ΙΑΝΟΥΑΡΙΟΣ 24. ΟΣΙΑ ΞΕΝΗ ΡΩΜΑΙΑ & ΟΣΙΑ ΞΕΝΗ ΣΑΛΛΗ ΡΩΣΣΙΔΑ
ΙΑΝΟΥΑΡΙΟΣ ΚΔ΄.
ΞΕΝΗ ΟΣΙΑ ΡΩΜΑΙΑ
& ΞΕΝΗ ΟΣΙΑ ΣΑΛΛΗ ΡΩΣΣΙΔΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια τῆς Ῥωμαίας. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Μεταναστεύουσα πρῴην τῇ διαθέσει σεμνή, καὶ βεβαιοῦσα ἔργῳ, τὸ κριθέν σοι ἐννοίᾳ, ἐξῆλθες τῆς ματαίας τῶν ἡδονῶν, μακαρία λειότητος, καὶ ἀρετῶν τῇ τραχείᾳ εὐθυδρομεῖς, ἀναβάσει ξενιτεύσασα.
Ἐν τῷ λιμένι τοῦ θείου προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων, τῶν τοῦ κόσμου τὸν σάλον, ψυχῆς δέ σου τὸ πλοῖον ὅλον σεμνή, ἀδιάκλυστον φέρουσα, ἐξ ἡδονῶν τῆς πικρίας τῶν μυστικῶν, ἀγωγίμων μένεις ἔμπλεως.
Θεοπρεπεῖ τῇ μιμήσει σὺ ξενιτεύσασα, τοῦ δι’ ἡμᾶς ἐξ ἄνω, πρὸς ἡμᾶς κατελθόντος, ὑψῶσαι τοὺς πεσόντας μένεις σοφή, συγγενέσι μὲν ἄγνωστος, ἀλλ’ εὐσεβέσι γνωστὸς ὡς πρὸς τὸν Θεόν, Ξένη πάντοτε πρεσβεύουσα.
Καὶ γ’ τῆς Ῥωσσίδος. Ὅμοια.
Τὸ πῦρ τῆς θείας ἀγάπης ἐν τῇ καρδίᾳ σου, εἰσδεξαμένη Μῆτερ, ξένη ὤφθης ἐν κόσμῳ, καὶ βίον ὑπελθοῦσα ἀσκητικόν, ἐν μωραῖς προσποιήσεσι, Ξένη ἐδέξω ἀξίως παρὰ Χριστοῦ, τῶν καμάτων σου τὰ ἔπαθλα.
Τῆς ἐν σαρκὶ πολιτείας σου Ξένη πάνσεμνε, ξενίζουσι τὰς φρένας, τῶν πιστῶν οἱ ἀγῶνες, ὡς ἄσαρκος γὰρ ἔζησας ἐπὶ γῆς, ἐν νηστείαις καὶ δάκρυσι, καὶ ἐπιπλάστῳ μωρίᾳ τὸν σοφιστήν, τῆς κακίας καταβέβληκας.
Ἐν ταπεινώσει καρδίας σεμνὴ ἀνύσασα, τοὺς σοὺς στεῤῥοὺς ἀγῶνας, τὴν τοῦ Πνεύματος χάριν, ἐδέξω οὐρανόθεν· ὅθεν σαφῶς, προαγγέλλεις τὰ μέλλοντα, αἰνιγματώδεσι λόγοις καὶ προορᾶς, ὡς ἐγγὺς τὰ πόῤῥω ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Ἢ Σταυροθεοτοκίον.
Ἀναρτηθέντα ὡς εἶδεν ἐπὶ Σταυροῦ τὸν Υἱόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκί;
Ἀπολυτίκιον. Τῆς Ῥωμαίας. Ἦχος γ΄. Θείας πίστεως.
Ξένην ἤνυσας, ζωὴν ἐν κόσμῳ, ξένην ἔσχηκας, προσηγορίαν, ὑπεμφαίνουσαν τῇ κλήσει τὸν τρόπον σου· σὺ γὰρ νυμφίον λιποῦσα τὸν πρόσκαιρον, τῷ ἀθανάτῳ ὁσίως νενύμφευσαι. Ξένη ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον. Τῆς Ῥωσσίδος. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ξενοτρόπως ἐν κόσμῳ Ξένη βιώσασα, τὸν σοφιστὴν τῆς κακίας κατεσοφίσω στεῤῥῶς, προσποιήσεσι μωραῖς νοΐ θεόφρονι· ὅθεν τὰ πόῤῥῳ προορᾶν, καὶ προλέγειν ἐμφανῶς, ἐδέξω χάριν θεόθεν, καὶ μεταστᾶσα τῶν τῇδε, χοροῖς Ἁγίων συνηρίθμησαι.
