ΙΑΝΟΥΑΡΙΟΣ 21. ΟΣΙΟΣ ΜΑΞΙΜΟΣ ΟΜΟΛΟΓΗΤΗΣ & ΑΓΙΟΣ ΝΕΟΦΥΤΟΣ ΜΑΡΤΥΣ
ΙΑΝΟΥΑΡΙΟΣ ΚΑ΄.
ΜΑΞΙΜΟΣ ΟΣΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ
& ΝΕΟΦΥΤΟΣ ΜΑΡΤΥΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁμολογητοῦ. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν
δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε,
κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τὰ ἀπύλωτα στόματα,
μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν
τεκτήναντος.
Ταῖς
νευραῖς τῶν δογμάτων σου, Πύῤῥον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα,
καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος δεινῶς, καὶ τὴν
γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα, δι’ ἧς γράφων
διετέλεις, τὰ ὑψηλότατα δόγματα.
Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά σου, καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν, τόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.
Προσόμοια τοῦ Μάρτυρος. Ἦχος πλ. δ' . Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! Περιστερὰ ὁμιλεῖ, Νεοφύτῳ τῷ Μάρτυρι, ἀνθρωπίνῳ φθέγματι, ἐκ τῶν ἄνω φοιτήσασα· δι’ ἧς ἀστράπτει, βίον ἰσάγγελον, ὑφ’ ἧς νεάζων, ἀθλουργεῖ κράτιστα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.
Ὢ τοῦ παραδόξου θαύματος! ἀπὸ σπαργάνων αὐτοῦ, ὁ ἀρτίφρων Νεόφυτος, ἐκτελεῖ θαυμάσια, ἐνεργείᾳ τοῦ Πνεύματος· ἐκ πέτρας ὕδωρ, εὐχαῖς ἀρύεται, νεκρὰν ἐγείρει, ἧς ὤφθη γέννημα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ ἐναθλῶν, ὁ γενναῖος Νεόφυτος, τοὺς ἐχθροὺς ἐξίστησιν, ἐξαισίοις ἐν θαύμασι, τὸ πῦρ κοιμίζει, τούτῳ βαλλόμενος, ἀγρίους θῆρας, πτήσσοντας δείκνυσιν. Ὢ κράτος ἄμαχον, ἐν ᾧ τεθαυμάστωται, ὁ Ἀθλητής! ἀλλὰ ταῖς εὐχαῖς αὐτοῦ, σῶσον ἡμᾶς ὁ Θεός.
Δόξα... Καὶ νῦν... Θεοτοκίον. Ὢ τοῦ παραδόξου θαύματος
Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον, χαῖρε δόξα τῶν δούλων σου, δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ Θεοῦ δωρηθέν, κόσμῳ διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε σεμνή, χαῖρε δόξα Δέσποινα, τῶν δοξαζόντων σε.
Ἢ Σταυροθεοτοκίον.
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ήχος γ'. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ ἐπομβρίᾳ, ῥεῖθρα ἔβλυσας, τῇ Ἐκκλησίᾳ, ὑπερκοσμίων δογμάτων πανεύφημε, θεολογῶν δὲ τοῦ Λόγου τὴν κένωσιν, ὁμολογίας ἀγῶσι διέλαμψας. Πάτερ Μάξιμε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ταῖς τῶν αἱμάτων σου, ῥείθροις ἀπέπνιξας, τὸν πολυμήχανον, Μάρτυς Νεόφυτε, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐξήνθησας Ἀθλοφόρε, ῥόδον ὡς πανεύοσμον, σῶν ἀγώνων τοῖς ἄνθεσι, πάντων τῶν τιμώντων σε, κατευφραίνων τὰ πνεύματα· διό σε νῦν αἰτοῦμεν ῥυσθῆναι, πάσης ἀνάγκης καὶ θλίψεως.
ΕΝ Τῼ ΟΡΘΡῼ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων: Ὁ παμμέγιστος Μάξιμος δοξάζεται. Ποίημα τοῦ Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ
Ὅλην μοι τὴν θεόπνουν, ἐκ τῆς μελιῤῥύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης θεῖε Μάξιμε, χάριν τοῦ Πνεύματος.
Πῦρ καιόμενον ὤφθης, κατὰ τῶν αἱρέσεων μακάριε· ὡς καλάμην γὰρ ταύτας, κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος.
