεῖον ὡς ἀληθῶς ἀνεδείχθης στόμα, ἐν Πνεύματι λαλῆσαν, τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ γράμμασι διατυπῶσαν, τὴν τῆς κρυφιομύστου Τριάδος, ὁμοδύναμον οὐσίαν· καὶ τὸ τρισήλιον φῶς, κατέλαμψας τὸν περίγειον κόσμον, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν ἀληθῶς

Χαίροις, θεολογίας πηγή, καὶ θεωρίας ὑψηλῆς ἐνδιαίτημα· τὸν ἄνω βυθὸν γὰρ Πάτερ, μετ’ εὐσεβοῦς λογισμοῦ, ἐρευνήσας πᾶσι διετράνωσας, τρισὶν ἐν Ἡλίοις, μίαν φωτὸς εἶναι σύγκρασιν, ἑνιζομένην, τῷ ταυτῷ τῆς Θεότητος, τρισσουμένην δέ, ταῖς σεπταῖς ὑποστάσεσι· βίου μὲν καθαρότητι, λαμπρότητι λόγων δέ, σέβειν διδάσκων Τριάδα, τὴν παναγίαν θεόπνευστε· παρ’ ἧς ἐκπεμφθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Αἴγλῃ, θεολογίας τῆς σῆς, τὴν τῶν αἱρέσεων σκοτόμαιναν ἔλυσας· πηγὴν γὰρ ἀπαυγασμάτων, θεοσεβεῖ λογισμῷ, Θεολόγε φθάσας καὶ θεόφρονι, αὐγαῖς ταῖς ἐκεῖθεν, ἐκδιδομέναις ὡμίλησας· διαφανὲς γάρ, τὸν σὸν νοῦν ὥσπερ ἔσοπτρον, ἐργασάμενος, τὸ τρισσὸν τῆς Θεότητος, Πάτερ φῶς καὶ ἀμέριστον, ἐδέξω λαμπρότατα, καὶ τὴν ἀκτῖνα πλουσίως, τὴν ἑνιαίαν ἐχώρησας· ἣν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Χαίροις, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ ἀεὶ πλήρης τῶν ὑδάτων τῆς χάριτος, ὁ πᾶσαν εὐφραίνων πόλιν, τοῦ Βασιλέως Χριστοῦ, τοῖς ἐνθέοις λόγοις καὶ διδάγμασι, τρυφῆς ὁ χειμάῤῥους, τὸ ἀνεξάντλητον πέλαγος· ὁ τῶν δογμάτων, ἀκριβὴς φύλαξ ἔννομος· ὁ θερμότατος, τῆς Τριάδος ὑπέρμαχος, ὄργανον τὸ τοῦ Πνεύματος, ὁ νοῦς ὁ ἐγρήγορος· εὔηχος γλῶσσα τὸ βάθος, τὸ τῶν Γραφῶν ἑρμηνεύουσα, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ'

Τὰς καρδίας τῶν πιστῶν, γεηπονῶν τῇ γλώσσῃ σου Γρηγόριε, εὐσεβείας ἐν αὐταῖς, ἀειθαλεῖς ἐβλάστησας καρποὺς τῷ Θεῷ, τὰς ἀκανθώδεις αἱρέσεις πρόῤῥιζον ἐκτεμών, καὶ κοσμῶν τοὺς λογισμοὺς καθαρότητι· διὸ δεχόμενος ἡμῶν τὰ ἐγκώμια, ἡ θεία λύρα, ὁ γρήγορος ὀφθαλμός, τῶν ποιμένων ὁ Ποιμήν, ὁ τῶν λύκων ἀγρευτής, πρέσβευε ἐκτενῶς, Θεολόγε τῷ Λόγῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ'. Τί ὑμᾶς καλέσωμεν

Πάντων ἡ ἀντίληψις Δέσποινα, κλονουμένῳ μοι Παρθένε, ἐκ τοῦ σκότους τῶν δεινῶν, ταῖς τοῦ βίου τρικυμίαις, ποντουμένῳ τε ἀεί, ῥανίδα, τοῦ ἐλέους σου κατάπεμψον, καὶ χεῖρα, βοηθείας σου παράσχου μοι· καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἐκλεκτῶν, καὶ δικαίων με, ὡς ἄβυσσον, τετοκυῖα τοῦ ἐλέους Ἁγνή.