ΕΝ Τῼ ΟΡΘΡῼ
Ὁ Κανὼν τῆς Ῥωμαίας.
ᾨδὴ α' Ἦχος πλ. δ'. ᾌσμα ἀναπέμψωμεν λαοί.
Ξένον ὄντα πάσης ἀρετῆς, καὶ μακρυνθέντα πράξεσιν, ἀπὸ Θεοῦ ἀτόποις, οἰκείωσόν με τούτῳ, εὐχαῖς εὐπροσδέκτοις σου, Ξένη σεμνὴ Ὁσία, σοῦ τὸν ξένον βίον εὐφημοῦντα.
Πῦρ σε ἀναφλέξαν νοητόν, ὡς ὕλην εὐκατάπρηστον, τὴν κοσμικὴν ἀπάτην, καὶ σαρκικὸν μνηστῆρα, ἀρνήσασθαι ἔπεισε, γνώμῃ ἀνδρειοτάτῃ, καὶ Κυρίῳ ἀγνῶς μνηστευθῆναι.
Ξένην ἐννοήσασα ζωήν, ἐν οὐρανοῖς τὴν μένουσαν, καὶ μὴ παρεχομένην τὴν κλῆσιν ὡς τὴν πρᾶξιν, ἠμείψω καὶ ἔδραμες, ἔλαφος ὡς διψῶσα, ἀθανάτου κατ’ ἴχνος μνηστῆρος.
Θεοτοκίον
Ὕμνοις τὴν πανάχραντον πιστοί, Μαρίαν εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν τῶν πάντων πιστῶν σωτηρίαν.
Καὶ ὁ Κανὼν τῆς Ῥωσσίδος, οὗ ἡ ἀκροστιχίς: Τὴν θεόφρονα γεραίρω Ξένην. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὴν χάριν τοῦ Πνεύματος, εἰσδεδεγμένην θεόπνευστε, τὸν νοῦν ἐκκαθάρασα, ἰλύος τῆς τῶν παθῶν, λόγου δίδου μοι, ἰσχὺν Ὁσία Ξένη, ὑμνῆσαι τοῦ βίου σου, τὰ κατορθώματα.
Ἡλίου λαμπρότερον, ἡμῖν ἐξέλαμψεν σήμερον, ἡ πάμφωτος μνήμη σου, Ξένη θεόληπτε, καὶ κατηύγασε, πιστῶν τὰς διανοίας, ἣν πόθῳ γεραίρομεν, Χριστὸν δοξάζοντες.
Νεκρώσασα φρόνημα, τὸ τῆς σαρκὸς θείαις πράξεσι, ζωὴν τὴν ἰσάγγελον, ἐν κόσμῳ ἔζησας, τὴν ἐπίπλαστον, μωρίαν ὑπελθοῦσα, δι’ ἧς ἀπεμώρανας, Ξένη τὸν δόλιον.
Θεοτοκίον.
Θεὸν μετὰ σώματος, προαγαγοῦσα δι’ ἔλεος, ἡμᾶς ἐκκαλούμενον, πρὸς τὴν ἀρχαίαν χαράν, Κόρη πάναγνε, καρδίας μου τὴν λύπην, διάλυσον δέομαι, ὡς χαροπάροχος.
ᾨδὴ γ'. Τῆς Ῥωμαίας. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.
Κατακρατήσας ἔρως ὁ θεϊκός, τῆς ἁγνῆς ψυχῆς σου, λήθην λαμβάνειν σε, τῶν τῆς ἀσκήσεως πόνων ἔπεισε, σεμνὴ καὶ τῆς φύσεως.
Τοῦ ἀθανάτου μνηστῆρος καλλοναῖς, ἡδομένη κάλλη σαρκὸς ἐμάρανας, καὶ ὤφθης ὡραιοτάτη, θεῖον πρὸς νυμφῶνα σκηνώσασα.
Κεχρυσωμένας πτέρυγας ἀρετῶν, κτησαμένη ὕψος πρὸς οὐράνιον, ἐπέτασας μακαρία, ὡς περιστερὰ ἀδιάφθορος.
