ΙΑΝΟΥΑΡΙΟΣ 22. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΤΙΜΟΘΕΟΣ & ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΟΣ Ο ΠΕΡΣΗΣ

 

ΙΑΝΟΥΑΡΙΟΣ ΚΒ΄

ΤΙΜΟΘΕΟΣ ΑΠΟΣΤΟΛΟΣ

& ΑΝΑΣΤΑΣΙΟΣ ΠΕΡΣΗΣ ΟΣΙΟΜΑΡΤΥΣ

 


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ.

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν προσόμοια τοῦ Ἀποστόλου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Ἀκτῖσι τοῦ Πνεύματος σαφῶς, σὺ καταλαμπόμενος, ἱεροφάντα Τιμόθεε, ἀριδηλότατος, ὡς φωστὴρ ἐδείχθης, διατρέχων ἅπασαν, τὴν γῆν καὶ καταυγάζων τῇ χάριτι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Θεόφρον Τιμόθεε τρυφῆς, τὸν χειμάῤῥουν ἔπιες, καὶ θεοφρόνως ἐπότισας, Θεοῦ ἐπίγνωσιν, τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος· ᾧ νῦν χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον. 

Θεόφρον Τιμόθεε πυκναῖς, ἀῤῥωστίαις σώματος, καὶ ἀσθενείαις ῥωννύμενος, τὸν νοῦν μακάριε, τὸ τῆς πλάνης κράτος, εὐχερῶς διέλυσας, Χριστοῦ τῇ δυναστείᾳ φραξάμενος, καὶ διεκήρυξας, ὑψηγόρως τὸ θειότατον, τῆς εἰρήνης, ἡμῖν Εὐαγγέλιον. 

 

Προσόμοια τοῦ Μάρτυρος. Ὅμοια

Τοῦ κόσμου τὰ πέρατα τὰ σά, νῦν ἐξᾴδει θαύματα, θαυματουργὲ Ἀναστάσιε· θαυματουργίαις γάρ, ἀμειβόμενός σε, ὁ Χριστὸς ἐκόσμησε, βασάνους δι' αὐτὸν ὑπομείναντα, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.

 

Μαρτύρων τὸ καύχημα λαμπρά, ἀναστήσας τρόπαια, κατὰ τῆς πλάνης ὁμώνυμον, παμμάκαρ εὔκλειαν, τῇ σῇ κλήσει φέρεις, πανταχοῦ φερόμενος, στεῤῥὸς ὡς νικητὴς Ἀναστάσιε· καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.

 

Μάρτυς Ἀναστάσιε στεῤῥά, ἀναστήσας τρόπαια, κατὰ τῆς πλάνης ἀπείληφας, διπλοῦν τὸν στέφανον, τῆς ἀσκήσεώς σου, καὶ στεῤῥᾶς ἀθλήσεως, καὶ τῆς μέχρι θανάτου ἐνστάσεως, καὶ τῶν θαυμάτων σοι, ἐπαξίως τὴν ἐνέργειαν, ὁ Δεσπότης Χριστὸς ἐδωρήσατο.


Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ, ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος. Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, τὸ κάλλος ποῦ σου ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;

 

Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος δ'

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόῤῥητα· καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἀπόστολε Τιμόθεε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν πλάνην ἀφέμενος τὴν τῶν Περσῶν νουνεχῶς, τῇ πίστει προσέδραμες τῇ τοῦ Χριστοῦ εὐσεβῶς, σοφὲ Ἀναστάσιε· ὅθεν καὶ ἐν ἀσκήσει, διαπρέψας ἐνθέως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὸν ὄφιν καθεῖλες· διὸ διπλῷ στεφάνῳ, θεόθεν ἐστεφάνωσαι.

 


ΕΝ Τῼ ΟΡΘΡῼ

 

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων: Τιμόθεον τὸν Ἀπόστολον, ᾄσμασι τοῖς δε γεραίρω. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος δεξιά

Τὰς ἐπαναστάσεις τῶν παθῶν, καὶ τῆς ἀγνοίας τὸν ζόφον πρεσβείαις σου, μάκαρ διασκέδασον, φωτιστικῇ τῆς ἀπαθείας χάριτι, ὅπως θεοφάντορ, νῦν ἐπαξίως ὑμνήσω σε.