 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α'.

Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Θείας Πίστεως

Θείαν ἔλλαμψιν, κεκληρωμένος, βίον ἄϋλον, ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, Ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Θείας φύσεως, οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον

Γρηγορήσας τῷ λόγῳ τῆς ἀληθείας Χριστοῦ, τῆς Τριάδος τὸ κράτος ἐθεολόγησας· τὴν Ἀρείου δυσσεβῆ καὶ παράνομον, κακοδοξίαν καθελών, ὡς εὐσεβείας ἀριστεύς, καὶ πρόμαχος Ἱεράρχα, ἐφώτισας τοὺς ἐν σκότει, τῆς ἀγνωσίας καθεύδοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τῆς ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον πανάμωμε· καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχὰς προσφέρειν καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λογον

Στηλιτεύων τὴν πλάνην τῶν δυσσεβῶν, τὰς Γραφὰς διανοίγων θεοπρεπῶς, ἐξέπεμψας δόγματα, ὑπὲρ μέλι ἡδύνοντα, τῶν πιστῶν τὰς καρδίας, σαφῶς ἀξιάγαστε, τῇ Τριάδι λατρεύειν, ἐν Μονάδι Θεότητος· ὅθεν τοῦ Σωτῆρος, τὴν μορφὴν ἐν εἰκόνι, προέστησας ἀσπάζεσθαι, σχετικῶς τὸ ἀνθρώπινον. Θεολόγε Γρηγόριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Δεῦτε πάντα τὰ Ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· Χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος· χαῖρε μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεότοκε πανύμνητε· χαῖρε πάνσεμνε Νύμφη ἡλιοστόλιστε· χαῖρε πάντων χαρὰ τῶν ὑμνούντων σε.

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον, Ἱεραρχικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον, Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· αὐτὸς καὶ νῦν πανεύφημε, Θεολόγε Γρηγόριε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 


Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Τὸν θεοῤ(ῥ)ήμονα Γρηγόριον τὸν ἀοίδιμον, ᾄδω. Θεοφάνους.

ᾨδὴ α' . Ἦχος α' Χριστὸς γεννᾶται

Τὸν θεολόγον τὸν δεύτερον, τὸν στῦλον τοῦ φωτὸς τὸν οὐράνιον, σοφίας Θεοῦ τὴν σάλπιγγα, δεῦτε τῶν τούτου λόγων οἱ ἐρασταί, πόθῳ συνελθόντες, εὐφημήσωμεν αὐτὸν ὡς θεοκήρυκα.

Λόγος Πάτερ ὁ ἄναρχος, ὁ πάντων ὡς Θεὸς προμηθούμενος, προνοητικῇ δυνάμει σε, μάκαρ τῇ Ἐκκλησίᾳ, οἷα Μητρί, λόγῳ καὶ σοφίᾳ, χαριτώσας σου τὸν νοῦν, δῶρον χαρίζεται.

Νοῦν ἡγεμόνα ποιούμενος, παθῶν τῶν τῆς σαρκὸς κατεκράτησας, καὶ χωρητικὸς γενόμενος, θείων ἀπαυγασμάτων, ἕνα Θεόν, ἐν τρισὶ προσώποις, κατεφώτισας ἡμᾶς, σέβειν Γρηγόριε.

Θεοτοκίον

Θεοῦ Σοφία πανάμωμε, τὸν οἶκον ἑαυτῆς ᾠκοδόμησεν, ἐν τῇ σῇ γαστρὶ σκηνώσασα, τῇ κεχαριτωμένῃ, καὶ ὑπὲρ νοῦν, τούτῳ ἑνωθεῖσα, καθ’ ὑπόστασιν Ἁγνή, ὤφθη ὡς ἄνθρωπος.

Καταβασία.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

 

ᾨδὴ γ'. Τῷ πρὸ τῶν αἰώνων

χων τῆς σοφίας, τὴν πηγὴν ἀενάως βλυστάνουσαν, τῶν θεοσόφων διδαγμάτων, τὴν Χριστοῦ Ἐκκλησίαν, παμμάκαρ ἐπλήρωσας, τῷ ἐπὶ πάντων βοῶσαν Θεῷ· Ἅγιος εἶ Κύριε.