Θεοτοκίον
Ἡ φωτεινὴ νεφέλη τοῦ νοητοῦ, καὶ φαιδροῦ Ἡλίου τοῦ ἀνατείλαντος, ἐκ τῆς γαστρός σου Παρθένε, φώτισον τὰς ψυχὰς τῶν ὑμνούντων σε.
Τῆς Ῥωσσίδος. Τοὺς σοὺς ὑμνολόγους.
Ἐτρώθης τῷ ἔρωτι τῷ θείῳ, ὡς ἤνεγκας Μῆτερ καρτερῶς, συζύγου σου τὴν στέρησιν, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ὁσίως ἠκολούθησας, Ξένη μωραῖς προσποιήσεσιν.
Οὐδόλως ἐκάμφθης ἐν τῇ βίᾳ, τῆς φύσεως Ξένη ἀληθῶς, ἀλλ’ ἔστης ἀκατάβλητος, τῷ ἱερῷ ἀγῶνί σου, ὃν ἐν ὁδοῖς διήνυες, τῆς Πετρουπόλεως πάνσεμνε.
Φόβῳ θεϊκῷ στοιχειουμένη, διένειμας Μῆτερ εὐσεβῶς, τὸν πλοῦτόν σου τοῖς πένησι, τὸν πλοῦτον θησαυρίζουσα, τὸν ἀληθῆ καὶ κρείττονα, τῆς ἐν Χριστῷ τελειότητος.
Θεοτοκίον.
Ῥείθροις τοῦ ἐλέους Σου Παρθένε, ἀπόπλυνον ῥύπον τῶν παθῶν, τῶν τῆς ψυχῆς μου δέομαι, καὶ ῥῦσαί με πανάμωμε, τῆς ψυχοφθόρου ἔξεως, τῇ κραταιᾷ ἀντιλήψει Σου.
Ὁ Εἱρμός
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα. Τῆς Ῥωσσίδος. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσά σοι σεμνή, χάρις πολλὴ παρὰ Θεοῦ, ἀντὶ τῶν πόνων καὶ τῶν θείων καμάτων σου· ἐντεῦθεν οἱ πιστοί, τῷ θείῳ τάφῳ σου, προστρέχοντες παθῶν, ταχεῖαν ἴασιν, καὶ συμφορῶν καὶ κινδύνων τὴν λύτρωσιν, Ξένη Ὁσία λαμβάνουσι, Χριστὸν ὑμνοῦντες, τὸν σὲ πλουσίως, θαυμαστώσαντα πάνσεμνε.
Δόξα. Κάθισμα. Τῆς Ῥωμαίας. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν δι’ οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, Αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον· ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν πανάγιον τόκον σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα, ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
ᾨδὴ δ'. Τῆς Ῥωμαίας. Ἐξ ὄρους κατασκίου.
Προῖκα τῷ Χριστῷ προσῆξας τὴν ἁγνείαν, νέκρωσιν μελῶν, καὶ πόνους ἐγκρατείας, καὶ ἀντεδέξω οὐράνιον Βασιλείαν, καὶ αἰωνίζουσαν ἀπόλαυσιν.
Βρέχουσα στρωμνήν, τοῖς δάκρυσιν Ὁσία, καὶ μετὰ σποδοῦ, ἐσθίουσα τὸν ἄρτον, τῆς παρακλήσεως ἔτυχες τῆς ἀγήρω, καὶ Παραδείσου ἀπολαύσεως.
Τύπον σεαυτήν, καλῶν παρεχομένη, εἵλκυσας πολλάς, ψυχὰς εἰς σωτηρίαν, ἀποῤῥαγείσας τοῦ κόσμου τῆς προσπαθείας, Ξένη θεόφρον ἀξιάγαστε.
Θεοτοκίον
Χαίροις παρ’ ἡμῶν, Ἁγία Θεοτόκε· χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ· χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνή.
Τῆς Ῥωσσίδος. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁλοτρόπως ἀνετέθης τῷ Κυρίῳ πανεύφημε, καὶ πάντα ἀπώσω, γνώμῃ οὐρανόφρονι, καὶ ἐν ἀγῶσι καὶ πόνοις διετέλεσας, ὡς ἀσώματος, Ξένη τὸν βίον σου ἅπαντα.