δὼν ὁ προγνώστης καὶ Θεός, σῆς διανοίας τὸ κάλλος Τιμόθεε, θείοις Ἀποστόλοις σε, συλλειτουργεῖν κατηξίωσεν ἔνδοξε, ὁ σοφῇ προνοίᾳ τῶν καθ’ ἡμᾶς προμηθούμενος.

Μίαν ὑπερούσιον ἀρχήν, προνοουμένην τῶν ὅλων γινώσκομεν· Ἕλλην γὰρ Ἀπόστολος, τῇ τοῦ Χριστοῦ λελαμπρυσμένος χάριτι, σὺν τῷ θείῳ Παύλῳ, συναριθμεῖται Τιμόθεος. 

Θεοτοκίον

λεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σὲ γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα. 

 

Ὁ Κανὼν τοῦ Μάρτυρος.

ᾨδὴ α' Ἦχος ὁ αὐτός. Εἱρμός ὅμοιος

Ὄρθρῳ λαμπροτάτῳ σου Χριστέ, τῆς ἀναστάσεως περιλαμπόμενος, ταύτης ὁ ἐπώνυμος, Ἀνατολῆς ἐξορμηθεὶς ὡς ἥλιος, νῦν τὴν Ἐκκλησίαν, περιαυγάζει τοῖς θαύμασι.

Θείας ἀγαπήσεως πλησθείς, καρτερικῶς τὰς βασάνους ὑπέμεινας, Μάρτυς Ἀναστάσιε, καὶ τῷ Χριστῷ ἀσκητικοῖς ἠγλαϊσμένος κάλλεσι, χαίρων προσηνέχθης, εὐῶδες θῦμα πανάριστε.

Θεοτοκίον

Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σὲ γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.

 

ᾨδὴ γ', τοῦ Ἀποστόλου. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

χύθη παμμάκαρ δαψιλῶς, ἡ χάρις σοῦ τοῖς χείλεσι, καὶ ποταμοὺς δογμάτων ἀνέβλυσε, τὴν Ἐκκλησίαν Χριστοῦ ἀρδεύοντας, καὶ πολύχουν φέροντας, τὸν καρπὸν Τιμόθεε, χριστοκήρυξ θεόφρον Ἀπόστολε.

Οἱ πόδες οἱ σοὶ προφητικῶς, παμμάκαρ ὡραιώθησαν· πάντα γὰρ νοῦν σαφῶς ὑπερέχουσαν, εὐηγγελίσω εἰρήνην πάνσοφε, τὴν τὸν πάλαι λύσασαν, τῶν ἀνθρώπων πόλεμον, τὸν Σωτῆρα τῶν ὅλων καὶ Κύριον.

Νεκρῶν σου τὰ μέλη τῆς σαρκός, τῷ λόγῳ καθυπέταξας, τὴν τῶν χειρόνων μάκαρ Τιμόθεε, ἡγεμονίαν διδοὺς τῷ κρείτονι, καὶ παθῶν ἐκράτησας, καὶ ψυχὴν ἐφαίδρυνας, ῥυθμιζόμενος Παύλου διδάγμασι. 

Θεοτοκίον

κ σοῦ ἀνεβλάστησεν ἡμῖν, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον πᾶσαν τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον Παρθένε πανάμωμε.

 

Τοῦ Μάρτυρος. Ὅμοιον.

Τὴν τρίβον ὁδεύσας τὴν στενήν, ἐν πρώτοις δι’ ἀσκήσεως, πρὸς μαρτυρίου κλέος προέκυψας, διὰ βασάνων τρυφὴν εὑράμενος, διὰ πόνων ἔνδοξε Μάρτυς Ἀναστάσιε, τὴν οὐράνιον τέρψιν δρεπόμενος.

Ὁ τόνος τῆς ἀθλήσεως τῆς σῆς, εἰς πᾶσαν ἐξελήλυθε, τὴν οἰκουμένην Μάρτυς ἀήττητε· πρὸς ἁμαρτίαν γὰρ μέχρις αἵματος, ἀντικαθιστάμενος, νικηφόρος γέγονας, καὶ στεφάνῳ τῆς νίκης κεκόσμησαι.