Ἄλογον προετέθη, ἐκ δυσσεβεστάτης, προαιρέσεως μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις σου Πάτερ διήλεγκται.
Θεοτοκίον
Ὅλος ἐπιθυμία, ὁ ἐκ τῆς
γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι, γλυκασμός τέ ἐστι καὶ φῶς
ἄδυτον.
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Χριστοῦ φυτὸν σὲ Μάρτυς εὐφημῶ νέον. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος ὁ αὐτός. Ὑγρὰν διοδεύσας
Χριστοῦ σε παμμάκαρ νέον φυτόν, λειμῶνι βλαστῆσαν, τῶν Μαρτύρων καὶ ἱερούς, καρποὺς εὐσεβείας ἐξανθῆσαν, ἐπεγνωκότες ὑμνοῦμεν Νεόφυτε.
Ῥημάτων τῶν θείων ἐκπληρωτής, δεικνύμενος μάκαρ, ἀπὸ βρέφους τὴν ἀγαθήν, μερίδα ἐμφρόνως ἐξελέξω, καὶ ὁδηγὸς πλανωμένων γεγένησαι.
Σταλάζων θεόφρον τὸν γλυκασμόν, τῆς θεογνωσίας, ἐκ χειλέων τῶν ἱερῶν, ψυχὰς φαρμαχθείσας τῇ κακίᾳ, τοῦ ἀλλοτρίου σεπτῶς κατεγλύκανας.
Θεοτοκίον
Τεκοῦσα τὸν φύσει Δημιουργόν, ἐθέωσας ὅλην, τὴν οὐσίαν τῶν γηγενῶν· διό σε κυρίως Θεοτόκον, ὁμολογοῦμεν Παρθένε Θεόνυμφε.
ᾨδὴ γ', τοῦ Ὁσίου. Σὺ εἶ τὸ Στερέωμα
Μέγιστος ὁ Μάξιμος, τῆς εὐσεβοῦς Χριστοῦ πίστεως, παναληθῶς, κήρυξ τε καὶ μάρτυς, ἀνεδείχθη δι’ αἵματος.
Μάξιμε μακάριε, σὺ δι’ ἀσκήσεως γέγονας, θεοπρεπές, τῆς φιλοσοφίας, καὶ ἁγνὸν ἐνδιαίτημα.
Ἔβλυσεν ἡ γλῶσσά σου, ποταμηδὸν Χριστοῦ δόγματα, πανευσεβῆ, Μάξιμε παμμάκαρ, τῆς σοφίας ὁ τρόφιμος.
Θεοτοκίον
Ἵνα τρίβον Δέσποτα, πρὸς ἁγιότητα φέρουσα, δείξῃς ἡμῖν, μήτραν παναγίαν, παναγίως κατῴκησας.
Τοῦ Μάρτυρος. Ὅμοιον.
Ὅλον ἀνακείμενον, τῷ πανοικτίρμονι Λόγῳ σε, τὸ καθαρόν, Πνεῦμα διετήρει, ἀπαράτρωτον ἔνδοξε.
Ὕμνησαν τὸν Κύριον, πλήθη λαῶν πιστῶν βλέψαντα, τὴν διὰ σοῦ, Μάρτυς τῆς τεκούσης, ἐκ νεκρῶν ἀναβίωσιν.
Φῶς ἐναπαστράπτουσα, περιστερὰ φωνῇ ζώσῃ σε, πρὸς τὰς ὁδούς, τὰς σωτηριώδεις, προσκαλεῖται Νεόφυτε.
Θεοτοκίον
Ὕμνον χαριστήριον, γένος βροτῶν ἀεὶ νέμει σοι· Μήτηρ Θεοῦ, τὴν ἀθανασίαν, διὰ σοῦ κληρωσάμενον.