Νοητῶς τῆς ἀφθαρσίας τὴν στολὴν ἐξυφαίνουσα, ῥάκεσι τὸ σῶμα, Μῆτερ εὐτελέσιν ἐκάλυπτες, καὶ τοῦ ἀσάρκου ἐχθροῦ κακίαν ἅπασαν, ἀπεγύμνωσας, συντονωτάτῃ ἀσκήσει σου.
Ἀφορήτῳ ἐν χειμῶνι ἐν τῇ θέρμῃ τοῦ Πνεύματος, ἤνεγκας ἀνδρείως, τὸν κρυμὸν σεμνὴ τὸν δριμύτατον, καὶ τῶν παθῶν τὸν χειμῶνα, Ξένη ἔλυσας, τῶν ὁρώντων σου, τὰ ὑπὲρ φύσιν παλαίσματα.
Θεοτοκίον.
Γεωργὸν ἀγεωργήτως τοῦ παντὸς γεωργήσασα, κεχαριτωμένη, ὅτι Σὲ ἡ ῥάβδος ἐδήλωσεν, ἡ ἀποτίστως ἀνθήσασα πανύμνητε, ἀποξήρανον, τὰ τῶν παθῶν μου βλαστήματα.
ᾨδὴ ε'. Τῆς Ῥωμαίας. Τὸν ζόφον τῆς ψυχῆς μου διασκέδασον.
Ὡς δάμαλις ποθοῦσα, τοῦ ποιμένος τὸ θεῖον κάλλος ἐκραύγαζες· Ποῦ νῦν ποιμαίνεις Νυμφίε; ποῦ κοιτάζῃ εἰπέ μοι; ἐπιποθῶ σου ἰδεῖν, τὴν ὑπερβάλλουσαν θέαν, καὶ φλέγομαι πάντοθεν.
Ἐράσμιον τὸ κάλλος, τὸ ἐμὸν βοᾷ ὁ Νυμφίος, ζητοῦσα σεμνή, ταῖς ἀρεταῖς λαμπρυνθεῖσα, εἰς οὐρανούς με σκόπει· ἐκεῖ ποιμαίνω ἐγώ, καὶ τὰ ἐμὰ προσκαλοῦμαι, ἑκάστοτε θρέμματα.
Τρυγὼν ὡραιοτάτη, χελιδὼν λαμπροτάτη, καὶ νοητὴ ἀηδών, τῶν ἰξευτῶν διαδρᾶσα, τῶν νοητῶν παγίδας, ἐδείχθης Ξένη σεμνή, καὶ ἐναπόθετον κάλλος, Χριστοῦ ἀξιάγαστε.
Θεοτοκίον
Ἀμήτορα τῶν ἄνω, ἐπ’ ἐσχάτων τοῖς κάτω τίκτεις ἀπάτορα, οὐσιωθέντα Παρθένε, τὸ ἡμέτερον ὅλον, δι’ εὐσπλαγχνίαν πολλήν, ὃν ἐκδυσώπει σωθῆναι, φθορᾶς τοὺς ὑμνοῦντάς σε.
Τῆς Ῥωσσίδος. Ἐξέστη τὰ σύμπαντα.
Ἐξίσταντο βλέποντες, ἐν γυναικείῳ σώματι, φέρουσαν τοὺς πόνους ἀνενδότως, τῶν εὐσεβούντων σε τάξεις πάνσεμνε, καὶ τὴν καρτερίαν σου σεμνή, τὴν πολλὴν ἐθαύμαζον, ἣν Χριστός σοι παρέσχετο.
Ῥυσθεῖσα τοῦ σώματος, φροντίδων καὶ ἀνέσεων, ἐν ταλαιπωρίᾳ καὶ στενώσει, τῷ Ζωοδότῃ Χριστῷ ἐλάτρευσας· ὅθεν ὑπεδέξω παρ’ Αὐτοῦ, χάριν τὰ ἐσόμενα, προορᾶν Ξένη πάνσεμνε.
Ἀγρύπνοις ἐν στάσεσι, καὶ τῶν γονάτων κλίσεσι, καὶ ταῖς παννυχίοις προσευχαῖς σου, ἱλεουμένη Χριστὸν τὸν Κύριον, ἔλαβες πλουσίως παρ’ Αὐτοῦ, θεϊκὰ χαρίσματα, τοὺς πιστοὺς καταπλήττοντα.
Θεοτοκίον.