Ἀγώνων τῶν σῶν θεουργικῶς, εἰς πᾶσαν τὴν ὑφήλιον, ὑπομονὴ καὶ καρτερία ἐπέδραμεν, ὡς τὸν πανοῦργον ὄφιν ἐπάτησας, καὶ ἀπίστους εἵλκυσας, πρὸς φῶς τὸ ἀνέσπερον, καὶ πρὸς τρίβον τῆς θείας ἐλλάμψεως.

Θεοτοκίον

Ἐκ σοῦ ἀνεβλάστησεν ἡμῖν, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον πᾶσαν τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον Παρθένε πανάμωμε.

Ὁ Εἱρμός

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

 

Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Τοῖς θείοις χαρίσμασιν ἀγλαϊζόμενος, ἐκόσμησας ἔνδοξε τὴν Ἐφεσίων λαμπράν, μητρόπολιν Ἀπόστολε· κήρυξ γὰρ ἀνεδείχθης, μετὰ Παύλου τοῦ θείου, πᾶσι προκαταγγείλας, τὸν σωτήριον λόγον· διὸ πανηγυρίζομεν πίστει τὴν μνήμην σου.

Δόξα. Τοῦ Μάρτυρος. Ὅμοιον.

Ἐν δόξῃ τελειότητος ὤφθης ὑπέρτιμος, ὡς θείαις λαμπόμενος φωταγωγίαις τὸν νοῦν, καὶ γνοὺς τοῦ Σταυροῦ τὴν ἰσχύν, ὅσιος ἐν ἀσκήσει, καὶ ἐν αἵματι Μάρτυς, γέγονας θεοφρόνως Ἀναστάσιε Μάρτυς· διὸ καὶ τῶν θαυμάτων ἐν σοί, βλύζει τὴν χάριν Χριστός.

Καὶ νῦν. Θεοτοκίον

Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὄθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον

Παρθένε πανάμωμε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, Ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

 

ᾨδὴ δ', τοῦ Ἀποστόλου Ὄρος σε τῇ χάριτι

Νομίμως παμμάκαρ ἐναθλῆσαι ἑλόμενος, δι’ ἐγκρατείας παντελοῦς, τὰς τρικυμίας τῶν παθῶν, τῷ νῷ καθυπέταξας, τῶν ἀρετῶν καταλαβὼν τὴν ἀκρότητα, μεγαλοκήρυξ θεόφρον Τιμόθεε.

στράψας ὡς ἥλιος ὁ Παῦλος ἐξέπεμψεν, ὥσπερ ἀκτῖνα φαεινήν, τὴν οἰκουμένην δαψιλεῖ, φωτὶ καταλάμπουσαν, πυρσοφανῶς σε θεοφάντορ Τιμόθεε, πρὸς ὁδηγίαν ἡμῶν καὶ βεβαίωσιν.

Ποθήσας θερμῶς τῶν ἐφετῶν τὸ ἀκρότατον, καὶ δι’ ἀγάπης συγκραθείς, πόθῳ κατάλληλον ζωήν, μετῆλθες θεόληπτε, διὰ παντός, σοῦ κατοπτεύων τὸν ἔρωτα, καὶ τῆς αὐτοῦ θεωρίας πιμπλάμενος. 

Θεοτοκίον

Χαράν σοι σαφῶς οὐρανόθεν ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε. 

 

Τοῦ Μάρτυρος. Ὅμοιον.

Οὐδέν σε τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρησεν, οὐ τῶν μελῶν ἡ ἐκκοπή, οὐ τῶν βασάνων ἀπειλή, οὐ ξίφος οὐ θάνατος, ἀλλ’ οὐδὲ πῦρ, οὐδὲ λιμὸς Ἀναστάσιε, τῆς οὐρανίου χορείας ὁμόσκηνε.

Συντόνως ἐπ’ ὤμων τὸν σταυρόν σου ἀράμενος, κατηκολούθησας Χριστοῦ, ταῖς σωτηρίοις ἐντολαῖς· καὶ τούτου γενόμενος, ἐκμιμητής, μέχρι θανάτου πανάριστε, νῦν ἀπολαύεις αὐτοῦ τῆς λαμπρότητος.

Θεοτοκίον

Χαράν σοι σαφῶς οὐρανόθεν ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.

