ΙΑΝΟΥΑΡΙΟΣ 2. ΣΙΛΒΕΣΤΡΟΥ ΠΑΠΑ ΡΩΜΗΣ & ΟΣΙΟΥ ΜΑΡΚΟΥ ΚΩΦΟΥ

 

ΙΑΝΟΥΑΡΙΟΣ Β΄.

ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΦΩΤΩΝ

ΣΙΛΒΕΣΤΡΟΣ ΠΑΠΑΣ ΡΩΜΗΣ

& ΜΑΡΚΟΣ ΟΣΙΟΣ ΚΩΦΟΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου Σιλβέστρου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ, Ἱεράρχα Σίλβεστρε, ἱερωσύνης φωτί, ἱερῶς φωτιζόμενος, τοὺς πιστοὺς ἐφώτισας, φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τὴν τρισυπόστατον, οὐσίαν σέβειν, καὶ ἀπεδίωξας, σκότος αἱρέσεων, τὴν φωσφόρον σήμερον· ὅθεν φαιδρῶς, μνήμην σου γηθόμενοι, πανηγυρίζομεν.

Πάτερ, θεοφόρε Σίλβεστρε, στῦλος ὡράθης πυρός, ἱερῶς προηγούμενος, ἱεροῦ συστήματος, καὶ νεφέλη σκιάζουσα, Αἰγύπτου πλάνης πιστοὺς ἐξαίρουσα, καὶ πρὸς τὴν θείαν γῆν μεταφέρουσα, ταῖς ἀπλανέσι σου, διδαχαῖς ἑκάστοτε, τὴν εὐκλεῆ· ὅθεν καὶ πανίερον, μνήμην σου σέβομεν.

Πάτερ, θεηγόρε Σίλβεστρε, ῥείθροις τῶν σῶν προσευχῶν, τὸν πολύμορφον δράκοντα, ἀσφαλῶς ἀπέπνιξας, ἱερῶς θαυμαζόμενος. Ἑλλήνων πλήθη, Θεῷ προσήγαγες, Ἑβραίων θράσος δὲ ἐταπείνωσας, θαύματα μέγιστα, ἐκτελῶν ἐνώπιον, τούτων σαφῶς· ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.

 

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς φυσικῆς ἀκοῆς σου Πάτερ στερούμενος, διήνοιξας Κυρίῳ, τὰ ἐσώτατα ὦτα, δεξάμενος τὸν λόγον Αὐτοῦ εὐθύς, καὶ σταυρὸν τῆς ἀσκήσεως, ἐν προθυμίᾳ βαστάσας, φωστὴρ κλεινός, Ἐκκλησίας ἀναδέδειξαι.

 

Τῶν κοσμικῶν καὶ ματαίων Μᾶρκε οὐκ ἤκουσας, τὰς ψυχοφθόρους ῥήσεις· ὅθεν ὅλος ἐδόθης, εἰς τήρησιν θελήματος τοῦ Χριστοῦ, Ὃν καὶ μόνον ἠγάπησας, ᾯ καὶ ὡμοίωσαι πράξεσιν ἀγαθαῖς, τῶν πιστῶν φανεὶς διδάσκαλος.

 

Ἡ τοῦ Κυρίου παιδεία ἡ ἀκατάληπτος, διήνοιξε τὰ ὦτα, διανοίας σου Μᾶρκε, καὶ ἔπλησε ψυχήν σου ὡς ποταμός, θεωρίαις τοῦ Πνεύματος, ὧν τῆς γλυκύτητος δίδου μοῖραν ἡμῖν, τοῖς γεραίρουσι τὴν μνήμην σου.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄. Προεόρτιον.

Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καὶ φησὶ πρὸς αὐτόν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ.

 

Εἰς τὸν Στίχον. Προσόμοια Προεόρτια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος.

Στ.: Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιΐμ.

Ὁ Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὄρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.

Στ.: Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάῤῥουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα;

 

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος γ΄.

Δεῦτε ἅπαντες πιστοί, τὴν Ἰουδαίαν ἀφέντες, διέλθωμεν τὴν ἔρημον τοῦ Ἰορδάνου, καὶ θεασώμεθα σήμερον ἐκεῖ, τὸν δι' ἡμᾶς ἐπιφανέντα σαρκί, τὸ Βάπτισμα αἰτοῦντα, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, τὸν Βαπτιστὴν παραιτούμενον, καὶ βοῶντα τῷ φόβῳ· Οὐ τολμῶ χειροθετῆσαι τῇ πηλίνῃ παλάμῃ τὸ πῦρ· ὁ Ἰορδάνης καὶ ἡ θάλασσα ἔφυγον Σωτήρ, καὶ ἀπεστράφησαν· κἀγὼ πῶς ἐπιθήσω ἐπὶ τὴν κορυφήν σου χεῖρα, ἣν τρέμει τὰ Σεραφίμ; Ἀνεχώρησεν ὁ Ἰορδάνης, ὡς ἐδέξατο τὴν Ἠλιού, δι' Ἐλισσαίου μηλωτήν· πῶς μὴ δύῃ εἰς χάος καὶ βάθος, βλέπων γυμνόν σε ἐν τοῖς ῥείθροις; πῶς δὲ μὴ φλέξῃ με, ὅλος ἐκ σοῦ πυρουμένος; Τί βραδύνεις Βαπτιστά, τοῦ βαπτίσαι τὸν Κύριόν μου; ὁ Ἰορδάνης βοᾷ πρὸς Ἰωάννην· Τί τῶν πολλῶν κωλύεις τὴν κάθαρσιν, πᾶσαν τὴν κτίσιν ἡγίασεν, ἄφες ἁγιάσαι κἀμὲ καὶ τῶν ὑδάτων τὴν φύσιν, ὅτι εἰς τοῦτο ἐπεφάνη.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Στολὴν ἐνδυσάμενος ἱεραρχίας πιστῶς, ἀμέμπτως ἱέρευσας τῷ ἐπὶ πάντων Θεῷ, Πατὴρ ἡμῶν Σίλβεστρε· ἔχων γὰρ πολιτεία, συνεκλάμποντα λόγον, θαύμασιν ἐβεβαίους, εὐσεβείας τὴν δόξαν, δι’ ἧς οὐρανίου δόξης, ὤφθης συμμέτοχος.

Δόξα. Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ὅμοιον.

Τὴν ἄνωθεν ἤκουσας κλῆσιν ὑπάρχων κωφός· τὰ ὦτα εὐήκοα φωνῇ τοῦ Λόγου δεικνύς, ἀσκήσει διέλαμψας· πάντων καταφρονήσας, τῶν φθαρτῶν καὶ ῥεόντων, ἔδωκας σὴν καρδίαν, τῷ Χριστῷ ἑκουσίως. Προστάτα θεῖε Μᾶρκε, κωφῶν αὐτοῖς συμπαράστηθι.

Καὶ νῦν. Προεόρτιον. Ἀπολυτίκιον. Ἦχος δ'

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.


 

Ἐν τοῖς Ἀποδείπνοις

 

Ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς: Τῇ δευτέρᾳ

ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός

Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ἀπόῤῥητος, τοῦ Κτίστου συγκατάβασις, πρὶν ἐκ Παρθένου λάμψασα, κόσμον κατηύγασεν, αὐτὸς πάλιν ὁ Χριστός, ἄλλο νῦν μυστήριον, τελέσων ἔρχεται, ἐν Ἰορδάνῃ βροτῶν, εἰς ξένην ἀναγέννησιν.

Διακονήσων, ἔργῳ φρικτῷ προέρχεται, πρὸς Ἰορδάνην Πρόδρομος, νῦν ἡ τοῦ Λόγου φωνή, τὸν πτωχεύσαντα Ἀδάμ, ὁ πλουτῶν θεότητι· διὰ τοῦ Πνεύματος γάρ, πλουτήσων ἥκει Χριστός, τῷ δώρῳ τοῦ Βαπτίσματος.

 

ᾨδὴ η'. Ἦχος β'. Ὁ Εἱρμός

φριξε παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ ἀκάματον πῦρ, ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο· Τὸν Κύριον, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

μᾶς μου σκεύη ἐκλεκτά, ἐπιγνώσομαι, εἰ τῆς ἐμῆς δωρεᾶς, σφραγὶς ἐνσημανθῇ, ἐν ὑμῖν τρισσὸν φῶς ἀπαστράπτουσα, πρὸς τὸ Βάπτισμα Χριστός, ὁ Λόγος φησί, τοῖς ῥᾳθυμίας ὄκνῳ διαμένουσιν· ἐν τούτῳ γὰρ νέαν ὁδὸν σωτηρίας, καὶ ἐλευθερίας, ζωὴν ἥκω δωρούμενος.

Τάξεως ἔμπαλιν ἐν σοί, φυσικῆς ἐστι πρᾶγμα τελούμενον νῦν, τὸ ἔλαττον καὶ γάρ, γνώμῃ εὐλογεῖται τοῦ κρείττονος· ὅθεν δέδοικα σὴν χειραπτῆσαι κάραν, τῷ Λυτρωτῇ ἐβόησεν ὁ Πρόδρομος· οὐ θέμις γὰρ χόρτον πυρὶ προσεγγίζειν, σύ με μᾶλλον, ἁγίασον σὸν δοῦλον.

Ἕτερον Διώδιον, Ἦχος ὁ αὐτός. Οὗ ἡ Ἀκροστιχίς: Τρίτη τε

Τῷ δόγματι τῷ τυραννικῷ, οἱ Ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες Θεόν, ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

ᾳθυμίας ὕπνον ψυχικόν, τινάξαντες καρδίας ἐγρηγόρσει, τῷ ἐρχομένῳ καθᾶραι ψυχάς, ἐν ῥείθροις βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

κανούσθω πρᾶξις ἐν ἡμῖν, ψυχῆς ἐν ὑψηλῇ θεωρίᾳ ὅπως κατ' ἄμφω φανέντες φαιδροί, τῷ πάντας καθαίροντι· Εὐλογεῖτε τὰ ἔργα, βοῶμεν τὸν Κύριον.

Τὸ τάλαντον λόγῳ πρακτικῷ, κοσμήσαντες ἐν διπλῇ ἐργασίᾳ, πίστει τῷ δόντι Δεσπότῃ πιστοί, ὡς δοῦλοι προσάξωμεν, βαπτισθῆναι μολοῦντι, ψυχῶν εἰς ἀνάπλασιν.

Ὁ Εἱρμός

Τῷ δόγματι τῷ τυραννικῷ...

ᾨδὴ θ'. Ὁ Εἱρμός

μεγάλυνας Χριστέ, τὴν τεκοῦσαν σε Θεοτόκον, ἀφ’ ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν.

ύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, Βαπτίσματος τοῦ θείου, γνώμην ἀναλάβωμεν ἔμφρονα· ἥκει γὰρ ὁ Κτίστης, κάθαρσιν δωρήσασθαι ξένην, ῥείθροις βαπτιζόμενος, πᾶσί τε καινὴν δεῖξαι ἀλλοίωσιν.

φορῶντες εἰς Χριστόν, ταπεινούμενον ἑκουσίως, μέχρι καὶ δούλου μορφῆς, ὑπὸ τὴν αὐτοῦ χεῖρα τὴν κραταιάν, νῦν ταπεινωθῶμεν, πνεύματι συνεπαρθέντες, ὅπως βαπτιζόμενον, τοῦτον καθαροῖς ἔργοις τιμήσωμεν.

 

Ἕτερος.

τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε

Τῆς ἁμαρτίας τὸν βαρύν, ῥύπον ἀποῤῥίψαντες, καθαροὶ τῷ πάντας καθαίροντι, ῥείθροις θείοις, ἐποφθῶμεν Δεσπότῃ.

ν Ἰορδάνῃ ποταμῷ, βαπτισθῆναι ἥκοντι, τῷ Χριστῷ δεῦτε προσεγγίσωμεν, τῶν δακρύων, καθαρθέντες τοῖς ῥείθροις.

Ἐν τῇ Γεννήσει σου Σωτήρ, ἡμᾶς ἑορτάσαντας, μετὰ Μάγων καὶ Ποιμένων, νῦν πρόσδεξαι, σὲ τιμῶντας, βαπτισθῆναι μολοῦντα.

Ὁ Εἱρμός

Ἡ τὸν ἀχώρητον Θεόν…

 


 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ                                                                                                                                                                                                    

 

Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ

Φορέσας τὴν ἐμήν, Ἰησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου φιλάνθρωπε· ὅθεν βλέπων σε, ὁ Ἰωάννης ἐβόα· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεραγαθέ;

Δόξα. Καὶ νῦν. Ὅμοιον

Προέρχεσθαι Χριστός, ἀγαθότητι μέλλει, πρὸς ῥεῖθρα ποταμοῦ, Ἰορδάνου ἐν τούτοις, ἡμῶν τὴν ἀνάπλασιν, ἀπεργάσασθαι χάριτι, θεῖε Πρόδρομε, τοῦτον ὑπόδεξαι χαίρων, καὶ τοῖς ὕδασι, τοῦτον θελήσαντα λοῦσον, τὸν μόνον φιλάνθρωπον.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Πτωχεύσας ὁ πλούσιος δι' εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, Ἰορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ Ἰωάννου, προφανῶς βαπτισθῆναι. Ὑμνήσωμεν πιστοί, τὴν Αὐτοῦ ἄκραν ταπείνωσιν.

Δόξα. Καὶ νῦν. Ὅμοιον

Πεπλήρωται σήμερον τοῦ Ἠσαΐου φωνή, βοῶντος· Ἑτοιμάσατε τὴν τοῦ Κυρίου ὁδόν, καὶ τρίβους ποιήσατε· ἤχησε γὰρ ὡς ἔφη, ἡ φιλέρημος σάλπιγξ, ἅπαντας συγκαλοῦσα, Ἰωάννης ὁ πάνυ· διὸ συνδράμωμεν ἅμα, καὶ παράδοξα ἴδωμεν.

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τῶν Ἁγίων.

Ὁ Προεόρτιος Κανών, οὗ ἡ Ἀκροστιχίς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Εἱρμῶν. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός

Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Αἰσθανόμενος, τὴν τοῦ Κυρίου ἔλευσιν, ἐκ τῆς ἐρήμου πρόεισιν, ὁ θεῖος Πρόδρομος, ἐκβοῶν περιφανῶς· Ἤγγικεν ἐπέφανεν ἡ ἀπολύτρωσις, μετανοήσατε, καὶ ὕδατι καθάρθητε.

Βαπτιζόμενον, ἁμαρτιῶν με κλύδωνι, Λόγε Πατρὶ συνάναρχε, ὅλον καθάρισον, μετανοίας ῥαντισμῷ, ὁ τῷ βαπτισμῷ σου πιστοῖς, τὴν ἀπολύτρωσιν ἀεὶ δωρούμενος, δι' εὐσπλαγχνίαν ἄμετρον.

Γῆ ὡς γέγραπται, τοῦ Ζαβουλὼν τὸ ἄδυτον, βλέπουσα φῶς αὐγάσθητι· Ἰδοὺ γὰρ πάρεστιν, Ἰορδάνου ταῖς ῥοαῖς, καὶ τὸν ἐπὶ πάντων Θεόν, ὕμνει κραυγάζουσα· Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Δῆμον ἅπαντα, ὁ θεηγόρος Πρόδρομος, βλέπων παραγενόμενον, τούτοις ἐφθέγγετο· Τίς ὑπέδειξεν ὑμῖν, ἀπὸ τῆς μελλούσης ὀργῆς φυγεῖν, ποιήσατε τῆς μετανοίας καρπούς, ἐν χάριτι σῳζόμενοι. 

Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνεῖν σε πίστει τὴν χάριν δίδου μάκαρ. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε

Υἱοθετήθης ἐν χάριτι Σίλβεστρε, Θεῷ Πατρὶ καθαρόν, βίον ἀσπασάμενος, καὶ θείαις ἀστραπαῖς, ψυχὴν φωτοειδέστατος, γενόμενος μετῆλθες πρὸς τὸ φῶς, κραυγάζων τὸ ἀνέσπερον· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Μεγαλοφρόνως παθῶν κατεκράτησας, καὶ σάρκα ἀσκητικαῖς, ἀγωγαῖς ὑπέταξας, τῷ Πνεύματι σοφέ, θεῖον καταγώγιον, Τριάδος γεγονὼς περιφανῶς, τῆς πονηρίας τὰ πνεύματα, ψάλλων ἐταπείνωσας· Ἐνδόξως γὰρ δεδόξασται.

Νόμῳ τῷ θείῳ ἐνθέως πειθόμενος, καὶ θεοπνεύστου Γραφῆς, γνώσει καλλυνόμενος, Ἑλλήνων τοὺς σοφούς, ἀλήθειαν ἐπαίδευσας, Χριστὸν ὁμολογεῖν σὺν τῷ Πατρί, βοῶντας καὶ τῷ Πνεύματι· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ν ὑποστάσει μιᾷ γνωριζόμενον, τὸν σαρκωθέντα Χριστόν, μάκαρ ἀνεκήρυξας, θελήσεσι διτταῖς, καὶ ἐνεργείαις Σίλβεστρε, νοούμενον, καὶ πίστει τοὺς αὐτῷ, θεώσαντα κραυγάζοντας· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον

να τοὺς κάτω τοῖς ἄνω συνάψειεν, ὁ μόνος πάντων Θεός, μήτραν ἀπειρόγαμον, ὑπέδυ καὶ σαρκός, φανεὶς ἐν ὁμοιώματι, τῆς ἔχθρας τὸ μεσότοιχον ἑλών, εἰρήνην ἐμεσίτευσε, καὶ ζωὴν ἐβράβευσε, καὶ θείαν ἀπολύτρωσιν. 

 

Ὁ Κανὼν τοῦ Ὁσίου οὖ ἡ ἀκροστιχίς: Μᾶρκε κωφέ, ἄκουέ με μέλποντα σὸν βίον. Α(θανάσιος).

ᾨδὴ α'. ῏Ηχος δ'. Ἀνοίξω τὸ στόμα μου.

Μακάριε ἄνθρωπε, Μᾶρκε κωφὲ ὦτα ἄνοιξον, καρδίας καὶ χείλη μου, ἔμπλησον χάριτος, ὅπως βίον σου, αἰνέσω κατ' ἀξίαν, καὶ μέλψω ἀγῶνάς σου καὶ κατορθώματα.

ρχὴν σῆς ἀσκήσεως, ἀποταγὴν ποιησάμενος, ἡσύχως ἐβίωσας, ἐπιποθῶν τὸν Χριστόν, καὶ τὰ ὦτά σου, καρδίας διανοίξας, ἐδέξω προστάγματα, ψυχοσωτήρια.

υσθεὶς βρόχων Ὅσιε, τῶν κοσμικῶν σῷος ἔφθασας, εἰς τόπον ἀσκήσεως, βρύων νοήματα, τῆς καρδίας σου, ἐχθροῦ εἰς ἀναβάσεις, Θεῷ προσηλούμενος, διὰ τῆς νήψεως.

Θεοτοκίον

Κυρία μου Δέσποινα, ἡ τὸν Σωτῆρα κυήσασα, κωφῶν διανοίξαντα, ὦτα προστάγματι, τούτῳ πρέσβευε, κωφόν με ἀναδεῖξαι, πρὸς κόσμου ἀκούσματα, ψυχὴν τὰ βλάπτοντα. 

 

 

ᾨδὴ γ', Προεόρτιος. Ὁ Εἱρμός.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

πέφανε Χριστὸς βοᾷ ὁ Πρόδρομος, καὶ ῥείθροις ἐπιβαίνει τοῦ Ἰορδάνου, ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καθαραῖς διανοίαις φωτιζόμενοι.

Ζητῶν ἀνοδίαις τὸν πλανώμενον, Θεέ μου πτωχείαν πλουσιωτάτην, ἐνδυσάμενος ἐφίστασαι, βαπτισθῆναι ἡ ἁπάντων ἀπολύτρωσις.

γῆ καὶ οὐρανὸς νῦν χορευέτωσαν, ὁ πάντων βαπτίζεται εὐεργέτης, ἐν τοῖς ὕδασι βυθίζων ἡμῶν, τὴν πληθὺν τῶν ἀμέτρων παραπτώσεων. 

Τοῦ Ἱεράρχου. Τὸν φόβον σου Κύριε

Νοὸς καθαρότητα, κτησάμενος Ἱεράρχης γεγένησαι, χρῖσμα ἅγιον δεξάμενος· διό σε θεοφόρε, Πάτερ εὐφημοῦμεν.

Σταυρῷ τὸν τανύσαντα, παλάμας σαρκὶ Θεὸν ἐτράνωσας, λογικαῖς σου ἀποδείξεσι, καὶ Ἰουδαίων θράσος, ὤλεσας παμμάκαρ.

ν θαύμασι μέγιστος, γενόμενος φυγαδεύεις τὰ πταίσματα, καὶ καθαίρεις τὰ νοσήματα, τῶν πίστει αἰτουμένων, Σίλβεστρε θέοφρον.

Θεοτοκίον

Παρθένος Ἁγνή, μετὰ τὴν κύησιν Παναγία διέμεινας· Θεὸν Λόγον γὰρ ἐγέννησας, ἡμῖν ὁμοιωθέντα, χωρὶς ἁμαρτίας.

 

Τοῦ Ὁσίου. Τοὺς σοὺς ὑμνολόγους.

νέκρωσας Μᾶρκε πάθη πάντα, δοθεὶς τῷ Χριστῷ ὅλῃ ψυχῇ, καὶ ὡς τῆς ἀναστάσεως, υἱὸς βιοὺς μεμύησαι, τὰ βάθη θείου Πνεύματος, καὶ μυστηρίων ἀπόῤῥητα.

Κωφεύων δελέατι τοῦ πλάνου, ἐτήρησας Μᾶρκε σὴν ψυχήν, παρθένον ἀδιάφθορον, ἥν περ ἁγνὴν παρέστησας, Νυμφίῳ τῷ ἀφθάρτῳ σου, καὶ ἀρεταῖς κατεποίκιλας.

τίων σου ἥψατο Δεσπότης, ἐν τρόπῳ ὦ Μᾶρκε μυστικῷ, διδάξας σοι τὰ πρέποντα, τῇ ὑπηχήσει Πνεύματος, Οὗ εἶτα σάλπιγξ γέγονας, τὴν Χάριν ἐκδιηγούμενος.

Θεοτοκίον

Φυσίζωε Κόρη ζώωσόν με, πρεσβείᾳ σου τῇ ζωοποιῷ, πρὸς τὴν Ζωὴν Ὃν ἔτεκες, ὅτι ταῖς ἁμαρτίαις μου, θνήσκω καὶ μὴ βουλόμενος, τῇ συνηθείᾳ ἑλκόμενος. 

Ὁ Εἱρμός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.


 

Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος γ'. Τὴν ὡραιότητα.

Τὴν καθαρότητα, τῆς διανοίας σου, βλέπων ὁ Κύριος, Μᾶρκε σοὶ δέδωκεν, εὐχὴν νηστείαν φυλακήν, αἰσθήσεων καὶ εἰρήνην· ὅθεν πεφανέρωσαι, ἐξ ὧν πείρᾳ μεμάθηκας, ὁδηγὸς ἀλάθητος, πρὸς ζωὴν τὴν αἰώνιον, ἐν ᾗ ἐπαπολαύων Δεσπότου, μνήσθητι Πάτερ τῶν τιμώντων σε.

Δόξα. Κάθισμα τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν

Συλήσας ἀρετῶν, τὸν ἀσύλητον πλοῦτον, σαρκὸς τὰς ἡδονάς, ὡς ἀσκήσει νεκρώσας, ψήφῳ τοῦ Παρακλήτου, τοῦ Κορυφαίου Πέτρου διάδοχος, Σίλβεστρε ἀνεδείχθης, οὗ καὶ τὸν ζῆλον  ἐκμιμησάμενος, θεογνωσίας λόγον τὸν σεπτόν, ἐκήρυξας σοῖς φθόγγοις.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ἀόρατε Θεέ, ἀκατάληπτε Λόγε, ἐτέχθης ἐκ Πατρός, ὑπὲρ φύσιν καὶ λόγον· πάλιν δὲ ἐπ' ἐσχάτων, ἐκ τῆς Παρθένου οὐκ ἀλλοιώσας ὃ ἦς, ἔρχῃ καὶ ἐν τοῖς ῥείθροις, τοῦ Ἰορδάνου νῦν βαπτισθῆναι σαρκί, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. 

 

ᾨδὴ δ', Προεόρτιος. Ὁ Εἱρμός.

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Θαυμάζει σου, Ἰησοῦ εὐεργέτα τὴν ἄφιξιν, ὁ μέγιστος Πρόδρομος, καὶ συστελλόμενος κράζει σοι· Πῦρ ὑπάρχων Δέσποτα, μὴ καταφλέξῃς με, χόρτον χρηματίζοντα Κύριε.

στάμενον, ἐν τοῖς ὕδασι τούτοις θελήματι, ὁρῶν με νῦν πρόσελθε, ὦ Ἰωάννη καὶ βάπτισον, ὅπως τὴν δι' ὕδατος, χάριν ἀνθρώπων, τῷ γένει ἀπεργάσωμαι.

Κρυπτόμενον, ὡς νεφέλη σε ἔγνωκα Ἥλιον, Θεέ μου τῷ σώματι· πῶς οὖν γυμνοῦσαι τὰ ὕδατα, νῦν περιβαλλόμενος; ὁ Ἰωάννης ἐβόα ἐκπληττόμενος.

Λαμπρύνεται, τῶν ἀνθρώπων ἡ φύσις καὶ λύτρωσιν, τοῦ σκότους εἰσδέχεται, τῆς ἁμαρτίας καὶ ἄνωθεν, θεῖον περιβάλλεται, τῆς ἀφθαρσίας χιτῶνα γυμνουμένου μου. 

Τοῦ Ἱεράρχου. Εἰσακήκοα Κύριε.

εράρχης θεόληπτος, χρίων Ἱερέας θείῳ ἐν Πνεύματι, ἀνεδείχθης Πάτερ Σίλβεστρε, καὶ λαοὺς φωτίζων ἱερώτατε.

Συνεργείᾳ τοῦ Πνεύματος, νόσους ἀπελαύνων πάθη ἀνίατα, ἐθεράπευσας πανόλβιε, ἐπιστρέφων πλάνης τοὺς παράφρονας.

Τῶν αἱρέσεων Σίλβεστρε, πλάνην ἐκδιώξας, ποίμνην ἐποίμανας, εὐσεβείας βρύων ὕδατα, ἐπὶ χλόην θείας ἐπιγνώσεως.

ξεχύθη σου χείλεσι, χάρις θείου Πνεύματος· διὰ τοῦτό σε, ἱερέα τοῦ λαοῦ αὐτοῦ, ὁ Θεὸς παμμάκαρ Πάτερ ἔχρισεν.

Θεοτοκίον

ασαί μου τὰ τραύματα, Κόρη τῆς καρδίας, καὶ κατευόδωσον, τῆς ψυχῆς μου τὰ κινήματα, εἰς Θεοῦ Παρθένε τὰ θελήματα. 

 

Τοῦ Ὁσίου. Ὁ καθήμενος ἐν δόξῃ.

στης ὡς πεφυτευμένον, ξύλον ἐν τοῖς ὕδασιν Ὅσιε, ἀπὸ τῶν ῥευμάτων, λόγου τοῦ Κυρίου τρεφόμενον· ὅθεν ἀπέδως καρπόν σου πολυπλάσιον, τῆς ἀσκήσεως, ἐν τῷ καιρῷ ἐκδημίας σου.

περ εἶχες ἐν καρδίᾳ, τῷ Δεσπότῃ ἐγνώριζες, διὰ τῆς συντόνου, Μᾶρκε εὐκτικῆς ἐργασίας σου· ὅθεν ἐδέχου τὴν χάριν ἐν τοῖς ἔργοις σου, θησαυρίζων, πλουτισμὸν σωτηρίας αἰώνιον.

Κύριος μερὶς ὑπάρχων, σῆς ζωῆς ὑπερτίμητος, θείαις σε ἐννοίαις, ἔθρεψε καὶ ηὔξησεν Ὅσιε· διὸ ἐγένου ὡς ναῦς τις πολυφόρητος, Ἐκκλησίαν, ἀρεταῖς σου σιτίζων ὡς ἄριστα.

Θεοτοκίον

λισθαίνων καθ' ἑκάστην, ἐξ ἀδυναμίας μου ἄχραντε, σὲ καθικετεύω, στήριξον ἁρμοὺς τῆς καρδίας μου, ὥστε βαδίζειν εὐθέως ἐν τοῖς τρίβοις μου, καὶ μὴ γένωμαι, τοῦ φιλτάτου Υἱοῦ σου ἀλλότριος. 

 

ᾨδὴ ε', Προεόρτιος. Ὁ Εἱρμός.

Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.

Μετανοεῖτε βοῶν, ἡ Βασιλεία τοῦ Θεοῦ ἤγγικεν, ὁ ἱερὸς Πρόδρομος ἐφάνη, ἐκ τῆς ἐρημίας, τοὺς ἐρημωθέντας ἡμᾶς ἀνακτώμενος.

Νόμος ὁ πάλαι φησί, καὶ Προφητῶν ὁ ἱερὸς σύλλογος· Ἦλθε Χριστὸς ἡμᾶς ἀναπλάττων, τῷ θείῳ βαπτισμῷ, τοὺς παλαιωθέντας, πολλοῖς παραπτώμασι.

Ξένα φησὶ καὶ φρικτά, ὁ Ἰωάννης καθορῶ σήμερον! Νῦν ἡ πηγή, τῆς ἀθανασίας, προῆλθεν ἐκ μικρᾶς, ῥανίδος τὸ θεῖον, αἰτήσασθαι βάπτισμα. 

Τοῦ Ἱεράρχου. Ἵνα τί με ἀπώσω.

Ταῖς πλοκαῖς τῶν σῶν λόγων, ἅπαντα διέλυσας μάταιον σύνδεσμον, καὶ πρὸς θείαν πίστιν, τοὺς τῇ πλάνῃ δεθέντας συνέδησας, διανοίγων Πάτερ, τούτων τὸν νοῦν τῇ ἀναπτύξει, τῶν Γραφῶν Ἱεράρχα μακάριε.

καρδία σου Πάτερ, ἄμωμος γεγένηται τοῖς δικαιώμασι, τοῦ κοινοῦ Δεσπότου, ὃν ποθήσας σαρκὸς κατεκράτησας, καὶ θαυμάτων χάριν, πεπλουτηκὼς νόσους ἴασαι, καὶ ψυχῶν χαλεπώτατα τραύματα.

Νεμομένης καρδίας, νόσον ψυχολέτειραν δεινῆς αἱρέσεως, τοῦ πικρῶς μανέντος, δραστηρίοις φαρμάκοις τῶν λόγων σου, θεοφόρε στήσας, ὡς ἰατρὸς χάριτι θείᾳ, τοῦ σεπτοῦ ἐφυγάδευσας Πνεύματος.

Θεοτοκίον

Χαῖρε μόνη τεκοῦσα, τὸν Ἀπειροδύναμον σάρκα πτωχεύσαντα. Χαῖρε τοῦ πεσόντος, ἐπανόρθωσις κόσμου πανάμωμε. Χαῖρε λύπης λύσις, χαῖρε πιστῶν ἡ σωτηρία, χαῖρε θρόνε Θεοῦ ὑψηλότατε

 

Τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα.

ψαύχενον ἄρχοντα, τῆς ἀνομίας Ὅσιε, τῇ ὑπακοῇ Μᾶρκε καθεῖλες, καὶ ταπεινώσας, σαὐτὸν κατείληφας, ὕψη τὰ τῶν θείων δωρεῶν, τὸν Χριστὸν μιμούμενος, ἐνδυθέντα ταπείνωσιν.

νέκρωσας ἅπαντα, τὰ ἐμπαθῆ νοήματα, τῶν αἰσθήσεων σου Πάτερ Μᾶρκε, ζωῶν ψυχήν σου, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τῇ συσταυρώσει τῷ Χριστῷ, εἴληφας τὸ σφράγισμα, ἀναστάσεως Ὅσιε.

Μᾳκρύνων ἐμάκρυνας, τῶν αἰτιῶν τῆς πτώσεως, ἄφθορον τηρῶν μονογενῆ σου, ταύτην γλυκαίνων, τῇ μνήμῃ τοῦ Ἰησοῦ, Οὗ οὐδὲν γλυκύτερόν ἐστι, ἥδυσμα μακάριε, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι.

Θεοτοκίον

λέησον Δέσποινα, τῷ μητρικῷ ἐλέει σου, τὴν κατασυντετριμμένην, καὶ ἡλκωμένην, ψυχήν μου πάθεσι, ἡ τὸν ἐλεήμονα Χριστόν, ἐν γαστρὶ βαστάσασα, ἰατρεύοντα πταίσματα. 

 

ᾨδὴ ς', Προεόρτιος. Ὁ Εἱρμός

Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσε με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου.

μβρησον ἁμαρτημάτων, ἡμῖν φιλάνθρωπε λύσιν, ὁ τοῦ Ἰορδάνου ταῖς ῥοαῖς, βυθίσας τὰ πταίσματα, τῶν γηγενῶν, διὰ ἔλεος μέγα.

Πέλαγος Χριστὲ ὑπάρχων, δικαιοσύνης προέρχῃ, νῦν ἐν Ἰορδάνῃ ποταμῷ, βυθίσαι τὸν δράκοντα, καὶ τοῦ Ἀδάμ, τὴν παράβασιν πλῦναι.

εῖθρόν σε τῆς ἀφθαρσίας, Χριστὲ ὑπάρχοντα ὄντως, ῥεῖθρα πῶς χωρήσει ποταμοῦ; ἐβόα ὁ Πρόδρομος, δοξάζων σου, τὴν πολλὴν εὐσπλαγχνίαν. 

 

Τοῦ Ἱεράρχου. Τὴν δέησιν, ἐκχεῶ.

πρόϊτον, καὶ φρουρᾷ αἰωνίᾳ, συγκλειόμενον εἰργάσω εὐχαῖς σου, τὸν πονηρόν, λυμαινόμενον φθόνῳ, τοὺς προσιόντας μακάριε δράκοντα, ὡς θύρας τε, καὶ ὡς μοχλούς, τοῦ Σταυροῦ τὴν σφραγῖδα ἐνθέμενος.

ημάτων σου, μελιῤῥύτων ὁ φθόγγος, εἰς τὴν σύμπασαν ἐξῆλθε παμμάκαρ, καὶ διδαχῶν, εἰς τὰ πέρατα πάντα, τῆς οἰκουμένης τὸ φέγγος ἐξέλαμψε, θαυμάτων τε τὸ διαυγές, καὶ τῶν ἔργων ἡ θεία ἐπίδειξις.

άματα, καὶ χαρίσματα θεῖα, ἐπομβρίαις ἀναβλύζων πλουσίως, τοῦ παντουργοῦ, Ἱεράρχα παμμάκαρ, καὶ Παναγίου ἑκάστοτε Πνεύματος, τοὺς πίστει σοι εἰλικρινεῖ, προσιόντας ἴασαι ἐν χάριτι.

Θεοτοκίον

Νοήσαντες, θεηγόροι Προφῆται, Μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν τοῦτο, φωταγωγούμενοι θείῳ ἐν Πνεύματι, καὶ νῦν ἡμεῖς περιχαρῶς, τὰς ἐμφάσεις ὁρῶντες πιστεύομεν.

 

Τοῦ Ὁσίου. Τὴν θείαν ταύτην.

Μεγίστην εὗρες ἀνάπαυσιν, τὴν πᾶσάν σου ζωὴν Μᾶρκε Ὅσιε, ἀνατιθέμενος, τῷ προνοοῦντι τῆς κτίσεως, καὶ νόμοις φιλανθρώποις, ταύτην θριγκώσαντι.

κτείνων χεῖρας ἱκέτιδας, τὴν Χάριν κατεβίβαζες Ὅσιε, τοῖς αἰτουμένοις σου, εὐχὴν λαβεῖν τὴν δραστήριον, καὶ ἄνεσιν ἐκ πάσης βλάβης καὶ θλίψεως.

Λεόντιον ἔσχες φρόνημα, κατὰ τοῦ ἀντιπάλου μακάριε, φρυαττομένου σοι, καὶ οἰομένου τοῖς βέλεσιν, τὸν τὸνον τῆς ψυχῆς σου ποιῆσαι ἄχρηστον.

Θεοτοκίον

Πενήτων πέλεις προμήθεια, τροφέα πάντων τέξασα Δέσποινα· ὅθεν πεινῶντά με, πνευματικῶς ταχὺ ἔκθρεψον, τῷ Σώματι Υἱοῦ σου, καὶ θείῳ Αἵματι. 

Ὁ Εἱρμός

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

 


Κοντάκιον, τοῦ Ἱεράρχου. Ἦχος β'. Τὰ ἄνω ζητῶν

Σοφίας Θεοῦ, ἐμπλήσας τὸ στόμα σου, Τριάδος ἡμῖν, τὴν γνῶσιν ἐτράνωσας, καὶ τὴν ἀθεότητα τῶν τυράννων, κατέβαλες Σίλβεστρε, τῇ σφεδόνι τῶν λόγων σου· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον. 

Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος δ'. Ὁ ὑψωθείς.

Ὦτα μὴ ἔχων φυσικὰ ὑπερῆρας, τοὺς ταῦτα ἔχοντας κωφὲ Πάτερ Μᾶρκε, ὡς τοῦ Κυρίου λόγους εἰσδεξάμενος, ἐν τῇ διανοίᾳ σου, καὶ ἐργάτης ἐγένου, θεϊκῆς ἀσκήσεως, καὶ ζωῆς ὑπὲρ φύσιν· ὅθεν τιμῶντες βίον σου σεπτόν, αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.

Κοντάκιον Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Ἐν τοῖς ῥείθροις σήμερον, τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. 

Ὁ Οἶκος

Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι, οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ὑπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω· ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ' ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. 

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Σιλβέστρου Πάπα Ῥώμης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ κωφοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδότης, μητρὸς τῶν Ἁγίων Ἀναργύρων, τῶν ἐν Ἀσίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοπέμπτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σέργιος, ἐν Καισαρείᾳ τῆς Καππαδοκίας, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰσιδώρου, ἐπισκόπου Ἀντιοχείας τῆς Συρίας, τοῦ ὑπὸ τῶν ἀρειανοφρόνων  τελειωθέντος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κοσμᾶ τοῦ Α΄, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νείλου τοῦ ἡγιασμένου, τοῦ ἐν Γηρομερίῳ Θεσπρωτίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γενναδίου, κτήτορος τῆς Μονῆς Κασσιώπης Κερκύρας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Χιλίων Μαρτύρων τοῦ Λίτσφιλντ τῆς Βρετανίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μπότβαν τοῦ μετανοεῖτε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σειριόλου τοῦ Δικαίου, τοῦ Βρεττανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Κουπάϊας ἢ Πομπηΐας ἢ Ἀσπασίας, τῆς βασιλίσσης Βρεττάνης καὶ ἐρημίτισσας, κοιμηθείσης τὸ 545.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος (ἢ Ζώρζης ἢ Γκιουρτζής) ὁ Ἴβηρ, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1770ῳ, ἀπαγχονισθεὶς τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σιλβέστρου τοῦ Ῥώσσου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἰουλιανῆς, του Λαζαρέφσκογε Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφεὶμ τοῦ Σάρωφ, τοῦ Ῥώσσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Νεομάρτυρες· Νικόλαος ὁ ἱερέας, καὶ Βάρβαρα ἡ θυγάτηρ αὐτοῦ, ὑπὸ τοῦ κομμουνιστικοῦ καθεστῶτος ἐν Ῥωσσίᾳ, τυφεκισθέντες τελειοῦνται, ἐν ἔτει 1919ῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Αμήν.

 

ᾨδὴ ζ', Προεόρτιος. Ὁ Εἱρμός.

Εἰκόνος χρυσῆς ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στολὴν ἱεράν, ἐπενδύων με Χριστὲ τὸν γυμνωθέντα, τῇ συμβουλίᾳ τοῦ ἀλάστορος, γυμνὸς προβῆναι τοῖς ὕδασιν, εἵλου ἀγαθότητος πλούτῳ· ἀνυμνῶ σου τὸ εὔσπλαγχνον, καὶ προσκυνῶ τὴν θαυμαστὴν οἰκονομίαν σου.

Τίς αὕτη Χριστέ, ἡ πολλή σου πρὸς ἡμᾶς οἰκονομία; τίς ἡ πτωχεία; τίς ἡ ἄφατος καὶ ὑπὲρ νοῦν συγκατάβασις; ἔφη ὁπηνίκα σε εἶδεν, ὁ Ἰωάννης γυμνούμενον, καὶ βαπτισθῆναι ὑπ' αὐτοῦ ἐγκελευόμενον.

φῆψας Χριστέ, ὥς περ λύχνον τὴν σεπτὴν σάρκα σου μέσον, τοῦ Ἰορδάνου καὶ ἐζήτησας, τὴν συγχωσθεῖσαν τοῖς πάθεσι, καὶ τῇ ἁμαρτίᾳ εἰκόνα, καὶ εὑρὼν κατεκάλλυνας, τῷ Βαπτισμῷ σου ἀγαθέ· ὅθεν ὑμνοῦμέν σε. 

 

Τοῦ Ἱεράρχου. Οἱ ἐκ τῆς Ἰουδαίας.

Δίκαιος ὥσπερ φοῖνιξ, ἐν τῷ οἴκῳ Κυρίου Πάτερ ἐξήνθησας, καρποὺς δικαιοσύνης, ἐξ ὧν οἱ σὲ τιμῶντες, διατρέφονται ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

σχυραῖς τῶν σῶν λόγων, ἀποδείξεσιν εἷλες τοὺς ματαιόφρονας, νοσοῦντας ἀπιστίαν, καὶ χαίρων ἐμελῴδεις, παναοίδιμε Σίλβεστρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Διαμένει ἡ δόξα, εἰς αἰῶνάς σου Πάτερ καὶ τὸ μνημόσυνον, σὺν πᾶσι τοῖς Δικαίοις· μεθ' ὧν ἡμῶν τῶν πίστει, μελῳδούντων μνημόνευε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

κλεινὸς Ἱεράρχης, τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ σκότος τῆς κακίας, διέλυσε καὶ πάντας, τοὺς βοῶντας ἐφώτισεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

περθαύμαστε Κόρη, τὸν πρὸ πάντων αἰώνων ἐκυοφόρησας, ἡμῖν ὁμοιωθέντα, δι' ἄκραν εὐσπλαγχνίαν, ἵνα σώσῃ τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

 

Τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν.

Οὐκ ἐνάρκησας, ἐν τῇ ἀσκήσει Ὅσιε, οὐδὲ ἐνύσταξας ἀπὸ τῆς σῆς φυλακῆς· διὸ κεχαρίτωσαι, ποικίλαις χάρισι, παρὰ τοῦ Παντοκράτορος, καὶ ἐφορῶντος καλῶς, τοὺς ἀγάπῃ, πρὸς Αὐτὸν τὰ σκάνδαλα, καὶ δεινὰ τῶν ἐχθρῶν ὑπομένοντας.

Νοῦν ἀκράτητον, τῇ προσευχῇ ἐδέσμευσας, καὶ καθυπέταξας, ἐν θεϊκοῖς λογισμοῖς· διό σοι ἀνέβλυσαν, ὕδατα Χάριτος· δι' ὧν ὦ Μᾶρκε Ὅσιε, πολλοὺς ἐπότισας, καὶ τὴν δίψαν ἀπὸ τῶν ψυχῶν αὐτῶν, διδαχαῖς ταῖς σοφαῖς σου κατέπαυσας.

Τίς μοι ἔκραζες, παράδεισος ἢ Κύριος καὶ ξύλον γνώσεως, ἀφ' οὗ τρυφῶ δι' εὐχῆς, γλυκύτατον Ὄνομα, Αὐτοῦ ἐγένετο· ὅθεν δεῦτε τρυφήσατε, ὅσοι οὐκ ἔσχετε, θείαν γεῦσιν, τῆς Αὐτοῦ χρηστότητος, ἵνα γνῶτε ἐκ πείρας τὸ ἔλεος.

Θεοτοκίον.

κουσάτω μου, τὸν στεναγμὸν ἡ Δέσποινα, ἡ πολυεύπλαγχνος, καὶ μὴ παρίδῃς οἰκτράν, τὴν δέησιν ταύτην μου τὴν πολυστένακτον, ἀλλὰ τὸ οὖς σου κλῖνόν μοι, ἵνα ἐξείπω σοι, τῆς ψυχῆς μου, πάντα ἁμαρτήματα, καὶ ἀνάπαυσιν εὕρω ὁ ἄθλιος. 

 

ᾨδὴ η', Προεόρτιος. Ὁ Εἱρμός

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωνὴ βοῶντος ἐμφανῶς, ἐν ἐρήμῳ ἐπιστὰς ὁ Ἰωάννης, ἐπιστρέφων καρδίας, μετανοούσας θερμῶς δοξάζειν τὸν ἐπιφαινόμενον, ἐν τῷ Ἰορδάνῃ, Σωτῆρα καὶ Δεσπότην.

Χειμάῤῥους πέφυκας τρυφῆς, ὁ θαλάσσας καὶ πηγὰς δημιουργήσας, καὶ πῶς ὕδασι βαίνεις; τί ἀποπλῦναι ζητῶν; ἡ πάντων ἔκπλυσις καὶ κάθαρσις, τῶν ὑμνολογούντων, Χριστέ σε εἰς αἰῶνας.

Ψῦξαι τὰ ῥεύματα ζητῶν, τῆς κακίας τοῦ ἐχθροῦ καὶ τὰς θαλάσσας, τῶν παθῶν ἀναστεῖλαι, καὶ τοῖς πιστοῖς ἱλασμόν, πηγάσαι καὶ ἄφεσιν Δέσποτα, ἔρχῃ βαπτισθῆναι, ἐν ῥείθροις Ἰορδάνου.

ρῶν καὶ χρόνων Ποιητά, ὑπὸ χρόνον γεγονὼς δι' εὐσπλαγχνίαν, ὁ ἀχρόνως ἐκλάμψας, ἐκ προανάρχου Πατρός, ἐπέστης τὰ χρόνια πταίσματα, πάντων ἀποπλῦναι, ἐν ῥείθροις Ἰορδάνου. 

Τοῦ Ἱεράρχου. Νικηταὶ Τυράννου.

Μίαν φύσιν Πάτερ, τῆς μιᾶς θεότητος θεολογήσας, ἐν τρισὶ προσώποις, νοουμένης ἔμελπες ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ληθείας Πάτερ, ἀληθὴς διδάσκαλος ἀνηγορεύθης, ψευδωνύμου πλάνης· ὅθεν ἐστηλίτευσας ἀπάτην μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κορυφαῖος ὤφθης, ἱεροῦ συστήματος ἱερομύστα, καὶ τοῦ Κορυφαίου, Μαθητῶν ἐκόσμησας βοῶν τὸν θρόνον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ρεταῖς ἐνθέοις, Πάτερ τὴν καρδίαν σου κατακαλλύνας, ὅλος ὡραιώθης, καὶ ταῖς ἄνω τάξεσι βοῶν συνήφθης· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ήμασί σου θείοις, γενεαὶ ἑπόμεναι αἱ τῶν ἀνθρώπων, μακαρίζομέν σε τὴν ἀειμακάριστον καὶ μελῳδοῦμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς.

Στῦλος ἐν εὐχαῖς ὡράθης Πάτερ, καὶ πύργος ἐν πειρασμοῖς ἀκλόνητος, ὅπλα ἐνδυσάμενος, ἅπερ Παῦλος εἴρηκεν· ὅθεν ἐδέξω ἄφθονον, Μᾶρκε τὴν ἔκχυσιν, τοῦ Πνεύματος, τοῦ θείου δι' Οὗπερ, γέγονας ἀλείπτης, πολλῶν εἰς σωτηρίαν.

Οὐρανὸν ἐποίησας καρδίαν, καὶ νοῦν σου παράδεισον μακάριε, ἐν οἷς ἐνεθρόνισας, ᾽Ιησοῦν τὸν πάγκαλον, ἐφύτευσας δὲ σύνδενδρον, τῶν ἀρετῶν τὴν πληθύν, διὰ βίου, πλήρους καθαρότητος, ὃν παράσχοις τοῖς πόθῳ τιμῶσί σε.

Νύκτα τοῦ παρόντος βίου Πάτερ, ἀπτώτως διῆλθες φωτιζόμενος, ἀγλαΐαις Πνεύματος, καὶ πολλοὺς ἐφώτισας, τοῖς θείοις σου διδάγμασι, φῶς ἐκ μεθέξεως, τοῦ πρωτίστου, γεγονὼς σὺ δεύτερον, ὅπερ αἴτει, ὑπὲρ τῶν τιμώντων σε.

Θεοτοκίον.

Βρόχος μοι τραχὺς ἡ ἁμαρτία, ἐγένετο ἄχραντε συμπνίγων με· ὅθεν τὸν ταλαίπωρον, τοῦ θανάτου λύτρωσαι, χαριζομένη Πνεύματος, ἀέρα εὔζωον, ὅπως χαίρων, εὕρω τὴν ἀνάψυξιν, καὶ δοξάζω σε πάντοτε πάναγνε. 

Ὁ Εἱρμός

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', Προεόρτιος. Ὁ Εἱρμός.

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφώνως, ἐν ὕμνοις μεγαλύνομεν.

δών σε ὁ Ἰωάννης, πρὸς αὐτὸν Εὐεργέτα, ἐλθόντα καὶ αἰτοῦντα παρ' αὐτοῦ, ἐν ταπεινώσει τὸ Βάπτισμα, ἐκπλαγεὶς συνεστάλη, μηδόλως χειραπτῆσαί σε τολμῶν, τὸν ἁπτόμενον πάντα, ὀρέων καὶ καπνίζονται.

ς χελιδὼν σεμνοτάτη, προμηνύουσα ἔαρ, ἐπέστη νοητὸν ὁ Βαπτιστής, τοῖς ἐν χειμῶνι ὑπάρχουσι, τῶν ἀμέτρων πταισμάτων, καὶ ζάλην ὑπομένουσιν ἀεί, ἐναντίων πνευμάτων, πονηροτάτοις πάθεσι.

Σὲ τὸ ἀπαύγασμα δόξης, τοῦ Πατρὸς ἐπιλάμψαν, τοῖς σκότει καθημένοις τῶν δεινῶν, ἄδυτε Ἥλιε Κύριε, καὶ ἐρχόμενον πάντας, φωτίσαι ἱερῷ σοῦ Βαπτισμῷ ὡς Θεὸν καὶ Σωτῆρα, ἐν ὕμνοις μεγαλύνομεν.

τοῦ θανάτου ἀξίνη, ἐν τῇ ῥίζῃ κειμένῃ, ὡς δένδρῳ ἀπειλεῖ τὴν ἐκτομήν, τὴν ἀκαρπίαν σου βλέπουσα, μὴ οὖν ἄκαρπος μείνῃς, ψυχή μου, ἀλλὰ βόησον Θεῷ, ἐν θερμῇ μετανοίᾳ· Ἡμάρτηκά σοι, σῶσον με.

Φωνὴ βοῶντος ἠκούσθη, ἐν ἐρήμοις καρδίαις· Εὐφράνθητε, ἐπέστη ὁ Χριστός, ἄφεσιν πᾶσι δωρούμενος, ἁγιάσθητε πᾶσα, ἡ θάλασσα, πηγαὶ καὶ ποταμοί, καὶ κοιλάδες καὶ νάπαι, καὶ πᾶσα ἡ ὑφήλιος. 

 

Τοῦ Ἱεράρχου. Κυρίως Θεοτόκον

έρευσας προθύμως, σεαυτὸν παμμάκαρ, τῶν ἡδονῶν τῇ νεκρώσει καὶ γέγονας, τοῦ δι' ἡμᾶς νεκρωθέντος, θῦμα εὐπρόσδεκτον.

ς θεῖος Κορυφαῖος, ἱερῶν Πατέρων, ἱερώτατον δόγμα ἐκράτυνας, αἱρετικῶν ἀποφράξας, ἄθεα στόματα.

Συνήφθης ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, τοὺς ἀσωμάτους ἐχθροὺς τροπωσάμενος, περιφανῶς Ἱεράρχα, θέοφρον Σίλβεστρε.

μνήμη σου τῷ κόσμῳ, Πάτερ Ἱεράρχα, ὡς φωταυγὴς ἑξανέτειλεν ἥλιος, φωταγωγοῦσα τοὺς πίστει, ἀνευφημοῦντάς σε.

Θεοτοκίον

Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, τὸν ἀγαθὸν ἡ τεκοῦσα, Θεὸν καὶ Κύριον.

 

Τοῦ Ὁσίου. Ἅπας γηγενής.

δε τὴν ἡμῶν, κωφώτητα Ὅσιε, ἐξ ἧς τὸ θέλημα, τοῦ Χριστοῦ οὐ θέλομεν, ἀκοῦσαι οὔτε καὶ διαπράξασθαι, καὶ σαῖς εὐχαῖς ἐκδίωξον, νάρκην δαιμόνιον, διανοίγων, ὦτα τὰ ἐσώτατα, ὑπηκόους ποιῶν ἡμᾶς τάχιστα.

τι ὁ ἐχθρός, ὡς ὅπλῳ ἐχρήσατο πάτερ ψυχώλεθρον σὺ εὐτέχνως ὄργανον, τῆς σωτηρίας σοφῶς μετέβαλες, ἀκούων ἃ οὐκ ἤκουσεν, οὖς τὸ φαινόμενον, ἀλλὰ μόνον, τοῦ Θεοῦ ὁ ἄνθρωπος, μυστικῶς ἐνεργείᾳ τοῦ Πνεύματος.

Νοῦς ἀγγελικός, ὡράθης πανόσιε, Μᾶρκε τῷ βίῳ σου, νῆψιν ἔχων ἄπαυστον, εὐχαριστίαν καὶ δοξολόγησιν, Δεσπότου ᾯ νῦν ἵστασαι, σὺν τοῖς Ἀγγέλων χοροῖς, καὶ ἀκούεις, ὕμνον ἀκατάληκτον, καὶ ὁρᾷς αὐτοψεὶ θεῖον Πρόσωπον.

Θεοτοκίον.

παντα κακῶς, τὰ τάλαντα Δέσποινα, ἅ περ μοι δέδωκεν, σὸς Υἱὸς ἐσκόρπισα, ἐκδαπανήσας ὡς δοῦλος ἄτιμος· διὸ ἀπαῤῥησίαστος, τυγχάνων δέομαι, χρῷ ὡς Μήτηρ, τῇ πολλῇ ἀγάπῃ σου, καὶ Θεόν μοι ἐκμείλιξον τάχιστα. 

Ὁ Εἱρμός

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον. Προεόρτιον.Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Φωνὴ βοῶντος ἤχησε, καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν ἐπλασεν, ἐν Ἰορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Ὅμοιον.

Ἀκούσας τοῦ Κυρίου σου, τὴν κλῆσιν τὴν σωτήριον, ὀπίσω ἔδραμες Μᾶρκε, Αὐτοῦ ὡς ἄλλο ἀρνίον, ποθῶν ζωὴν ἀσκήσεως, ἐν ᾗ καὶ εὐηρέστησας· διὸ ἀκούεις νῦν χαίρων, τῶν ἀσωμάτων τοὺς ὕμνους.

Ἐξαποστειλάριον. Προεόρτιον. Ὅμοιον.

Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δέσποτα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος.

 

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια, ὧν ἡ ἀκροστιχὶς μέχρι τῶν τῆς Ε' τοῦ παρόντος μηνός· ᾎσμα Θεοφάνους εἰς τὰ Φῶτα. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί

Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου. Προέρχου Ἰωάννη, καταλείψας τὴν ἔρημον. Χαῖρε ποταμὲ καὶ εὐτρεπίζου. Πᾶσα δὲ γῆ ἀγαλλιάσθω. Χριστὸς ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος.

Στόμασιν ἁγνοῖς, καὶ ψυχαῖς κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ πρὸς τὸν Ἰορδάνην, σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν αὐτῷ μετ' εὐφροσύνης, αἱ πατριαὶ τῆς γῆς νῦν πᾶσαι, πιστῶς λέγουσαι· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.

Μέγα καὶ φρικτὸν, τὸ μυστήριον ὑπάρχει! ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ ἁμαρτίαν ὅλως, μὴ εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ Ἰορδάνῃ, αἰτεῖ σήμερον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

νθος ἐκ Δαυΐδ, ἀνατείλας τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τὰς ἁμαρτίας πλῦναι, τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ, εὐφραίνου Εὔα, ὁ οὐρανὸς ἀγαλλιάσθω, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.

 

Δόξα.

Τρέμει τῇ χειρί, δειλιῶν χειροθετῆσαι, χαίρει τῇ ψυχῇ, ἐννοῶν ὁ Ἰωάννης, ὅτι τὴν κορυφήν σου, ὑποκλῖναι ηὐδόκησας, δούλου τὴν μορφὴν ἐνδεδυμένος, ἵνα βροτοὺς δουλείας ῥύσῃ, ἐχθροῦ κράζοντας· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.

 

Καὶ νῦν.

Ἅπασα ἡ γῆ, μυστικῶς ἀγαλλιάσθω, νῦν προφητικῶς, καὶ τὰ ὄρη σκιρτησάτω· ἀνάστρεψον τὸ ῥεῖθρον, Ἰορδάνη ὡς γέγραπται, φρίξον ἐκ προσώπου τοῦ Δεσπότου· ὅτι Θεὸς ἐνανθρωπήσας, βροτοὺς ἅπαντας, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, καθᾶραι ἐλήλυθεν.

 

Ἀπόστιχα Στιχηρὰ Ἰδιομελα. Ἦχος πλ. β'

Φαιδροτέρα ἡλίου γέγονεν, ἡ παρελθοῦσα ἑορτὴ τῶν Γενεθλίων Χριστοῦ· λαμπρὰ καὶ ἐπίφωτος δείκνυται ἡ ἐπερχομένη, τῆς θείας Ἐπιφανείας αὐτοῦ. Ἐν ἐκείνῃ Ποιμένες, μετ' Ἀγγέλων δοξολογοῦντες, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα· ἐν ταύτῃ δὲ τοῦ Δεσπότου ὁ Ἰωάννης ἁψάμενος τῇ δεξιᾷ χειρί, σὺν τρόμῳ ἔλεγεν· Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα, ὁ μόνος ἔχων τὸ μέγα ἔλεος.

 

Στ.: Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιΐμ.

Ἑτοιμάζου Ἰορδάνη ποταμέ· Ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλὰς συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς. Ἀγάλλου ἡ ἔρημος Ἰορδάνου, τὰ ὄρη σκιρτήσατε μετ' εὐφροσύνης· ἥκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε. Ἐτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τὰς τρίβους αὐτοῦ εὐθείας ἀπεργάσασθε.

Στ.: Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου, καὶ ἀνθείτω ὡς κρίνον· φωνὴ γὰρ βοῶντος ἠκούσθη ἐν αὐτῇ. Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ὁ γὰρ τὰ ὅρη στήσας σταθμῷ, καὶ τὰς νάπας ζυγῷ, ὁ τὰ πάντα πληρῶν ὁ Θεός, βαπτίζεται ὑπὸ δούλου, πτωχεύειν ἤρξατο, ὁ τὰ πλούσια δῶρα χαριζόμενος. Ἤκουσεν Εὕα, ἐν λύπαις τέξῃ τέκνα· νῦν δὲ ἤκουσεν ἡ Παρθένος, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'.

Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

 

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Στολὴν ἐνδυσάμενος ἱεραρχίας πιστῶς, ἀμέμπτως ἱέρευσας τῷ ἐπὶ πάντων Θεῷ, Πατὴρ ἡμῶν Σίλβεστρε· ἔχων γὰρ πολιτεία, συνεκλάμποντα λόγον, θαύμασιν ἐβεβαίους, εὐσεβείας τὴν δόξαν, δι’ ἧς οὐρανίου δόξης, ὤφθης συμμέτοχος.

Δόξα. Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ὅμοιον.

Τὴν ἄνωθεν ἤκουσας κλῆσιν ὑπάρχων κωφός· τὰ ὦτα εὐήκοα φωνῇ τοῦ Λόγου δεικνύς, ἀσκήσει διέλαμψας· πάντων καταφρονήσας, τῶν φθαρτῶν καὶ ῥεόντων, ἔδωκας σὴν καρδίαν, τῷ Χριστῷ ἑκουσίως. Προστάτα θεῖε Μᾶρκε, κωφῶν αὐτοῖς συμπαράστηθι.

Καὶ νῦν. Προεόρτιον. Ἀπολυτίκιον. Ἦχος δ'

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι. 


 

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