Ἰάτρευσον Δέσποινα, νοσοῦσαν τὴν καρδίαν μου, πάθεσι καὶ πταίσμασιν ἀμέτροις, καὶ ταύτην πλῆσον τοῦ θεϊκοῦ φωτισμοῦ, ὡς ἂν τοῦ ἐχθροῦ τὰς προσβολάς, πάσας ἀποκρούσωμαι, καὶ σωθῶ τῇ Σῇ χάριτι.
ᾨδὴ ς'. Τῆς Ῥωμαίας. Ἱλάσθητί μοι Σωτήρ.
Τὴν ξένην σου βιοτήν, καὶ ὑπὲρ ἄνθρωπον ἄσκησιν, δοξάζων ὁ διὰ σέ, ξενιτεύσας ἔνδοξε, σημείοις καὶ τέρασι, παραδόξοις ὄντως, σὲ Ὁσία κατεκόσμησε.
Τὸν ξενωθέντα μακράν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, οἰκείωσόν με ταῖς σαῖς, Ὁσία δεήσεσι, καὶ ξένον με ποίησον, τῆς δεινῆς γεέννης, καὶ παθῶν συνεχόντων με.
Τῷ κύκλῳ τῶν ἀρετῶν, καταστεφθεῖσα ἀνέδραμες, πρὸς ὃν ἐπόθεις Χριστόν, κύκλου δι’ ἀστέρων σε, ὑπὲρ νοῦν μηνύοντος, τοῖς ἐγγὺς καὶ πόῤῥω, ξενοτρόπως Ξένη ἔνδοξε.
Θεοτοκίον
Ὁ νώτοις χερουβικοῖς, ἀπεριγράπτως καθήμενος, περιγραπτὸς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε, σαρκὶ οὐ θεότητι, καὶ ἐκ σοῦ προῆλθε, διασῴζων τὸ ἀνθρώπινον.
Τῆς Ῥωσσίδος. Τὴν θείαν ταύτην.
Ῥωσσίας ἄνθος τὸ εὔοσμον, καὶ πάσης Ἐκκλησίας τὸ καύχημα, ὕμνοις τιμήσωμεν, Ξένην τὴν θείαν καὶ πάνσεμνον, τὴν ἐν πλαστῇ μωρίᾳ, Χριστὸν δοξάσασαν.
Ὡς πλήρης θείας ἐλλάμψεως, τὰ μέλλοντα Ὁσία προέβλεπες, καὶ προεκήρυττες, συμβολικοῖς Μῆτερ λόγοις σου, τὰ πόῤῥω τοὺς ἀκούοντας καταπλήττουσα.
Ξενίζει πᾶσαν διάνοιαν, ὁ ξένος ἀληθῶς Μῆτερ βίος σου, καὶ τὰ θαυμάσια, ἃ ἐνεργοῦντα ἑκάστοτε, τῷ ἱερῷ σου τάφῳ Ξένη πανθαύμαστε.
Θεοτοκίον.
Ἐκ τῶν ἀχράντων λαγόνων Σου, ὁ τῆς δικαιοσύνης ἀνέτειλεν, ἄδυτος Ἥλιος, σωματικῶς καὶ κατηύγασε, Παρθενομῆτορ κόσμου τὰ πέρατα.
Ὁ Εἱρμός
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον. Τῆς Ῥωμαίας. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τὸ σὸν ξενότροπον Ξένη μνημόσυνον, ἐπιτελοῦντες οἱ πόθῳ τιμῶντές σε, ὑμνοῦμεν Χριστὸν τὸν ἐν ἅπασι, σοὶ παρέχοντα ἰσχὺν τῶν ἰάσεων· Ὃν πάντοτε δυσώπει, ὑπέρ πάντων ἡμῶν.
Κοντάκιον. Τῆς Ῥωσσίδος. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν σὸν πλοῦτον νείμασα, τοῖς ἐνδεέσι, τὴν πτωχείαν ἔστερξας, ἔρωτι θείῳ τοῦ Χριστοῦ, καὶ ἰσαγγέλως βιώσασα, Ξένης τῆς ἄνω, εὐκλείας ἠξίωσαι.
Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Ξένης τῆς Ῥωμαίας, καὶ τῶν δύο αὐτῆς θεραπαινίδων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης τῆς Ῥωσσίδος, τῆς διὰ Χριστὸν σαλλῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Παύλου, Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα τοῦ ἐν Σικελίᾳ, καὶ Ἀγαπίου καὶ Τιμοθέου, τῶν μαθητῶν αὐτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βάρσιμος, σὺν τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ, ἐν Περσίᾳ, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἑρμογένους καὶ Μάμαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Χρυσοπλοκής.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μακεδονίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φίλωνος, Ἐπισκόπου Καρπασίας Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φιλήμονος, ἐπισκόπου Καρπάθου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλιππικοῦ ἢ Φιλίππου, τοῦ Πρεσβυτέρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουπισίνου, ἐγκλείστου ἐν Ὠβὲρν Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Χλέδατ, τῆς νήσου Μπάρτζι τῆς Οὐαλίας, κατὰ τὸν 6ο αἰῶνα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζωσιμᾶ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Σωρανοῦ, ἡγουμένου ἐν Σώρᾳ τῆς Καμπανίας τῆς Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλοθέου, κτήτορος τῆς Μονῆς Φιλοθέου Ἁγίου Ὄρους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου, τοῦ Καζὰν Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ ἐν Ῥακότιντσι Ἀχρίδος, κοιμηθέντος ἐν Κυρίῳ ἐν ἔτει 1940ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείας, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τῆς Ῥωμαίας. Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ.
Τοῖς σπαργάνοις ἡ Ῥώμη ἐκκαυχᾶται, ἡ δὲ Μύλασσα πλέον τοῖς λειψάνοις, ἐξ ὧν πηγάζεις θαύματα, τοῖς πιστοῖς θεονύμφευτε.
Ποταμὸς ἀνεδείχθης ἰαμάτων, παθημάτων θαλάσσας κατακλύζων, τῶν μελῳδούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.
Κατεκοίμισας πάθη ψυχοφθόρα, ἐν πολλαῖς ἀγρυπνίαις μακαρία, καὶ τὸν δικαίοις ὕπνον ὕπνωσας, ὑπὲρ τοῦ κόσμου πρεσβεύουσα.
Θεοτοκίον
Τὸν ἐκ σοῦ σαρκωθέντα ὑπὲρ λόγον, δυσωποῦσα μὴ παύσῃ Θεοτόκε, ἐκ τῶν παγίδων ῥύσασθαι, τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Τῆς Ῥωσσίδος. Οὐκ ἐλάτρευσαν.
Νοῦν ἀλάστορα εἰς τέλος ἐταπείνωσας τῇ ταπεινώσει σου, διὰ Χριστὸν τὸν Θεόν· διὸ ὑπερύψωσαι, Ξένη κραυγάζουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἡ τοῦ βίου σου λαμπρότης Ξένη πάνσεμνε ἣν μόνοι ἔβλεπον, οἱ καθαροὶ τῇ ψυχῇ, τὴν σὴν προϋπέφαινεν, δόξαν οὐράνιον, ἧς μετέσχηκας, τελέσασα τὸν δρόμον σου, τὸν Χριστὸν δοξολογοῦσα.
Νοῦν θεόφρονα καὶ πλήρη θείας χάριτος πλουτοῦσα ἔνδοξε, μωρίαν πλασματικήν, μετήρχου μωραίνουσα, τὸν παναλάστορα, Χριστῷ ψάλλουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γῆ ἀνήροτος ἐδείχθης Μητροπάρθενε ὡς προεκήρυξαν, Προφῆται οἱ τοῦ Θεοῦ, ἀσπόρως γὰρ ἔτεκες, Χριστὸν τὸν Κύριον, Ὃν δυσώπησον, Παρθένε ἱκετεύω Σε, οἰκτειρῆσαι τὴν ψυχήν μου.
ᾨδὴ η'. Τῆς Ῥωμαίας. Ὁ στεγάζων ἐν ὕδασι.
Ἁρμοσθεῖσα γέγραπται, ἑνὶ ἀνδρὶ τῷ Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν εὐσεβῶς, ἤσκησας ἔνδοξε, καὶ πρὸς θάλαμον θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας.
Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα· σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε· σοὶ τοὺς ὄμβρους προσφέρω τῶν δακρύων· σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας.
Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὃν ἐφετόν, ἐδοξάσθης Κόρη, δεδοξασμένῳ κολληθεῖσα Χριστῷ· σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων, τῷ Σωτῆρι σὲ μιμησαμένων· μεθ’ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας.