Ὁ Εἱρμός
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα τοῦ Ὁμολογητοῦ. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Διωγμοὺς ὑπομείνας ὑπὲρ τῆς πίστεως, ἀπεδίωξας Πάτερ ἅπασαν αἵρεσιν· ἐκτμηθεὶς δὲ σὺν χειρὶ τὴν γλῶτταν Μάξιμε, ὁμολογίας εὐπρεπῆ, ἐκ τῆς χειρὸς τοῦ Ποιητοῦ, ἐδέξω στέφανον μάκαρ, Ὃν νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Τοῦ Μάρτυρος. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Νεοθαλὲς ὥς περ φυτὸν ἐκβλαστήσας, ἐν τῷ λειμῶνι τῶν Χριστοῦ Ἀθλοφόρων, καρποὺς ἐνθέου γνώσεως προσήγαγες Χριστῷ· οἷς περ διατρέφονται, οἱ πιστῶς σε τιμῶντες, ἔνδοξε Νεόφυτε, Ἀθλητὰ γενναιόφρον. Ἀλλὰ ταῖς σαῖς δεήσεσιν ἡμᾶς, πάντοτε σῷζε, Θεῷ παριστάμενος.
Καὶ νῦν. Θεοτοκίον.
Μετὰ Θεὸν ἐπὶ τὴν Σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς θείαν σκέπη, παρακαλῶ δεόμενον· ἐλέησον ἁγνή, ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν Σου, ἐκ τούτων ῥυσθῆναί με.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ’ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
ᾨδὴ δ', τοῦ Ὁσίου. Εἰσακήκοα Κύριε
Γηγενεῖς σε γεραίρουσι, καὶ τῶν οὐρανίων τάξεις θαυμάζουσι· τῇ φιλίᾳ τῆς σοφίας γάρ, ἀνεδείχθης Πάτερ, ὤς περ ἄσαρκος.
Ἰταμὸς μὲν ὁ τύραννος, ἀλλ’ ἡ καρτερία σου ἀκατάλυτος! ὅθεν σὺ μὲν μεμακάρισαι, ὁ παμπόνηρος δὲ ἐξωστράκισται.
Συναθλοῦσί σοι Μάξιμε, ἡ τῶν μαθητῶν δυὰς ἡ πανόλβιος, σοὶ τῶν ἄθλων κοινωνήσαντες· διὸ καὶ ἐπάθλων ἴσων ἔτυχον.
Τῇ ῥοῇ σου τοῦ αἵματος, καταρδευομένη ἡ Ἐκκλησία Χριστοῦ, ἐξανθεῖ πατροπαράδοτον, σοῦ τοῦ θείου σπόρου δόγμα Ὅσιε.
Θεοτοκίον
Λυτρωθέντες τῷ τόκῳ σου,
τοῦ τῆς ἁμαρτίας χρέους πανάμωμε, χαριστήριον ἐφύμνιον, ἀναπέμπομέν σοι Θεονύμφευτε.
Τοῦ Μάρτυρος. Ὅμοιον.
Τὸ τοῦ βίου σου ἄμεμπτον, καὶ τῆς διανοίας τὸ ἀκατάπληκτον, πλήθη πάμπολλα θεώμενα, τῷ Θεῷ προσῆλθον, Μάρτυς ἔνδοξε.
Ὄρος φθάσας κατῴκησας, θείῳ ὁδηγούμενος μάκαρ Πνεύματι, ὑπ’ Ἀγγέλου δὲ τρεφόμενος, τῶν Ἀγγέλων ὤφθης ἰσοστάσιος.
Νόμους θείους δεξάμενος, σὺ τοὺς γεγραμμένους ἀξιοθαύμαστε, τούτους σπεύσας ἐκπεπλήρωκας, ὑπελθὼν τοὺς πόνους τῆς ἀθλήσεως.
Συμπαθῶς διεσκόρπισας, ἔδωκας τοῖς πένησιν, ὡς προστέταξαι, ἀντικτώμενος μακάριε, τὰ εἰς τοὺς αἰῶνας διαμένοντα.
Θεοτοκίον
Ἑκουσίως πτωχεύσαντα, πλούτῳ ἀγαθότητος τὸν ὑπέρθεον, Θεοτόκε ἀπεκύησας, τὴν ἡμῶν πτωχείαν κατοικτείραντα.
ᾨδὴ ε', τοῦ Ὁσίου. Ὀρθρίζοντες βοῶμέν σοι
Ὁ γνῶσιν τῶν γηΐνων ἀθροίσας, καὶ οὐρανίων, ἐνδίκως φιλόσοφος, κατονομάζεται Μάξιμος.
Σοφίας τῆς ἀμείνω τῷ ἔρωτι, τοῦ Χριστοῦ σου, μιμητὴς πανάριστος, ὤφθης ἀοίδιμε Μάξιμε.
Μανίᾳ ὑπερόριος γέγονας, τοῦ τυράννου· εὗρες δὲ μακάριε, τὸν Ἰησοῦν παραμύθιον.
Θεοτοκίον
Οἱ μὴ σὲ Θεοτόκον γινώσκοντες, Θεομῆτορ, φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν ἐκ σοῦ παναγνε.
Τοῦ Μάρτυρος. Ἵνα τί με ἀπώσω
Μυστηρίων ἀῤῥήτων, ἔμπλεως γενόμενος ἀξιοθαύμαστε, πρὸς τοὺς προκειμένους, τῆς ἀθλήσεως χαίρων ἐχώρησας, ἀνδρικοὺς ἀγῶνας, μὴ καταπτήξας τὰς βασάνους, μηδὲ θάνατον Μάρτυς Νεόφυτε.
Ἀποῤῥήτῳ προνοίᾳ, τοῦ τὰς σὰς εὐθύνοντος πορείας ἔνδοξε, ἐπιστάντες θεῖοι, πρὸς τὸ στάδιον εἷλκόν σε Ἄγγελοι, ἀπὸ ὄρους ἄλλον, ὥσπερ Μωσῆν δεδοξασμένον, τῷ προσώπῳ ταῖς θείαις λαμπρότησι.
Ῥῆμα ζῶν ἐν καρδίᾳ, ἔχων παναοίδιμε Μάρτυς Νεόφυτε, θαρσαλέᾳ γνώμῃ, τοῖς διώκταις ἐβόας· Αὐτόκλητος, τοῖς ἐμὲ ζητοῦσι, πάρειμι νῦν τοῦ διελέγξαι, τῶν ὑμῶν σεβασμάτων ἀσθένειαν.
Θεοτοκίον
Τὸ πρὸ τῶν αἰώνων, Κόρη παναμώμητε, θεῖον μυστήριον, ἀποκεκρυμμένον, διὰ σοῦ ἐγνωρίσθη τοῖς πέρασιν, ὁ Υἱὸς καὶ Λόγος, ὁ τοῦ Θεοῦ, σὰρξ χρηματίσας, καὶ θεώσας Παρθένε τὸν ἄνθρωπον.
ᾨδὴ ς', τοῦ Ὁσίου. Χιτῶνά μοι παράσχου
Ἀνένδοτον προσφέροις τῷ Θεῷ, θεοφόρε δέησιν, ψυχῆς τε καὶ σώματος, τῶν παθῶν καὶ τῆς φθορᾶς με λυτρώσασθαι.
Ξηραίνεται αἱρέσεων πηγή, βορβορώδης ἅπασα, ἀοίδιμε Μάξιμε, φραττομένη τῇ ἰσχύϊ τῆς γλώττης σου.
Ἱλάσθητί μοι μόνε Ἀγαθέ, καὶ πηγὴν τῆς χάριτος, Χριστὲ τῇ καρδίᾳ μου, ταῖς εὐχαῖς τοῦ σοῦ Ὁσίου ἀνάβλυσον.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Τοῦ Μάρτυρος. Τὴν δέησιν, ἐκχεῶ
Ὑψούμενος, ἐπὶ ξύλου παμμάκαρ, τῷ σιδήρῳ τὰς πλευρὰς κατεξάνθης, ἀνηλεῶς, καὶ πλάνου ἐλέγχεις, τὴν πωρωθεῖσαν καρδίαν ἐσπάραξας, προστάσσοντος θύειν θεοῖς, καὶ Θεὸν ἐξαρνεῖσθαι ἀθάνατον.
Στρεβλούμενος, καὶ πεδούμενος Μάρτυς, συνεπόδισας εἰς τέλος τὴν πλάνην, καὶ τοῦ ἐχθροῦ, τὰς ἀτάκτους πορείας, ἀπράκτους ἔδειξας σθένει τοῦ Πνεύματος· καὶ ἔδραμες πρὸς οὐρανόν, καὶ Χριστῷ στεφηφόρος παρίστασαι.
Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ Δεσπότου, καὶ αὐτῷ προσεκολλήθης κραυγάζων· Λόγε Θεοῦ, διὰ σὲ τὸν τυθέντα, ἐθελουσίως ἐγὼ σφαγιάζομαι, μιμούμενος περιφανῶς, τὰ σεπτά σου καὶ θεῖα παθήματα.
Θεοτοκίον
Ὑπέρλαμπρος, ἀνεδείχθης καθέδρα, Βασιλέως οὐρανίου Παρθένε· ἐν ᾗ σαρκί, ἀνεπαύσατο θέλων, καὶ τὸν πολὺν ἡμῶν κόπον ἀφείλετο, καὶ ἵδρυσε τῷ Πατρικῷ, ὡς ηὐδόκησε θρόνῳ τὸν ἄνθρωπον.
Ὁ Εἱρμός
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.
Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ
Τὸν τῆς Τριάδος ἐραστὴν καὶ μέγαν Μάξιμον, τὸν ἐκδιδάξαντα τρανῶς πίστιν τὴν ἔνθεον, τοῦ δοξάζειν τὸν Χριστόν, φύσεσιν ἐν δύω, ἐνεργείαις τε διτταῖς ὡς καὶ θελήσεσιν, ἐπαξίως οἱ πιστοὶ ἀνευφημήσωμεν, ἀνακράζοντες· Χαῖρε κήρυξ τῆς πίστεως.
Κοντάκιον. Τοῦ Μάρτυρος. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀπὸ βρέφους Ἅγιε, πεφωτισμένος, τὸν ἐχθρὸν κατέτρωσας, θείᾳ δυνάμει τοῦ Χριστοῦ· διὸ ὑμνοῦμέν σε σήμερον, Μάρτυς θεόφρον, Νεόφυτε ἔνδοξε.
Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ, καὶ τοῦ μαθητοῦ αὐτοῦ Ἀναστασίου τοῦ Μἀρτυρος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἁγνὴ ἡ Ῥωμαία, δωδεκαετῆς οὖσα, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Εὐγένιος, Οὐαλεριανός, Κάνδιδος καὶ Ἀκύλας, οἱ ἐκ Τραπεζοῦντος, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσερις Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πατρόκλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Γαβριὴλ καὶ Σιωνίου, καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζωσίμου, Ἐπισκόπου Συρακουσῶν Σικελίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζαχαρίου, τοῦ ἐπονομαζομένου Ἀγγελικοῦ, τοῦ ἐν τῷ ὄρει Μερκουρίῳ τῆς Καλαβρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεόφυτος, ὁ προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπολλωνίου τοῦ Ἀναχωρητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίμωνος, τοῦ ἐνοίκου τῆς ἐρήμου, ἐν τῷ Ναδέγεβ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Βλαδίμηρος Παστερνάτσκι, ἐν Ῥωσσίᾳ, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστῶτος, ἐν ἔτει 1938ῳ τυφεκισθεὶς τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', τοῦ Ὁσίου Οἱ ἐκ τῆς Ἰουδαίας
Μίαν φύσιν Τριάδος μίαν θέλησιν ἔφης μίαν ἐνέργειαν· Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις θελήσεις, ἐνεργείας ἐκήρυξας· ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητὸς εἶ.
Οὐ θελήματα δύω διαιρούμενα γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας Πάτερ, φυσικῇ διαφέροντα· Ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητὸς εἶ.
Στήλην ὀρθοδοξίας τοὺς ἐνθέους σου λόγους Πάτερ κατέχοντες, τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ ταῖς οὐσίαις, καὶ θελήσεσι σέβομεν· Εὐλογητὸς εἶ Χριστέ, αὐτῷ ἀναβοῶντες.
Δύο Πάτερ εἰδότες ἐνεργείας τοῦ οἴκτῳ σεσαρκωμένου Θεοῦ, διττὰς αὐτεξουσίους, θελήσεις διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον
Παρθενικῆς ἐκ νηδύος
σαρκωθεὶς ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον,
εὐχαρίστως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Τοῦ Μάρτυρος. Παῖδες Ἑβραίων
Φοῦρνον ζωόκαυστον ποιήσας, ὁ παράνομος ἐν τούτῳ κατακλείει, ἐν ἡμέραις τρισίν, ἐφλέχθης δὲ οὐδόλως, ἀναβοῶν Νεόφυτε· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἤδετο ὕμνος παραδόξως, ἱσταμένου σου φλογὸς ἐν μέσῳ μάκαρ· ἡ γὰρ δρόσος Θεοῦ, ἀνέψυχέ σε Μάρτυς, ἀναβοῶντα· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Μέγιστον θαῦμα καταπλῆττον, πᾶσαν ἔννοιαν ἐν σοὶ τὸ πεπραγμένον· τὸ γὰρ πῦρ οὐδαμῶς, συμφλέξαν σε θεόφρον, διεκχυθὲν κατέκαυσε, τοῦ πυρὸς τοὺς κληρονόμους.
Θεοτοκίον
Ὤφθης Ἀγγέλων ὑπερτέρα, βουλῆς Ἄγγελον μεγάλης τετοκυῖα, Θεοτόκε ἁγνή, ᾧ πάντες μελῳδοῦμεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ᾨδὴ η', τοῦ Ὁσίου. Νικηταὶ τυράννου
Ὁλικῶς ποθήσας, τὸν ὑπερποθήσαντα γένος ἀνθρώπων, τὸν σταυρόν σου ἦρας, καὶ σὺν αὐτῷ μακάριε συνεσταυρώθης. Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ξενωθεὶς ἀπάσης, ἡδονῆς μακάριε θανατηφόρου, σεαυτὸν εἰργάσω, ὅλον ἀκηλίδωτον ἔσοπτρον θεῖον. Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἀπηνοῦς τυράννου, δυσσεβῆ ὠμότητα οὐ κατεπλάγης, ἀλλ' ὡς πύργος ἔστης, ἀκλινὴς ἀκράδαντος ὀρθοδοξίας. Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ζωηφόρον αἴγλην, ἐκ μιᾶς θεότητος Τρισυποστάτου, δεδεγμένος ὤφθης, τοῖς ἐν σκότει ἥλιος πεπλανημένοις. Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης θυγάτηρ· τοῦ Θεοῦ δὲ μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν· ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Τοῦ Μάρτυρος. Ἑπταπλασίως κάμινον
Νέῳ παμμάκαρ σώματι, καὶ τελείῳ φρονήματι, τὴν τοῦ ἀρχεκάκου, πονηρίαν ὤλεσας, φυτὸν ὡραιότατον, ἀναβλαστῆσαν ἐν ταῖς αὐλαῖς, τοῦ ἐξ Ἰεσσαί, ἀναβλαστήσαντος ῥίζης· πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῷ σταδίῳ θῆρές σε, Ἀθλοφόρε ᾐδέσθησαν, ὥσπερ Δανιήλ, τὸν ἱερὸν τὸ πρότερον· Χριστοῦ γάρ σε ἔγνωσαν, τῶν παθημάτων Μάρτυρα, ὃν ὁμολογῶν, τὰς ἀνηκέστους βασάνους, ὑπέμεινας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ ἐγνωκώς σε πρότερον, ἐν τῷ ὄρει Νεόφυτε, λέων παμμεγέθης, ἐν σταδίῳ ὄντι σοι, ἀχθεὶς ἐπαφίεται, εἰς τὴν τιμωρίαν Ἀθλητά· καὶ ἀναγνωρίσας, προσεκύνει σοι φόβῳ, αἰδοῖ συγκεκραμένος, καὶ πηγὰς κατανύξει, δακρύων εὐαισθήτως, προχέων θεομάκαρ.
Θεοτοκίον
Νέον Παιδίον τέτοκας, τὸν πρὸ πάσης τῆς κτίσεως, φύντα ἐκ Πατρός, ἀνερμηνεύτως πάναγνε· αὐτὸν οὖν ἱκέτευε, παλαιωθέντα πταίσμασι, νῦν ἀνακαινίσαι, καὶ βοῶντά με σῶσαι· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμός
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', τοῦ Ὁσίου. Τὸν προδηλωθέντα
Ἔτι σου ὡς Ἄβελ, τὸ αἷμα καὶ εἰς αἰῶνας, τὰ θεόπνευστα δόγματα, φωνῇ διαπρυσίῳ, τῇ Χριστοῦ Ἐκκλησίᾳ κηρύττει, Μάξιμε παμμάκαρ καὶ παμμέγιστε.
Τέτμηται ἡ χεῖρ μέν, γράφει δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ μέλανι, τῇ τετμημένῃ γλώττῃ, καὶ τῷ σῷ αἵματι τῷ τιμίῳ, πίστιν ἐν καρδίαις τὴν Ὀρθόδοξον.
ᾌδεται ἐν κόσμῳ, ἡ ἔνθεος παῤῥησία, καὶ τὸ πῦρ τὸ ἐγκάρδιον, τῆς ἐνθέου ἀγάπης, δι’ ἣν Ὅσιε τὴν τοῦ αἵματος χύσιν, Μάξιμε ὑπέστης προθυμότατα.
Ἵστασαι πρὸ θείου βήματος μετὰ Μαρτύρων, οἷς τοῦ ζήλου τῆς πίστεως, ἐκοινώνησας Πάτερ, καὶ ἡμᾶς οἰκειῶν τῷ Δεσπότῃ, καὶ σοῦ μιμητὰς ἀπεργαζόμενος.
Θεοτοκίον
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων· σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Τοῦ Μάρτυρος. Ἔφριξε πᾶσα ἀκοή
Ἵστασο οἷά περ ἀμνός, πρὸς σφαγὴν ἐθελουσίως προκείμενος, τοῖς ἀναιροῦσί σε, πικροῖς διώκταις Μάρτυς Νεόφυτε· καὶ κεντηθείς σου τὴν πλευρὰν λόγχῃ τὸ μακάριον, τέλος ἀπήλειφας· Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.
Ὡς θῦμα ὡς περικαλές, ἱερεῖον ὡς σεπτὸν καλλιέρημα, ὥσπερ ἀνάθημα, ναοῦ Ἁγίου ὡς καθαρὰ προσφορά, ὥσπερ στρουθίον ἐκλεκτόν, ὡς μόσχος πολύτιμος, ὡς νέον μάκαρ φυτόν, Παραδείσου, τῷ Θεῷ προσενήνεξαι.
Σύμμορφος γέγονας παθῶν, τοῦ παθόντος δι’ ἡμᾶς ἀγαθότητι, καὶ τῇ ἰσότητι, τῆς λόγχης Μάρτυς ὄντως δεδόξασαι, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, νίκης διαδήματι, καλλωπιζόμενος, καὶ χαρᾶς ἀδιαδόχου πληρούμενος.
Ἡ μνήμη ἡ πλησιφαής, καὶ πανένδοξος τῆς σῆς ἐναθλήσεως, Μάρτυς ἀνέτειλεν, ἡλίου πλέον περιαυγάζουσα, τὰς διανοίας τῶν πιστῶν, ἐν ᾗ δυσωποῦμέν σε, σκότους παντοίων παθῶν, καὶ κινδύνων χαλεπῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον
Φέρουσα οἷά περ λαβίς, τὸν οὐράνιον Θεόνυμφε ἄνθρακα, τὰ φρυγανώδη μου, καρδίας πάθη καὶ νῦν κατάφλεξον· καὶ τῆς γεέννης τοῦ πυρός, λύτρωσαί με, δέομαι, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν παναμώμητε.
Ὁ Εἱρμός
Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Ὁσίου. Ἦχος β'. Τοῖς Μαθηταῖς
Θεολογῶν ἐκήρυξας μίαν φύσιν Τριάδος, καὶ μίαν Πάτερ θέλησιν, καὶ ἐνέργειαν μίαν· Θεοῦ δὲ τοῦ σαρκωθέντος, δύω φύσεις θελήσεις, καὶ ἐνεργείας Μάξιμε, πάνσοφε θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις· ὑφ' ὧν τὴν χεῖρα γλῶσσάν τε, ἐκτμηθεὶς Μάρτυς ὤφθης.
Ἐξαποστειλάριον. Τοῦ Μάρτυρος. Ὅμοιον.
Ἐπιφανεὶς Νεόφυτε, ἤγειρας παραδόξως, νεκρὰν τὴν σὲ κυήσασαν, θαῦμα μέγιστον δείξας, Χριστοῦ θεράπων ὡς μέγας· ᾧ καὶ νῦν στεφηφόρος, θεόφρον παριστάμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, Ἅγιε καὶ τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἀθλοφόρε καὶ Μάρτυς.
Θεοτοκίον
Τὸ ξένον καὶ ἀπόῤῥητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης ὁ ἀπρόσιτος προσιτός μοι, ἑνώσας με θεότητι, τῇ αὐτοῦ παραδόξως.
.jpg)
Σχόλια
Δημοσίευση σχολίου