 

ᾨδὴ ε', τοῦ Ἀποστόλου. Θεὸς ὤν εἰρήνης

Τοῦ πρώτου καὶ πάντων, αἰτίου Φωτός, ταῖς ἀΰλοις λαμπάσι πυρσούμενος, τὸν κόσμον κατεφαίδρυνας, κηρύγματι σεπτῷ, φωστὴρ τῆς εὐσεβείας, ζωῆς λόγον ἐπέχων, προφανῶς δεδειγμένος, ἱερομύστα παμμακάριστε.

Παύλου τοῦ θείου, στεῤῥὸς μαθητής, διδασκάλου τοῖς ἴχνεσιν ἕπεται, τὰ τούτου σπείρων ἅπασι, διδάγματα πιστοῖς· δι’ ὧν τῆς εὐσεβείας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.

Λαμπρότης ὁ Παῦλος, δευτέρα φανείς, λειτουργοῦσα τῇ πρώτῃ λαμπρότητι, τῇ ταύτης ἐπιγνώσει, κατεφώτισεν ἡμᾶς· τούτου συστρατιώτης, Τιμόθεος ἐδείχθη, τῇ αὐτοῦ παντευχίᾳ, νικητικῶς περιφραξάμενος. 

Θεοτοκίον

Κατάραν τῆς Εὔας τῆς πάντων μητρός, τῷ σῷ τόκῳ Παρθένε κατήργησας, τῷ κόσμῳ εὐλογίαν, ἀνατείλασα Χριστόν· διό σε γεγηθότες, καὶ στόματι καὶ γλώττῃ, Θεοτόκον κυρίως, ὁμολογοῦντες μακαρίζομεν. 

 

Τοῦ Μάρτυρος. Ὅμοιον.

Ὁ μέγα καυχώμενος, ἄμετρα πρίν, καὶ τὴν γῆν ἀπειλῶν καταλήψεσθαι, καὶ μάτην φρυαττόμενος, τὴν θάλασσαν σοφέ, εἰσάπαν ἐξαλείφειν ταῖς σαῖς ἀνδραγαθίαις, Ἀναστάσιε Μάρτυς, καταπατεῖται ὁ ἀντίθεος.

Νομίμως ἀθλήσας, Μάρτυς Χριστοῦ, καὶ νικήσας τῶν ἄθλων τὰ ἔπαθλα, θαυμάτων τὴν ἐνέργειαν, κομίζεται σαφῶς· νόσους γὰρ θεραπεύει, καὶ δαίμονας ἐλαύνει, τοῦ Χριστοῦ τῇ δυνάμει, τερατουργῶν ὁ Ἀναστάσιος.

Θεοτοκίον

Κατάραν τῆς Εὔας, τῆς πάντων μητρός, τῷ σῷ τόκῳ Παρθένε κατήργησας, τῷ κόσμῳ εὐλογίαν, ἀνατείλασα Χριστόν· διό σε γεγηθότες, καὶ στόματι καὶ γλώττῃ, Θεοτόκον κυρίως, ὁμολογοῦντες μακαρίζομεν.

ᾨδὴ ς', τοῦ Ἀποστόλου. Σπλάγχνων Ἰωνᾶν

ρμα τοῦ Θεοῦ, ἐφάνης Τιμόθεε, βαστάζων αὐτοῦ τὸ θεῖον ὄνομα, κατ’ ἐνώπιον, τῶν ἀθέων τυράννων θεόληπτε, μὴ πτοούμενος τὴν τούτων ἀγριότητα· σὺ γὰρ τὴν ἀκαταμάχητον, τοῦ Σωτῆρος ἰσχὺν ἐνεδέδυσο.

Στέφος εὐπρεπές, ἐδέξω Τιμόθεε, πανόλβιε θεόφρον Ἀπόστολε, καὶ διάδημα, Βασιλείας ἀξίως περίκεισαι, καὶ παρέστηκας τῷ θρόνῳ τοῦ Δεσπότου σου, Παύλῳ συναγαλλιώμενος, ἐν σκηναῖς οὐρανίαις μακάριε.

Μύρου νοητοῦ, Τιμόθεε πάντιμε, σαρκὶ δι’ ἡμᾶς τοῦ κενωθέντος, Χριστοῦ ὀσφραινόμενος, εὐωδίας τῆς τούτου μετείληφας, καὶ μετέδωκας, τοῖς πίστει σοι προστρέχουσι, μύστα τῶν ἀῤῥήτων Ἅγιε, τῆς αὐτοῦ νοητῆς διαδόσεως. 

Θεοτοκίον

πας ὁ χορός, θεόθεν μιμούμενος, ὁ τῶν Προφητῶν σου προηγόρευσε, τὸ μυστήριον, τῆς ἀφράστου καὶ θείας συλλήψεως, τῆς ἐκ σοῦ τοῦ Θεοῦ Λόγου Μητροπάρθενε· σὺ γὰρ τὴν ἀληθεστάτην τε, καὶ ἀρχαίαν βουλὴν ἐφανέρωσας.

 

Τοῦ Μάρτυρος. Ὅμοιον.

Αἴγλῃ τοῦ Σταυροῦ, σοφῶς λαμπρυνόμενος, τῆς πλάνης τὸ ζοφῶδες διέλυσας, καὶ νενίκηκας, συμπλακεὶς τῷ τυράννῳ πανένδοξε, καὶ χαίρων ἐκομίσω σου τὰ τρόπαια σοφέ, Μάρτυς Χριστοῦ Ἀναστάσιε, συγχορεύων Μαρτύρων στρατεύμασιν.

Ἔνδοξος ἐν γῇ, ὁ σὸς βίος γέγονε, θεόφρων τρισμάκαρ Ἀναστάσιε· καταίσχυνας γάρ, τὸν Βελίαρ τὸν ἄτιμον αἵμασι· πρὸς θάνατον ἐχώρησας γενναίῳ λογισμῷ· ὅθεν καὶ Χριστῷ ἐκραύγαζες· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Οἶκος σεαυτόν, τρισμάκαρ ἐτέλεσας, Πατρὸς καὶ Υἱοῦ, καὶ θείου Πνεύματος, τῆς θεότητος, τῆς μιᾶς καὶ ἁγίας τε φύσεως, ἣν ἐκήρυξας τοῖς αἵμασι καὶ ῥήμασι· ταύτην καὶ ἡμεῖς δοξάζομεν, καὶ συμφώνως πιστοὶ μεγαλύνομεν.

Θεοτοκίον

Ἅπας ὁ χορός, θεόθεν μιμούμενος, ὁ τῶν Προφητῶν σου προηγόρευσε, τὸ μυστήριον, τῆς ἀφράστου καὶ θείας συλλήψεως, τῆς ἐκ σοῦ τοῦ Θεοῦ Λόγου Μητροπάρθενε· σὺ γὰρ τὴν ἀληθεστάτην τε, καὶ ἀρχαίαν βουλὴν ἐφανέρωσας.

Ὁ Εἱρμός

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ᾗς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.



Κοντάκιον. Τοῦ Ἀποστόλου. Ἦχος α'. Χορὸς ἀγγελικός

Τιμόθεον πιστοί, τὸν συνέκδημον Παύλου, καὶ θεῖον μαθητήν, καὶ πιστὸν συνεργάτην, ἐνθέως τιμήσωμεν, πρὸς αὐτὸν ἀνακράζοντες· Ἀεὶ πρέσβευε, τῷ Βασιλεῖ τῶν ἁπάντων, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσιν, ὡς θεῖος Ἀπόστολος.

Κοντάκιον. Τοῦ Μάρτυρος. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν ἀσκήσει πρότερον, ἐνδιαπρέψας, καρτερῶς διήνυσας, τοῦ μαρτυρίου τὴν ὁδόν· ὅθεν ἀξίως δεδόξασαι, Ὁσιομάρτυς, Χριστοῦ Ἀναστάσιε.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Βλησίλλας, θυγατρὸς τῆς Ὁσίας Παύλας τῆς Ῥωμαίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Γεωργίου, Πέτρου, καὶ Λέοντος τῶν ἐπισκόπων, Μανουήλ καὶ Παρόδου τῶν πρεσβυτέρων, Σιωνίου, Γαβριήλ, Ἰωάννου, καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ ἡγιασμένου, τοῦ Σαμακοῦ, τοῦ Κρητός.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βησσαρίωνος, τοῦ ἐν τῇ Μονῇ τοῦ Ἀγάθωνος ἐν τῇ Φθιώτιδι ἀσκήσαντος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀναστασίου τοῦ Διακόνου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου, ἡγουμένου τῆς Μονῆς Ζαμπὶν Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάσαφ, ἐπισκόπου Ἰρκοὺτσκ τῆς Σιβηρίας, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ', τοῦ Ἀποστόλου. Σὲ νοητήν

Συγχορευτής, οὐρανίου τάξεως, σὺ ἐπαξίως γεγονώς, συνευφραίνῃ χαρμονικῶς, αἴγλης φωτοδότιδος μάκαρ ἐμφορούμενος, ἱερομύστα Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.

ερουργῶν, Χριστοῦ Εὐαγγέλιον, ἐξ ἀρετῶν περιωπῆς, θεογράφους ἐπιστολάς, Παῦλος ὁ θειότατος χαίρων ἐξαπέστειλεν, ὡς μαθητῇ σοι Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.

Τὸ ἀσθενὲς τῆς σαρκὸς ἐῤῥώννυεν, ἡ εὐτονία τῆς ψυχῆς· ὡς ἀσώματος γὰρ ἐν γῇ, σὺ πολιτευσάμενος, Μάρτυς ἐχρημάτισας, τὴν κεφαλὴν συντριβόμενος ἱερουργέ, Μυστηρίων Θεοῦ θεομακάριστε. 

Θεοτοκίον

Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον· ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. 

 

Τοῦ Μάρτυρος. Ὅμοιον.

Ὁ Ἀθλητής, τοὺς πιστοὺς προτρέπεται, σαφὲς ὑπόδειγμα δεικνύς, τὴν ἀνδρείαν τὴν ἑαυτοῦ, θεῖον νῦν μιμήσασθαι, πάθος τὸ ἑκούσιον, ὑπὲρ ἡμῶν ὃ ὑπέμενεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἰσοσθενής, Τριὰς πιστεύεται, τοῖς εὐσεβείας ἐρασταῖς· οἱ γενναῖοι γὰρ Ἀθληταί, ταύτης ὑπερήθλησαν, αἵματα ἐκχέοντες, μαρτυρικῶς συμπλεκόμενοι, καὶ τὰς ψυχὰς προδιδόντες, σαφῶς καὶ ἀναιρούμενοι.

Θεοτοκίον

Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον· ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

ᾨδὴ η', τοῦ Ἀποστόλου. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος

Στάσεως Ἀγγελικῆς ἠξιωμένος, ἀνεδείχθης Τιμόθεε μάκαρ· οὐρανῶν τὰ Τάγματα, μυηθεὶς γὰρ ὑπερφυῶς, τὴν λαμπρότητα τὴν τούτων ἐμιμήσω σοφέ· μεθ’ ὧν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Δύναμιν ἐνδεδυμένος οὐρανόθεν, ὡς Ἀπόστολος ὤφθης θεόφρον, τὴν ἐπιδημήσασαν, ξενοτρόπως τοῖς Μαθηταῖς, τοῖς τοῦ Λόγου αὐτόπταις ὧ Τιμόθεε· μεθ’ ὧν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

στης τῆς ἐφέσεως σαφῶς παμμάκαρ, τὸ ἀκρότατον οἷά περ φθάσας, τῶν καλῶν Τιμόθεε, θεοκήρυξ διὰ παντὸς ἐλλαμπόμενος φωτὶ τῷ τῆς Τριάδος τρανῶς· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. 

Θεοτοκίον

ταῖς Ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι' ἡμᾶς ἑπτώχευσε σὲ Μητέρα τὴν καλλονὴν Ἰακωβ εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Μάρτυρος. Ὅμοιον.

Γῆθεν σὺ πρὸς οὐρανούς στεφανηφόρος, Ἀναστάσιε Μάρτυς ἀνέπτης, τὴν ἀπάτην ἅπασαν, τῶν δαιμόνων διεκφυγὼν καὶ πατήσας τῶν εἰδώλων τὰ σεβάσματα· διὸ καὶ κραυγάζεις νῦν γηθόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ἔβαψας μαρτυρικῶς σου ἐξ αἱμάτων, τὴν σὴν χλαῖναν πανόλβιε Μάρτυς, τὸ Σταυροῦ δὲ σύμβολον, σκῆπτρον φέρων σὺ τῷ Χριστῷ, βασιλεύεις εἰς αἰῶνας Ἀναστάσιε· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ὁ ταῖς Ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι' ἡμᾶς ἑπτώχευσε σὲ Μητέρα τὴν καλλονὴν Ἰακωβ εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τοῦ Ἀποστόλου Τύπον τῆς ἁγνῆς λοχείας σου