Θεοτοκίον
Μονήν σε ἐξελέξατο, καὶ καλλονὴν Ἰακώβ, τοῦ Πατρὸς ὁ Λόγος, καὶ σοῦ ἐν μέσῳ κατεσκήνωσε· καὶ ὡς ηὐδόκησεν, ὑπὲρ πάντας ὡραῖος, τοὺς ἀνθρώπους πάναγνε προῆλθε, τὴν ἀμαυρωθεῖσαν, ἡμῶν καθᾶραι φύσιν.
Τῆς Ῥωσσίδος. Παῖδας εὐαγεῖς
Ἔχει ἡ πληθὺς τῶν εὐσεβούντων, τὸν τάφον σου ἰατρεῖον ὡς ἀδάπανον, Ξένη παναοίδιμε, Ὀρθοδόξων καύχημα, ᾧ πίστει προσερχόμενοι, ἀεὶ λαμβάνομεν, τὰς δόσεις, τὰς ἁγίας Ὁσία, καὶ τὴν θεραπείαν, ψυχῶν τε καὶ σωμάτων.
Ῥώμῃ θεϊκῇ δυναμουμένη, τῆς φύσεως τοὺς θεσμοὺς Μῆτερ ἐκβέβηκας· ἔνθεν ὡς ἀσώματος, ἤνυσας τὸ στάδιον, τὸ μέγα τῆς ἀσκήσεως, Ξένη κραυγάζουσα· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄνωθεν μὴ παύσῃ ἐφορῶσα, Ὁσία καὶ ἐποπτεύουσα ἑκάστοτε, τοὺς πανηγυρίζοντας, τὴν ἁγίαν μνήμην σου, καὶ τοῖς πιστῶς κραυγάζουσι, χάριν παρέχουσα· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σύντριψον ἐχθροῦ τὴν δυναστείαν, Παρθένε δι’ ἧς πειρᾶται ἀπολέσαι με, καὶ τὴν ἀνειμένην μου, πάθεσι καὶ θλίψεσι, καρδίαν ἐνδυνάμωσον, ψάλλειν ἑκάστοτε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ δοξολογεῖτε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμός
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Τῆς Ῥωμαίας. Εὐλογητὸς Κύριος.
Δι’ ἀσθενείας ἔνδοξε, τὸν ἀνίσχυρον ἐχθρόν, ἐτροπώσω ξένην μετελθοῦσα ζωήν, καὶ πάθη σαρκὸς θανατώσασα· καὶ νῦν οὐρανοὺς περιπολεῖς, ἔνθα τὸ σὸν ὑπῆρχεν, ἀληθῶς πολίτευμα, ὡς ἁγνὴ Παρθένος.
Εὐλογητὸς Κύριος, ὁ λιμένα γαληνόν, ἰαμάτων δείξας τὴν σεπτήν σου σορόν, τοῖς ἀεὶ κινδυνεύουσι πελάγει, καὶ ζάλῃ τῶν παθῶν, Μοναζουσῶν τὸ κλέος, καὶ Παρθένων καύχημα, θεοφόρε Ξένη.
Τῶν ἐφετῶν τὸ ἀκρότατον, καθαρώτερον ὁρᾷς, θεουμένη λάμψεσι ταῖς θείαις ἁγνή· ὁρᾷς δὲ ἃ βλέπουσιν Ἄγγελοι· χορεύεις σὺν πᾶσιν ἐκλεκτοῖς ἁμαρτημάτων λύσιν, αἰτουμένη πάντοτε, τοῖς σὲ εὐφημοῦσιν.
Ὡς παρθενίας τέμενος, ὡς ἁγνὴν περιστεράν, ὡς τρυγόνα ἄμωμον, ὡς νύμφην Χριστοῦ, ὡραίαν καλήν σε καὶ ἄμεμπτον, ὡς ἄγαλμα θείων ἀρετῶν, ὡς κῆπον κεκλεισμένον, οἱ πιστοὶ γεραίρομεν, θεοφόρε Ξένη.
Θεοτοκίον
Ῥήμασι σοῖς ἑπόμενοι, γενεαὶ τῶν γενεῶν, Μαρία σε μακαρίζομεν ἀεί· Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἐκύησας ἄχραντε Ἁγνή, τὸν πάντας μακαρίους, τοὺς αὐτῷ δουλεύοντας ἀψευδῶς ποιοῦντα.
Τῆς Ῥωσσίδος. Ἅπας γηγενής.