τῆς εὐσεβείας, μεγαλόφωνος κήρυξ καὶ εὔσημος, θεολογίας θεολόγος, θησαυρὸν θεωρίας, ἀφθόνως προβάλλεται, καὶ διανέμει πλουσίως ἡμῖν, πλοῦτον ἀναφαίρετον.

ήτωρ ὁ πυρίπνους, ἡ θεόφθογγος λύρα τῆς χάριτος, τῇ θεολόγῳ ἐπιπνοίᾳ, καὶ φθογγῇ θεοπνεύστῳ, ἠχήσας λαμπρότατα, τρισυποστάτου οὐσίας ἡμῖν, μέλος ἐμελῴδησεν.

Θεοτοκίον

Θεογεννήτωρ, ἡ Βασίλισσα πάσης τῆς κτίσεως, τὸν Βασιλέα τῶν ἁπάντων, δυσωποῦσα μὴ παύσῃ Χριστόν, ὃν ἡμῖν ἐγέννησας, εἰς σωτηρίαν τῶν ἐπὶ γῆς, σῶσαι τοὺς ὑμνοῦντάς σε.

Καταβασία.

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Ἐξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας, τῶν Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς Πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεολόγε Γρηγόριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὅταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με σύνταξον δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου σκότους, καὶ πάσης κολάσεως, τὸν σὸν ἀχρεῖον δοῦλον, ἐξάρπασον ἄχραντε· ἵνα εὐχαρίστως, μεγαλύνω τὸν πλοῦτον, τῆς σῆς ἀγαθότητος, Θεοτόκε πανύμνητε, καὶ βοῶ σοι γηθόμενος· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ᾨδὴ δ'. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί

Μύστης τῆς Τριάδος γεγονώς, τῇ ταύτης κατελάμπρυνας, τὴν οἰκουμένην ἐπιγνώσει σοφέ, δογμάτων μαρμαρυγάς, ἐξαστράπτων Ὅσιε, τῆς σῆς ἀκριβοῦς διδασκαλίας· ἣν μελετῶντες ἀεί, πάντες εὐσεβῶς ἀνυμνοῦμέν σε.

ρθρος εὐσεβείας φαεινός, ἀκτῖνα τὴν τρισήλιον, εἰσδεδεγμένος ἐξανέτειλας, καὶ νύκτα τὴν ζοφεράν, δυσσεβῶν αἱρέσεων, αἴγλῃ τῶν σοφῶν σου διδαγμάτων, ἐδίωξας καὶ ψυχάς, Πάτερ τῶν πιστῶν κατεφαίδρυνας.

Νοῦν τὸν ὑπερούσιον πηγήν, τοῦ Λόγου καὶ τοῦ Πνεύματος, ἐξ ἀϊδίου θεολόγῳ βροντῇ, παμμάκαρ θεολογῶν, εὐσεβῶς ἐδίδαξας, τοῦτο παρ’ αὐτῆς μεμυημένος, τῆς ὄντως θεαρχικῆς, καὶ τῆς ἀρχιφώτου Θεότητος.

νῆλθες εἰς ὄρος ἀρετῶν, τῶν κάτω μεθιστάμενος, καὶ νεκρῶν ἔργων ἀφιστάμενος· καὶ πλάκας χειρὶ Θεοῦ, γεγραμμένας δόγματα, τῆς σῆς ἀκραιφνοῦς θεολογίας, ἐδέξω μυσταγωγέ, τῶν ὑπερκοσμίων Γρηγόριε.

Θεοτοκίον

Γνώμῃ πρὶν πεσόντα τὸν Ἀδάμ, ἀνέστησας πανάμωμε, τὴν ἐνυπόστατον τεκοῦσα ζωήν, ἐκ μήτρας παρθενικῆς, ἁγνισθείσης Πνεύματι, καὶ πρὸς ἀπαθῆ καὶ θειοτέραν ἀκήρατόν τε φυγήν, τοῦτον ἐπανήγαγες Δέσποινα.

Καταβασία.

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ᾨδὴ ε'. Θεὸς ὢν εἰρήνης

ημάτων ὁ φθόγγος, ὁ θεῖος τῶν σῶν, καὶ δογμάτων, ἡ χάρις ἡ ἔνθεος, ὡς τάχος ἀστραπῆς, πᾶσαν ἐπέδραμε τὴν γῆν, Τριάδα ἐν Μονάδι, Μονάδα ἐν Τριάδι, προσκυνεῖν Θεολόγε, θεολογῶν καὶ ἐκδιδάσκων ἡμᾶς.

ράσθης τῆς ὄντως, σοφίας Θεοῦ, καὶ τῶν λόγων τὸ κάλλος ἠγάπησας, καὶ πάντων προτετίμηκας, τερπνῶν τῶν ἐπὶ γῆς· διό σε τῷ στεφάνῳ, παμμάκαρ τῶν χαρίτων, εὐπρεπῶς ἐκόσμησε, καὶ θεολόγον ἀπειργάσατο.

Γνωστῶς σὺ τὸν Ὄντα, ὡς πάλαι Μωσῆς, καθορᾶν θεοῤῥῆμον ἐπόθησας, καὶ τούτου τὰ ὀπίσθια, τῇ πέτρᾳ σκεπασθείς, ἰδεῖν κατηξιώθης, καὶ πέλαγος τῆς θείας, ἐμυήθης οὐσίας, ἀκαταλήπτως φανερούμενον.

Θεοτοκίον

πάλαι τὴν Εὔαν, μητέρα τὴν σήν, διαπλάσας ἐκ σοῦ σεσωμάτωται, ἐκείνης τὸ κατάκριμα, καὶ τὴν παρακοήν, προδήλως θεραπεύων, καὶ λύων ὡς οἰκτίρμον, καὶ Δεσπότης τῶν ὅλων, Θεογεννῆτορ Μητροπάρθενε.

Καταβασία.

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα· ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

ᾨδὴ ς'. Σπλάγχνων Ἰωνᾶν

είθροις τῶν σοφῶν, δογμάτων σου πάνσοφε, Ἀρείου τὸν νοῦν τὸν θολερώτατον κατεξήρανας, ἐν γαλήνῃ φυλάττων τὴν ποίμνην σου, ἀπερίκλυστον, καθάπερ λογικὴν κιβωτόν· ᾗπερ εὐσεβείας σπέρματα, ἐναπέθου τὸ κάλλος τῶν λόγων σου.

να τῆς σεπτῆς, Τριάδος τὴν ἔλλαμψιν, πλουτήσῃς τὸν νοῦν, Πάτερ ἐστίλβωσας ἀκηλίδωτον, ὡς καινὸν καὶ νεόσμηκτον ἔσοπτρον, δι’ ἀσκήσεως ἀρίστης ἐργασάμενος· ἔνθεν καὶ θεοειδέστατος, ἀνεδείχθης ταῖς θείαις ἐμφάσεσιν.

λος συγκραθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, ἐγένου φωστήρ, Πάτερ ὁλόφωτος, τῇ λαμπρότητι, τῶν σῶν λόγων φωτίζων τὰ πέρατα, καὶ τῇ τῆς θεολογίας καθαρότητι, τέρπων τὴν τερπνὴν ὁμήγυριν, τῶν πιστῶν Θεολόγε Γρηγόριε.

Νέος Σαμουήλ, θεόσδοτος πέφηνας, δοθεὶς τῷ Θεῷ καὶ πρὸ συλλήψεως, παμμακάριστε, σωφροσύνῃ ἁγνείᾳ κοσμούμενος, καὶ τῇ τῆς ἱερωσύνης παναγίᾳ στολῇ, Πάτερ καθωραϊζόμενος, μεσιτεύων τῷ Πλάστῃ καὶ πλάσματι.

Θεοτοκίον

Τόμος καθαρὸς τὸν Λόγον δεχόμενος, γραφόμενον νῦν, τὸν ἀπερίγραπτον, τῇ Θεότητι, ἐγνωρίσθης Προφήταις καὶ πρότερον, Μητροπάρθενε Μαρία Θεονύμφευτε· σὺ γάρ, τὸν ἀπεριόριστον, ἐν γαστρί σου ἀφράστως ἐχώρησας.

Καταβασία.

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.


Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον

Θεολόγῳ γλώττῃ σου, τὰς συμπλοκὰς τῶν ῥητόρων, διαλύσας ἔνδοξε, ὀρθοδοξίας χιτῶνα, ἄνωθεν, ἐξυφανθέντα τὴν Ἐκκλησίαν, ἐστόλισας· ὃν καὶ φοροῦσα, σὺν ἡμῖν κράζει, τοῖς σοῖς τέκνοις· Χαίροις Πάτερ, θεολογίας ὁ νοῦς ὁ ἀκρότατος.

Ὁ Οἶκος

Ἐκ τῆς θεολογικῆς καὶ ὑψηλῆς σοφίας σου, ἔμπλησόν μου τὸν νοῦν, τὸν πτωχὸν καὶ ταλαίπωρον, ὅπως ἀνυμνήσω τὸν βίον σου Πάτερ· οὐ γὰρ ἰσχύσω λόγον προσάξαι σοι, εἰμὴ σὺ παράσχῃς μοι λόγον καὶ γνῶσιν, ἰσχὺν καὶ σύνεσιν· ὅπως ἐκ τῶν σῶν τὰ σὰ προσφέρω σοι, καὶ ἐκ τοῦ πλούτου τῶν ἀρετῶν σου, ἐκεῖθεν ἔχω ἀφορμάς, καὶ στεφανώσω τὴν σεπτὴν καὶ ἁγίαν κορυφήν σου, σὺν τοῖς πιστοῖς ἀνακράζων· Χαίροις Πάτερ, θεολογίας ὁ νοῦς ὁ ἀκρότατος.

Συναξάριον.

Τῇ ΚΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μεδούλη, καὶ οἱ σὺν αὐτῇ, πυρὶ τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Καστίνου, ἐπισκόπου Βυζαντίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βρετανίωνος, ἐπισκόπου Τόμεως τῆς Μικρᾶς Σκυθίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρτεμᾶ, τοῦ ἐν Ποτιόλοις τῆς Ἰταλίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πουπλίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδότου, ἡγουμένου τῆς Μονῆς Πουπλίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπολλώ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Δουΐνουεν, ἢ Δουΐν, ἢ Εὐλογημένης, ἐν τῷ Χλανδούϊν τῆς Οὐαλίας, προστάτιδος τῶν νέων ζευγαριῶν καὶ κατὰ τῶν σαρκικῶν παθῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δημητρίου τοῦ σκευοφύλακος, τοῦ κατὰ τὸν 8ο αἰῶνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαργαρίτας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Αὐξέντιος, ἐκ Βελλᾶς Ἰωαννίνων, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1720ῳ, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μωϋσέως, ἐπισκόπου Νόβγκοροντ Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιανοῦ, ἀρχιεπισκόπου
Ῥοστὼβ Ῥωσσίας, κοιμηθέντος κατὰ τὸ ἔτος 1516.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνατολίου τῆς Ὄπτινα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γαβριὴλ, ἐπισκόπου Ἰμερέτης Γεωργίας, κοιμηθέντος κατὰ τὸ ἔτος 1896.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Βλαδίμηρος, μητροπολίτης Κιέβου, ἐν ἔτει 1918ῳ, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστώτος, τυφεκισθεὶς τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νέα Ὁσιομάρτυς Μαργαρίτα ἡ Ῥωσσίδα, ἐν ἔτει 1918ῳ, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστώτος, τυφεκισθείσα  τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Οἱ Παῖδες εὐσεβείᾳ

λος ἐπιθυμίᾳ γλυκασμός τε, προφανῶς ὁ λόγος σου, ὅλος Γρηγόριε μεστός, εὐφροσύνης καὶ φαιδρότητος, θυμηδίας ἐμπιπλῶν, τοὺς πίστει ψάλλοντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Νοῒ πεφωτισμένῳ τὴν πηγήν, τῶν φωτισμάτων ἔφθασας· καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς, πυρπολούμενος κατέφλεξας, Εὐνομίου γλωσσαλγίας τῇ Τριάδι βοῶν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

νοίξας καταῤῥάκτας τῆς ἀβύσσου, τῶν σοφῶν δογμάτων σου, ἀναστομώσας τε πηγὰς τῆς σοφίας σου, κατέκλυσας τοὺς τῆς πλάνης ἀρχηγούς, καταστραπτόμενος τῷ ἑνιαίῳ φωτὶ καὶ τρισηλίῳ.

Θεοτοκίον

μβρος ὡς ἐπὶ πόκον καταβάς, ἐν σῇ γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμός, ἡ πηγὴ τῆς ἀγαθότητος, ὁ σταγόνας ὑετοῦ ἐξαριθμούμενος, ὁ τῶν Πατέρων Θεὸς εὐλογημένος.

Καταβασία.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελωδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'. Θαύματος ὑπερφυοῦς

σον τῷ Πατρὶ τὸν Λόγον καὶ τὸ Πνεῦμα, ἀγαθότητι καὶ βασιλείᾳ, εὐσεβῶς ἐδίδαξας, οὐσιώδη καὶ φυσικήν, τὴν ταυτότητα γινώσκων καὶ τὴν ἕνωσιν· διὸ ἀνεβόας ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Δόξης τῆς ἀγγελικῆς κατηξιώθης· ὡς γὰρ Ἄγγελος ἔλαμψας κόσμῳ, τῇ Τριάδι πάνσοφε, καθαγνίσας ἐπιμελῶς, τὴν ψυχήν τε καὶ τὸ σῶμα καὶ διάνοιαν· ᾗ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

λεων ταῖς προσευχαῖς σου τὸν Δεσπότην, ἐργασάμενος αἴτησαι Πάτερ, τῶν πταισμάτων ἄφεσιν, τοῖς ἐν πίστει τὴν ἱεράν, καὶ πανέορτόν σου μνήμην ἑορτάζουσιν· ἐν ᾗ γεγηθότες ἀναμέλπομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Μύστης τῆς τρισυποστάτου Μοναρχίας, καὶ Θεότητος τῆς ἐν Τριάδι, ἀρετῶν ἀσκήσεσι, χρηματίσας Τριαδικός, Θεολόγος ἀνεδείχθης παμμακάριστε, καὶ νῦν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ταῖς ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι᾿ ἡμᾶς ἐπτώχευσε, σὲ Μητέρα τὴν καλλονήν, Ἰακὼβ εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντες ἀναμέλπομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς λοχείας σου

Νέμει σοι ζωὴν ἀκήρατον, ἡ ἀρχικὴ Τριάς, ἣν ἐθεολόγησας, δεξαμένη σου, τὰ δι᾿ αὐτὴν ἀγωνίσματα, καὶ τὰ δόγματα, καὶ τὰ παλαίσματα· ᾗ νῦν Πάτερ παρέστης, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.

Αἴγλῃ τριφεγγοῦς λαμπρότητος, τῆς ἐκ μιᾶς προερχομένης θεότητος, ἐλλαμπόμενος, ἱερομύστα Γρηγόριε, τοὺς ὑμνοῦντάς σε πίστει περίσῳζε, καὶ τῇ τῶν σῶν δογμάτων, θεολογίᾳ φωταγώγησον.

Δρόμον τὸν καλὸν τετέλεκας, τῆς ἀρχικῆς Τριάδος ὑπεραγωνισάμενος, καὶ θεώσεως, ὡς θεολόγος τετύχηκας, καὶ τοῦ θείου σου πόθου πληρώσεως, μετείληφας ἀξίως, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.

Θεοτοκίον

τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε μυστήριον, τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπόκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.

Καταβασία.

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.

Ἐν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς

Μονάδα τρισυπόστατον, καὶ Τριάδα τελείαν, ἐν μιᾷ τῇ θεότητι, πάνσοφε Θεολόγε, ἐδίδαξας προσκυνεῖσθαι, φῶς εἰπὼν τὸν Πατέρα, καὶ τὸν Υἱὸν φῶς αὖθίς τε, φῶς τὸ Ἅγιον Πνεῦμα· ἀλλὰ ἓν φῶς, ἀμερὲς ἀσύγχυτον· εἷς Θεὸς γάρ, τρανῶν τὸ ὁμοούσιον, ὦ Γρηγόριε μάκαρ.

Ἐξαποστειλάριον. Ὅμοιον.

Ὑψηγορίᾳ χρώμενος, σῶν δογμάτων πανσόφως, τρανῶς ἐθεολόγησας, τὸ ἀπόῤῥητον βάθος, τῶν τοῦ Χριστοῦ μυστηρίων, ἄθλους τε τῶν Ἁγίων, καὶ βίους ἐῤῥητόρευσας, ὦ Γρηγόριε μάκαρ· καὶ νῦν Θεός, ἐν μεθέξει πέλων τῇ πρὸς τὸ θεῖον, σώζοις κἀμέ καὶ δέχοιο, σαῖς σκηναῖς Θεολόγε.

Θεοτοκίον

Μετὰ τῆς Θεομήτορος, καὶ Παρθένου Μαρίας, καὶ Βασιλείου πάνσοφε, παρεστὼς τοῦ Μεγάλου, τῇ ἀπροσίτῳ Τριάδι, τὴν εἰρήνην τῷ κόσμῳ, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ ἡμῖν σωτηρίαν, πρέσβευε, νῦν τοῖς ἀνευφημοῦσί σε Θεολόγε, Ἀρχιερεῦ Γρηγόριε, Ῥῆτορ τῆς Ἐκκλησίας.

 

 

 

Αἶνοι. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς

Διατεμὼν τὸν τοῦ γράμματος σὺ γνόφον, εἰσέδυς τῷ πνεύματι πρὸς φῶς ὑπέρτερον· καὶ τὴν ἐκεῖθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας ἐπλούτισας, Γρηγόριε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ· ταῖς ἀστραπαῖς δὲ τῶν λόγων σου, σκοτώδη νέφη, τὰ τῶν αἱρέσεων ἀπεμείωσας· ὅθεν αὐλίζῃ ἔνθα ἦχος, ἑορταζόντων Ἀγγέλοις συνόμιλος, ἱκετεύων ἀπαύστως τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Θεολόγος ὁ δεύτερος καὶ μύστης, τῆς θείας ἐλλάμψεως, ὁ τῆς Τριάδος φαιδρός, ὑπογραφεὺς ὁ τὴν ἄῤῥητον, καὶ θείαν φύσιν, ὑπερφυῶς διδάσκων Γρηγόριε· καὶ νῦν τηλαυγέστερον, ἐπαπολαύων Θεοῦ, τῶν σὲ τιμώντων μνημόνευε, καὶ ὑπερμάχει, τῆς Ἐκκλησίας, ἣν συνεκρότησας· σοῦ γὰρ ὁ φθόγγος ἐπὶ πάντα, τῆς οἰκουμένης διῆλθε τὰ πέρατα, ἐκδιδάσκων δοξάζειν, τὴν Τριάδα ὁμοούσιον.

Γεωπονήσας τῇ γλώσσῃ θεηγόρε, καρδίας ταῖς αὔλαξι σπόρον τὸν ἔνθεον, θεολογίας ἐπλούτισας, τῆς ἀνωτάτω, τῆς Ἐκκλησίας ἄπαν τὸ πλήρωμα· ἐντεῦθεν ζιζάνια πυρὶ τοῦ Πνεύματος, τὰ τῶν αἱρέσεων ἔφλεξας, φιλοσοφίας, τῆς θεϊκῆς τρεφόμενος ἔρωτι, Πάτερ Πατέρων, καὶ Ποιμὴν Ποιμένων καὶ δόξα πιστῶν, Ἱερέων φωστήρ, οἰκουμένης τὸ κλέος, παμμακάριστε Γρηγόριε.

Τῷ τῆς σοφίας κρατῆρι προσπελάσας, τὸ τίμιον στόμα σου, Πάτερ Γρηγόριε, θεολογίας ἐξήντλησας, τὸ θεῖον νᾶμα, καὶ τοῖς πιστοῖς ἀφθόνως μετέδωκας· αἱρέσεων ἔφραξας, ῥοῦν τὸν ψυχόλεθρον, τὸν βλασφημίας ἀνάμεστον, ὡς κυβερνήτην· εὗρε καὶ γάρ σε Πνεῦμα τὸ Ἅγιον, ἀποσοβοῦντα καὶ ἐλαύνοντα, ὡς ἀνέμων πνοάς, δυσσεβῶν τὰς ὁρμάς, ἐν Μονάδι οὐσίας, τὴν Τριάδα καταγγέλλοντα.

 

Δόξα. Ἦχος α'.

Τὴν λύραν τοῦ Πνεύματος, τὸ τῶν αἱρέσεων θέριστρον, καὶ ὀρθοδόξων ἥδυσμα, τὸν δεύτερον Ἐπιστήθιον, τὸν τοῦ Λόγου αὐτόπτην, τοῖς δόγμασι γενόμενον, τὸν σοφὸν Ἀρχιποίμενα, τῆς Ἐκκλησίας τὰ θρέμματα, θεολογικοῖς ὕμνοις προσείπωμεν· Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς σεαυτὸν Γρηγόριε, ὡς ὁ Διδάσκαλος Χριστός, ὑπὲρ ἡμῶν, καὶ σὺν Παύλῳ χορεύεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.


Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