ῆσις τοῦ Δαυῒδ πεπλήρωται· ὡς ἀστραπὴ τῇ οἰκουμένῃ γὰρ ἔφανας, τῷ κηρύγματι, περιαυγάζων τὰ πέρατα, παναοίδιμε μάκαρ Τιμόθεε· διό σε θεοφάντορ, ἀκαταπαύστως μεγαλύνομεν.

Αἴγλης ἀρχιφώτου πάνσοφε, θεαρχικῆς καὶ τρισηλίου ἐλλάμψεως, ἐμπιπλώμενος, καὶ καθαρῶς ἐμφορούμενος, τοὺς ὑμνοῦντάς σε μάκαρ περίσῳζε, ἐκ ζόφου τῶν πταισμάτων, ἱερομύστα πανσεβάσμιε.

σον τῷ Πατρὶ καὶ Πνεύματι, Μονογενὲς ὀρθὰ φρονοῦντες δοξάζομεν, τοῖς διδάγμασι, τῶν Ἀποστόλων σου Δέσποτα, στηριζόμενοι Παύλου τοῦ κήρυκος, τῆς σῆς οἰκονομίας, καὶ Τιμοθέου τοῦ θεόφρονος. 

Θεοτοκίον

τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε, μυστήριον τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπόκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.

 

Τοῦ Μάρτυρος. Ὅμοιον.

Ῥείθροις σῶν αἱμάτων ἔνδοξε, τὴν τῶν εἰδώλων πλάνην πᾶσαν κατέσβεσας· τὸ δὲ πλήρωμα, τῆς Ἐκκλησίας ἐφαίδρυνας· ὑπὲρ ἧς ἱκετεύων πανάριστε, μὴ παύσῃ τὸν Δεσπότην, ἵνα σε πάντες μακαρίζομεν.

Ὢ τῆς ὑπὲρ λόγον δόξης σου, καὶ τῆς ἀῤῥήτου θείας ὄντως ἐλλάμψεως! ἧς μετέσχηκας, ὡς νικητὴς Ἀναστάσιε, τῷ Δεσπότῃ, Χριστῷ παριστάμενος, ὃν καὶ νῦν ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.

Θεοτοκίον

Ὢ τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε, μυστήριον τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπόκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.

Ὁ Εἱρμός

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τοῦ διδασκάλου πάσης, τῆς οἰκουμένης γεγονώς, ὡς μαθητὴς πάντα κόσμον, ἐφωταγώγησας τρανῶς, Τιμόθεε διὰ τοῦτο, πιστῶς σε πάντες τιμῶμεν.

Ἕτερον. Τοῦ Μάρτυρος. Γυναῖκες ἀκουτίσθητε

Τῶν μοναστῶν τὸ στήριγμα, καὶ τῶν Μαρτύρων ἔρεισμα, τῶν Ὀρθοδόξων τὸ κλέος, καὶ γόνον τὸν τῆς Περσίας, τὸν μέγαν Ἀναστάσιον, πιστῶς πιστοὶ τιμήσωμεν, ἐν ὕμνοις καὶ αἰνέσωμεν, συμφώνως ὅπως προστάτην, καὶ ῥύστην ἔχοιμεν πάντες.

Θεοτοκίον, ὅμοιον

Πανάμωμε Μητρόθεε, τὸ μέγα περιήχημα, τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστῳ.

 


Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος δ'

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόῤῥητα· καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἀπόστολε Τιμόθεε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν πλάνην ἀφέμενος τὴν τῶν Περσῶν νουνεχῶς, τῇ πίστει προσέδραμες τῇ τοῦ Χριστοῦ εὐσεβῶς, σοφὲ Ἀναστάσιε· ὅθεν καὶ ἐν ἀσκήσει, διαπρέψας ἐνθέως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὸν ὄφιν καθείλες· διὸ διπλῷ στεφάνῳ, θεόθεν ἐστεφάνωσαι.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