Ἴθυνας σεμνή, τὰ σὰ διαβήματα πρὸς τὴν ἐκπλήρωσιν, τοῦ θείου θελήματος, πᾶσαν λιποῦσα φροντίδα πρόσκαιρον, καὶ τῷ Χριστῷ δουλεύσασα ψυχῆς θερμότητι, ἐπαξίως, οὐρανίως ἔτυχες, φερωνύμως ξενίας θεόπνευστε.
Μόνον τοῦ Χριστοῦ, τὸ κάλλος ποθήσασα κάλλη τὰ πρόσκαιρα, ὁλοψύχως ἔλιπες, Ξένη Ὁσία ἀειμακάριστε, καὶ βίον καθαρώτατον ἀμέμπτως ἔζησας· διὰ τοῦτο, πρὸς τὰ ὑπερκόσμια, μεταβέβηκας κάλλη καὶ ἄῤῥητα.
Ὄμβροις μυστικοῖς, τῶν σῶν παρακλήσεων Ξένη κατάσβεσον, τῶν παθῶν τὴν κάμινον, τὴν ταπεινήν μου ψυχὴν φλογίζουσαν, καὶ ὡς τερπνὸν θυμίαμα, τοῦτον τὸν ὕμνον μου, δεχομένη, αἴτει μοι τὴν ἄφεσιν, ἐκ Θεοῦ τῶν ἀπείρων πταισμάτων μου.
Θεοτοκίον.
Ὕψιστον Θεόν, γενόμενον ἄνθρωπον ἐκ τῶν αἱμάτων Σου, τέξασα πανάμωμε, ἡμῶν ὑψοῦντα φύσιν τὴν ἔκπτωτον, ἀνύψωσόν με δέομαι, ἐκ κατωτάτου βυθοῦ ἁμαρτίας, καὶ ἐν πέτρᾳ, στῆσον με μετανοίας γνησίας καὶ σῶσόν με.
Ὁ Εἱρμός
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον. Τῆς Ῥωσσίδος. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Μωρίαν τὴν ἐπίπλαστον, ὑπελθοῦσα Ὁσία, τὴν σὴν ψυχὴν ἀθόλωτον, διετήρησας Μῆτερ, ἐκ γεηρῶν φρονημάτων, καὶ ἀξίως ἐδέξω, παρὰ Χριστοῦ τὸν στέφανον, τῶν πολλῶν σου καμάτων ἐν οὐρανοῖς, καὶ θαυμάτων χάριν πλουσιωτάτην, Ξένη θεομακάριστε, Ὀρθοδόξων λαμπρότης.
Τῆς Ῥωμαίας. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας· τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου.
Θεοτοκίον, ὅμοιον
Ὡράθης ὑπερέχουσα, τῶν Ποιημάτων Δέσποινα, σαρκὶ τεκοῦσα Παρθένε, Θεὸν τῶν ὅλων καὶ Κτίστην, οὗ τῷ Σταυρῷ ῥωννύμεναι, γυναῖκες αἱ θεόφρονες, νεανικῶς ἠρίστευσαν· μεθ' ὧν σε πάντες ὑμνοῦμεν, εὐλογημένη Μαρία.
Ἀπολυτίκιον. Τῆς Ῥωμαίας. Ἦχος γ΄. Θείας πίστεως.
Ξένην ἤνυσας, ζωὴν ἐν κόσμῳ, ξένην ἔσχηκας, προσηγορίαν, ὑπεμφαίνουσαν τῇ κλήσει τὸν τρόπον σου· σὺ γὰρ νυμφίον λιποῦσα τὸν πρόσκαιρον, τῷ ἀθανάτῳ ὁσίως νενύμφευσαι. Ξένη ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον. Τῆς Ῥωσσίδος. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λογον.
Ξενοτρόπως ἐν κόσμῳ Ξένη βιώσασα, τὸν σοφιστὴν τῆς κακίας κατεσοφίσω στεῤῥῶς, προσποιήσεσι μωραῖς νοΐ θεόφρονι· ὅθεν τὰ πόῤῥῳ προορᾶν, καὶ προλέγειν ἐμφανῶς, ἐδέξω χάριν θεόθεν, καὶ μεταστᾶσα τῶν τῇδε, χοροῖς Ἁγίων συνηρίθμησαι.
.jpg)
.jpg)
%20%CE%9F%CE%A5%CE%91%CE%9B%CE%9B%CE%99%CE%91%CE%A3%20%CE%9C%CE%91%CE%A1%CE%A4%CE%A5%CE%A3%20(1).jpg)
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου