ΙΑΝΟΥΑΡΙΟΣ 19. ΟΣΙΟΙ ΜΑΚΑΡΙΟΣ ΑΙΓΥΠΤΟΥ & ΜΑΚΑΡΙΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. ΑΓΙΟΣ ΜΑΡΚΟΣ ΕΥΓΕΝΙΚΟΣ ΕΦΕΣΟΥ

 


ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄.

ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΕΝ ΑΙΓΥΠΤῼ,

ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΕΝ ΑΛΕΞΑΝΔΡΕΙᾼ

& ΜΑΡΚΟΣ ΕΥΓΕΝΙΚΟΣ ΕΦΕΣΟΥ

 


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῶν Ὁσίων, γ’. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Μακάριοι Ὅσιοι Χριστοῦ, ἀσκητῶν γυμνάσιον, ἐν τῇ ἐρήμῳ φεισάμενοι, παθῶν τὴν κάμινον, ῥοαῖς τῶν δακρύων, τέλεον ἐσβέσατε, καὶ κλῖμαξ ἀρετῶν ἀνεδείχθητε, ἐκ τῆς γῆς ἀνάγοντες, μονοτρόπων τὰ συστήματα, μακαρίων εἰς σκηνὰς μακάριοι.

 

Μακάριοι Ὅσιοι Χριστοῦ, τὰ μέλη νεκρώσαντες, τὰ ἐπὶ γῆς χάριν ἔσχετε, νεκροὺς ἐκ μνήματος, ἀνιστᾶν ἐν λόγῳ, γοήτων τὰ φάσματα, ἀσπίδος ἀκυροῦν τε τὰ δήγματα, σκύμνου ὑαίνης τε, ὀμματοῦν τύφλωσιν πτύσματος, μηχανάς τε, φωράσθαι τοῦ δαίμονος.

 

Μακάριοι Ὅσιοι Χριστοῦ, ἴχνεσιν ἑπόμενοι, σεπτὰ δοχεῖα τῆς χάριτος, σκεύη δογμάτων τε, καὶ φρικτῶν θαυμάτων, αὐτουργοὶ γεγόνατε, καὶ δόξης οὐρανοῦ ἠξιώθητε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Καὶ γ’ τοῦ Ἱεράρχου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸν πυρίπνοον ῥήτορα, θεολόγον τὸν ἄριστον, στύλον τὸν ἀκράδαντον θείας πίστεως, Ὀρθοδοξίας μονώτατον, πρόμαχον καὶ φύλακα, ὁπλοθήκην τὴν καινήν, τῶν δογμάτων τοῦ Πνεύματος, δεῦτε σήμερον, τὸν ἀοίδιμον Μάρκον ἡ καθόλου, Ὀρθοδόξων Ἐκκλησία, μελῳδικῶς εὐφημήσωμεν.

 

Ἀστραπὴ ἡ τοῦ Πνεύματος, ἡ βροντὴ ἡ τῆς χάριτος, οὐρανὸς ὁ πάγχρυσος ἐξηγούμενος, Ὀρθοδοξίας τὰ δόγματα, φωστὴρ ὁ λαμπρότατος, Ἐκκλησίας τοῦ Χριστοῦ, Ἰωάννης ὁ δεύτερος, ἐπιστήθιος· οὗ καὶ θρόνον ἐκόσμει τῆς Ἐφέσσου, παρὰ πάντων εὐφημείσθω, Μάρκος ὁ θεῖος ἐν ᾄσμασιν.

 

Δανιὴλ μὲν τὸ πρότερον, θεοσόφῳ τεχνάσματι, δράκοντα διέῤῥηξε Βαβυλώνιον· σὺ δὲ ὦ Μάρκε τοῖς λόγοις σου, τὸν Ῥώμης Εὐγένιον, Ἰταλίας τὸν δεινόν, καταβέβληκας δράκοντα, λυμαινόμενον, τῇ προσθήκῃ τὴν πίστιν τῶν Πατέρων, καὶ Χριστοῦ τὴν Ἐκκλησίαν, τῆς αὐτοῦ λύμης διέσωσας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη θεοχαρίτωτε, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.

Ἢ Σταυροθεοτοκίον

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀνακράζουσα ἔλεγε· Τί σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι, μή με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

 

Ἀπολυτίκιον. Τῶν Ὁσίων. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Αἰγύπτου νοουμένης τοῦ κόσμου ἐξήλθετε, καὶ τὴν Ἐρυθρὰν διαβάντες, τῶν παθῶν ἐκληρώσασθε, τὴν γῆν τῆς ἀπαθείας ἀληθῶς, καὶ πόλιν νῦν οἰκεῖτε ἐν χαρᾷ, τῆς Σιὼν τῆς οὐρανίου καὶ ποθητῆς, φερώνυμοι Μακάριοι· δόξα τῷ σὲ δοξάσαντι ὑμᾶς, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν πᾶσιν ἰάματα.

Ἀπολυτίκιον. Τοῦ Ἱεράρχου. Ἦχος γ’. Θείας πίστεως

Θείας πίστεως, ὁμολογία, μέγαν εὕρατο, ἡ Ἐκκλησία, ζηλωτήν σε θεῖε Μάρκε πανεύφημε, ὑπερμαχοῦντα πατρώου φρονήματος, καὶ καθαιροῦντα τοῦ σκότους ὑψώματα· ὅθεν ἄφεσιν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τοῖς σὲ γεραίρουσι.

 


ΕΝ Τῼ ΟΡΘΡῼ

 

Ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Τιμῶ δυάδα τῶν Μακαρίων πόθῳ. Ἀντώνιος.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Τῆς μακαριότητος δυάς, ἡ ὄντως φερώνυμος, οἱ θεῖοι Μακάριοι, ἡμᾶς προτρέπονται, τὴν πανήγυριν, αὐτῶν ἐπιτελέσαι, δεῦτε οὖν τοῖς ᾄσμασι, τούτους τιμήσωμεν.

σχὺν ὀπλισάμενοι, τὴν τοῦ Σταυροῦ παμμακάριστοι, τὴν ὄντως ἀήττητον, ἐχθρὸν ἐκτείνατε, τὸν πολέμιον, καὶ στέφανον τῆς νίκης, νομίμως εἰλήφατε, ἀγωνισάμενοι.

Μακαρίων ἐν τάγμασι, καὶ Παραδείσου σκηνώμασι, νυνὶ αὐλιζόμενοι, ἐξευμενίσασθε, τὸν μακάριον, Θεὸν μόνον δυνάστην, πταισμάτων συγχώρησιν, ἡμῖν δωρήσασθαι.

Θεοτοκίον.

ράθης πανάμωμε, ἐκ τῶν πραγμάτων πλουτήσασα, δόξαν τὴν ἀσύγκριτον, ὡς Θεοτόκος ἁγνή, Σὺ γὰρ ἔτεκες, Θεὸν τὸν πρὸ αἰώνων, ἐν χρόνῳ γενόμενον, δι’ ἀγαθότητα.

Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς: Μάρκον γεραίρω, ὀρθοδοξίας στύλον.

ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.

Μονὰς τρισυπόστατε, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, Θεὲ ὑπερούσιε, χάριν μοι δώρησαι, τοῦ ὑμνῆσαί σου, τὸν θεῖον Ἱεράρχην, τὸν σὲ ἀληθέστατα, θεολογήσαντα.

νοίξας τὸ στόμα σου, μέσον Φεῤῥάρας θεόσοφε, ἐδείχθης τῆς πίστεως, γενναῖος πρόμαχος, τὴν ἀντίθεον, προσθήκην τῶν Λατίνων, ἐλέγξας σοφώτατα, λόγοις καὶ γραμμάσι.

ήτωρ μεγαλόφωνος, σὺ γεγονὼς τῆς Θεότητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ἐθεολόγησας, ἐκπορεύεσθαι, ἐκ τοῦ Πατρὸς καὶ μόνου, Πατέρων ἑπόμενος, τοῖς θείοις δόγμασι.

Θεοτοκίον.

Κυρίως Σὲ Δέσποιναν, καὶ Θεοτόκον κηρύττομεν, Θεὸν γὰρ ἐγέννησας, κατὰ ἀλήθειαν, γνωριζόμενον, μιᾷ ἐν ὑποστάσει, καὶ δύο ἐν φύσεσιν, ἁγνὴ πανάμωμε.

 

ᾨδὴ γ΄. Τῶν Ὁσίων. Τοὺς Σοὺς ὑμνολόγους.

Δύας τῶν Ὁσίων Μακαρίων, Αἰγύπτιος καὶ Ἀλεξανδρεύς, ὡς δύο λαμπροὶ λάμψαντες, φωστῆρες κατεφώτισαν, τὴν οἰκουμένην θαύμασιν· οὓς ἐν ᾠδαῖς μακαρίσωμεν.

πείξαντες λόγῳ τοῦ Κυρίου, τὸν κόσμον ἐλίπετε σοφοί, καὶ τὰ ἐν κόσμῳ ἅπαντα, καὶ ἔρημον οἰκήσαντες, μέχρι τέλους Μακάριοι, ἀμέμπτως ἐπολιτεύθητε.

γάπη καιόμενοι τοῦ πέλας, τοῖς πᾶσι τὰ πάντα συμπαθῶς, γεγόνασθε Μακάριοι, πάντα Χριστῷ ἰσχύοντες, ὑμᾶς τῷ ἐνισχύσαντι, κατὰ τῆς πλάνης τοῦ ὄφεως.

Θεοτοκίον.

Δεσπότην Ὃν ἔτεκες Παρθένε, δεσπόζοντα πάντων ὁρατῶν, καὶ ἀοράτων Δέσποινα, δυσώπει ἐκλυτρώσασθαι, παθῶν τῆς δεσποτείας με, καὶ τῆς δουλείας πανάχραντε.

 

Τοῦ Ἱεράρχου. Ὁ αὐτός.

ρθαῖς ἀποδείξεων ἐφόδοι, Λατίνους ὡς Ἀκινδυνιστάς, γενναίως ἐστηλίτευσας, καὶ μὴ ταυτὸν ἐδίδαξας, οὐσίαν καὶ ἐνέργειαν, ἐπὶ Θεοῦ εἶναι πάνσοφε.

Νοήσας καλῶς τοὺς θεολόγους, ὡς ἄριστος τούτων μαθητής, τὴν μὲν θείαν ἐνέργειαν, μετέχεσθαι τοῖς κτίσμασι, τὴν φύσιν δὲ ἀμέθεκτον, μένειν ὀρθῶς ἐδογμάτισας.

Γραφῶν παραστάσεσι γενναίαις, τὴν χάριν τοῦ Πνεύματος σοφέ, μερίζεσθαι ἀπέδειξας, καὶ Πνεῦμα ὀνομάζεσθαι, φύσιν δὲ καὶ ὑπόστασιν, τούτου μηδόλως μερίζεσθαι.

Θεοτοκίον.

γέννησας Κόρη ἀνωδύνως, ἀκόπως ἐβάστασας Ἁγνή, ἀσπόρως δὲ συνέλαβες, Θεὸν τὸν ὑπερούσιον· ὦ τέρατα παράδοξα, τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;

Ὁ Εἱρμός.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 


Κάθισμα. Τῶν Ὁσίων. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς ἐρήμου τὸ ἄγονον ταῖς ῥοαῖς, τῶν δακρύων ἀρδεύοντες ἐκτενῶς, τῶν πόνων τὰ δράγματα, εἰς ἑκατὸν ἐκαρπώσασθε, καὶ φωστῆρες ἐν κόσμῳ, ζωῆς λόγον ἔχοντες, φερωνύμως ὤφθητε, Μακάριοι Ὅσιοι· χάριν γὰρ λαβόντες, ἀμοιβὴν τῶν καμάτων, ἰᾶσθε νοήματα, καὶ διώκετε δαίμονας· ὅθεν πίστει δεόμεθα, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Τοῦ Ἱεράρχου. Ὅμοιον.

Τοὺς λειμῶνας τῶν θείων Μάρκε γραφῶν, καὶ Πατέρων Ἁγίων τῶν συγγραφῶν, σοφῶς περιενόστησας, φιλεργὸς ὥσπερ μέλισσα, καὶ τῆς Ὀρθοδοξίας τὰ ἄνθη δρεψάμενος, ἓν μέλι ἐξ ἁπάντων, γλυκὺ κατεσκεύασας, καὶ παρέθου πᾶσι, τοῖς πιστοῖς θεοφόρε· διὸ οἱ γευόμενοι, γλυκασμοῦ ἐν τῷ φάρυγγι, τῆς διανοίας βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς μεγαλύνομεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε ὑπάρξασα, τοὺς τιμῶντάς σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον Τόκον Σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

 


 

 

ᾨδὴ δ΄. Τῶν Ὁσίων. Ὁ καθήμενος ἐν δόξῃ.

ποκλίναντες ματαίων τῇ ἀσκήσει προσίεσθε, καὶ ψυχῆς τὸ ὄμμα, ἄνω πρὸς τὰ ἄφθαρτα ἤρατε, ὡς ἀεὶ διαμένοντα Μακάριοι, ἀνακράζοντες· δόξα Χριστὲ τῇ δυνάμει Σου.

Τρίβον ὄντως θεοφόροι τὴν στενὴν καὶ ἐπίπονον, καὶ τὴν θλιμμένην, τὴν διὰ δακρύων ἀπάγουσαν, εἰς Βασιλείαν αἰώνιον Μακάριοι, ἠρετίσασθε· ἣν ἐπαξίως κεκλήρωσθε.

ραθεῖσα ἡ κακίστη τοῦ ἐχθροῦ καὶ ἀνίσχυρος, πανοπλία φρούδη, γέλως ἐξελέγθη καὶ ἄπρακτος, ταῖς πρὸς Θεὸν ὑμῶν εὐχαῖς καὶ δεήσεσι, καὶ κατήργηται, Σταυροῦ ἰσχύϊ Μακάριοι.

Θεοτοκίον.

Νέον βρέφος τὸν προόντα, πρὸ αἰώνων πανύμνητε, τέτοκας ἀφθόρως, καθ’ ἡμᾶς γενόμενον ἄνθρωπον, καὶ ἀναπλάσαντα φύσιν τὴν ἀνθρώπινον, καὶ τιμήσαντα, τῇ θεϊκῇ δόξῃ Δέσποινα.

 

Τοῦ Ἱεράρχου. Τὴν ἀνεξιχνίαστον.

ώμην θείου Πνεύματος ἀναλαβών, Ῥώμης παλαιᾶς ἐπεστόμισας, τοὺς ἀπογόνους, βλασφημοῦντας εἰς τὸ φῶς, τὸ τῆς μεταμορφώσεως, κατὰ Βαρλαὰμ τὸν παράφρονα.

κτιστον ἀΐδιον τοῦτο τὸ φῶς, δόξα φυσικὴ τῆς Θεότητος, ὄντως ὑπάρχει, κατὰ σὲ Μάρκε σοφέ, οὐ κτίσμα ὑστερόχρονον, κατὰ τὰ Λατίνων ληρήματα.

Εἶδον οἱ Ἀπόστολοι τὸ θεῖον φῶς, ὀφθαλμοῖς ὑλαίοις τὸ ἄϋλον, ἀλλ’ ἐν δυνάμει, καὶ ῥοπῇ ὑπερφυεῖ, ἐνισχυθεῖσι πνεύματος, κατὰ τοὺς σοὺς λόγους θεόσοφε.

Θεοτοκίον.

ῦπον ἀποκάθαρον ἐμῆς ψυχῆς, ὕλη τῶν παθῶν μου κατάφλεξον, ἄνθρακος θείου, ὡς πυράγρα μυστική, ἵνα νοΐ ἀΰλῳ, Σὲ ἀνυμνολογῶ τὴν πανύμνητον.

 

ᾨδὴ ε΄. Τῶν Ὁσίων. Ἐξέστη τὰ σύμπαντα.

Μεγίστης ἐτύχετε, δόξης τε καὶ λαμπρότητος, διὰ ταπεινώσεως ἁγίας, καὶ δι’ ἀγάπης τῆς ἀκλινοῦς πρὸς Θεόν, καὶ στεῤῥᾶς ἀσκήσεως ὑμῶν, πᾶσι συναγάλλεσθε, τοῖς Ἀγγέλοις μακάριοι.

ῤῥήτοις ἐλλάμψεσιν, ἀεὶ καταυγαζόμενοι, νοὸς καὶ καρδίας τὰς κινήσεις, σοφοὶ ἐνθέως ἀποκαθαίροντες, σκεύη ἀπειργάσατε λαμπρά, τοῦ Ἁγίου Πνεύματος, σεαυτοὺς παμμακάριστοι.

Καυχώμενον ἄμετρα, ἐχθρὸν τὸν πολεμήχανον, τὴν γῆν καὶ τὴν θάλασσαν ἀλείφειν, ταπεινωθέντες κατηδαφίσατε, πᾶσαν τὴν ἀνίσχυρον αὐτοῦ, ἰσχὺν ὑποτάξαντες, τοῖς ποσὶν ὑμῶν Ὅσιοι.

Θεοτοκίον.

πασας ὑπέρκεισαι, μητέρας παναμώμητε, τὰς πρὶν καὶ τὰς ὅσας ἑπομένας· Σὺ γὰρ Παρθένε Υἱὸν ἐκύησας· ὃς μετὰ λοχείαν τὴν φρικτήν, πάλιν Σὲ κατέλιπεν, ἀειπάρθενον ἄχραντον.

Τοῦ Ἱεράρχου. Ὁ αὐτός.

ς στρατοπεδάρχην σε, προβάλλει ἱερώτατε, πᾶσαν ἡ ἑώα Ἐκκλησία, Πνεύματος ὅπλοις κατεδαφίζοντα, πύργον μοναρχίας Παπικῆς, τοῦ εἰς ὕψος ἄδικα, καὶ λαλοῦντος καὶ πράττοντος.

ρους ἐδικαίωσας, κρατεῖς Μάρκε πάνσοφε, Πατέρων ἐνθέων θεσπιζόντων, τῇ τάξει μόνῃ τὸν Ῥώμης λέγεσθαι, πρῶτον τῶν λοιπῶν Πατριαρχῶν, ἀλλ’ οὐχὶ μονώτατον, Ἐκκλησίας δεσπόζοντα.

ίζα διαστάσεως, Ἀνατολῆς καὶ Δύσεως, πάσης τε πηγὴ καινοτομίας, ἡ ἀρχὴ Πάπα ὄντως ἐγένετο, Συνόδοις ταῖς οἰκουμενικαῖς, καὶ Γραφαῖς μὴ εἴκουσα, ἀντιχρίστῳ φρονήματι.

 Θεοτοκίον.

Θεὸν μὲν τὸ βρέφος Σου, ὑπάρχει παναμώμητε, Σὺ δὲ πάλιν ἔμεινας παρθένος, μετὰ τὸν τόκον ἁγνὴ Θεόνυμφε· ποῖον ἄλλο μεῖζον ἐπὶ γῆς, τοῦ τοιούτου θεάματος, κόσμος ἅπας τεθέαται;

 

ᾨδὴ στ΄. Τῶν Ὁσίων. Τὴν θείαν ταύτην.

οαῖς δακρύων ἐπνίξατε, ἐχθρὸν φαραωνίτην Μακάριοι, διαβιβάσαντες, ὡς ἐκ θάλασσης συγχύσεως, τὴν τῆς ψυχῆς ὁλκάδα ἀκαταπόντιστον.

δοὺ ὡς φοίνικες ἤνθησαν, δυὰς τῶν Μακαρίων ὑψίκομοι, ὡς εἰς Παράδεισον, λειμῶνα τὸν τῆς ἀσκήσεως, ὀσμαῖς ταῖς τῶν ἀγώνων εὐωδιάζοντες.

ς δύο μέγιστοι λάμποντες, φωστῆρες οἰκουμένης τοῖς θαύμασι, θεῖοι Μακάριοι, Ἀλεξανδρεὺς καὶ Αἰγύπτιος, Ἀνατολὴν καὶ Δύσιν καταφωτίζουσιν.

Θεοτοκίον.

Ναὸν καὶ θρόνον Σε Δέσποινα, ἁγίασμα λαμπρόν τε καὶ ὄχημα, Θεοῦ γινώσκοντες, ἱκετικῶς Σου δεόμεθα, ὅπως κατοικτειρήσῃς ἐν ὥρᾳ κρίσεως.

 

Τοῦ Ἱεράρχου. Ὁ αὐτός.

καταπέλτης ὁ κράτιστος, τῆς ἀζυμοθυσίας ἐπέφανε, Μάρκος ὁ πάνσοφος, τὸ τῆς Ἐφέσου καλλώπισμα· οἱ παῖδες τῶν Λατῖνων, πάντες κρυβήτωσαν.

Δεῖπνον Χριστὸς τὸ θειότατον, ἐνζύμου δι’ ἄρτου τετέλεκε· καὶ γὰρ καιρὸς οὐκ ἧν, τῆς τῶν αζύμων ἐνάρξεως, κατὰ τὰς ἀποδείξεις σου, Μάρκε πάνσοφε.

θνεῖον δόγμα καὶ ἔκφυλον, τῶν Ἐβιωνιτῶν καθιστόρηται· προσφέρειν ἄζυμα, ἀρχαῖον δὲ νομοθέτημα, χριστιανῶν ὑπάρχει προσφέρειν ἔνζυμα.

Θεοτοκίον.

Ξενίζει παναγία Δέσποινα, Ἀγγέλων καὶ ἀνθρώπων διάνοιαν, τὸ ξένον θαῦμά Σου· Σὺ γὰρ τὸν Κτίστην καὶ Κύριον, Ἀγγέλων καὶ ἀνθρώπων ξένως ἐγέννησας.

Ὁ Εἱρμός.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

 


Κοντάκιον. Τῶν Ὁσίων. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ὡς ἀστέρας ἔθετο, ὑμᾶς Πατέρες φαεινούς, φωταγωγοῦντας τὰ πέρατα, πρακτικῷ λόγῳ, Μακάριοι Ὅσιοι.

Κοντάκιον. Τοῦ Ἱεράρχου. Ἡ Παρθένος σήμερον.

Πανοπλίαν ἄμαχον, ἐνδεδυμένος θεόφρον, τὴν ὀφρὺν κατέσπασας, τῆς Δυτικῆς ἀνταρσίας· ὄργανον, τοῦ Παρακλήτου γεγενημένος· πρόμαχος, ὀρθοδοξίας προβεβλημένος· διὰ τοῦτό σοι βοῶμεν· χαίροις ὦ Μάρκε, ὀρθοδόξων καύχημα.

 

Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Μεγάλου τοῦ Αἰγυπτίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρκου, ἐπισκόπου Ἐφέσσου, τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας ὑπερμάχου καὶ φύλακος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν νεαρῶν Αὐταδέλφων Ὁσίων, τῶν διὰ τῆς εὐχῆς ἁγιασθέντων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐφρασίας.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Παύλου, Γεροντίου, Ἰανουαρίου, Σατουρνίνου, Σακεσσίου, Ἰουλίου, Κατίου, Πίου καί Γερμανοῦ, τῶν ἐν Ἀφρικῇ.

 

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου Ἱερισσοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασσιανοῦ, ἐπισκόπου Λόντι τῆς Ἰταλίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Τίον ἢ Θεωνᾶ, ἐπισκόπου Γλόστερ καὶ τελευταίου Κέλτη ἐπισκόπου Λονδίνου, κατὰ τὸν 6ο αἰῶνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀντωνίου Ῥαβάχ, τοῦ ἐκ Συρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἐπισκόπου Κερκύρας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Γαλλησιώτου καὶ ὁμολογητοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Χρυσοστομάτου, τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ Ἁγίου Ἰωάννου Χρυσοστόμου Κύπρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τοῦ Καλογερᾶ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Νηστευτοῦ, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, κατὰ τὸν δωδέκατον αἰῶνα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ διακόνου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Νόβγκοροντ, τοῦ διὰ Χριστοῦ σαλλοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νόβγκοροντ τῆς Ῥωσσίας, τοῦ διὰ Χριστὸν σαλλοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ θαύματος, ὅτε ὀ Μέγας Βασίλειος διὰ προσευχῆς, ἀνέῳξε τὰς πύλας τῆς ἐκκλησίας, καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.

 

Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, μετατεθέντος καὶ κατατεθέντος ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων τῆς Βασιλευούσης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἐπαναφορᾶς τοῦ Σταυροῦ τοῦ μαρτυρίου τοῦ Ἀποστόλου Ἀνδρέου ἐν Πάτραις, ἐν ἔτει 1980ῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Τῶν Ὁσίων. Οὐκ ἐλάτρευσαν.

Προεστήσατο Θεὸς ὑμᾶς Μακάριοι ἐν τοῖς μονάζουσι, Πατέρας καὶ ἀρχηγούς, τὸν μὲν ἀκριβέστατον, τὸν δὲ μειλίχιον, διευθύνοντας, πρὸς τὰς εὐθείας Ὅσιοι, καὶ σωτηριώδεις τρίβους.

λῳ πόθῳ ἐπαυχένιον ἐφέρετε ὦ παμμακάριστοι, τὸν τοῦ Κυρίου Σταυρόν, δι’ οὗ κατηργήσατε, πᾶσαν τὴν ἔπαρσιν, τοῦ ἀλάστορος, ἁπάσας ἀποδείξαντες, τὰς βουλὰς αὐτοῦ ἀπράκτους.

Θεραπεύοντες τὰ πάθη καὶ νοσήματα ἐν θείᾳ χάριτι, σωμάτων τε καὶ ψυχῶν, εὐσπλάγχνως Μακάριοι ἐπικαμπτόμενοι, οὐ παρίδετε, καὶ τῶν κτηνῶν τὰ τραύματα, συμπαθῶς αὐτὰ ἰᾶσθαι.

Θεοτοκίον.

Βασίλισσα Παρθένε ἀπειρόγαμε φρικτῶς κυήσασα, τὸν Βασιλέα Χριστόν, ποικίλοις μὲ πάθεσι, βασιλευόμενον, μεταποίησον, πρὸς Βασιλείας εἴσοδον, οὐρανίου ἀνατρέχειν.

 

Τοῦ Ἱεράρχου. Ὁ αὐτός.

δοὺ ἤστραψεν ἡ μνήμη τοῦ τρισμάκαρος Μάρκου ὡς ἥλιος, Ἀνατολῆς τοὺς πιστούς, φωτίζουσα ἅπαντας, τὸ δὲ τῆς Δύσεως, πῦρ καθάρσιον, ἀποσβεννῦσα τέλεον, καὶ μὴ ὃν ἀποδεικνῦσα.

κουέτωσαν Λατίνων οἱ ἀπόγονοι τοῦ θείου ῥήτορος, τῆς στεντορείας φωνῆς, ὅτι ἡ μετάνοια πλήρης ὑπάρχουσα, οὐκ εἰς βάσανον, πυρὸς τοὺς ἐκδημήσαντας, εἰς τρυφὴν δὲ παραπέμπει.

Σιγησάτωσαν Λατίνων τὰ παλίμφημα στόματα σήμερον, ἀντιβροντᾷ γὰρ αὐτοῖς, τὸν τρίτον εἰσάγουσα τόπον κακόδοξα, ἡ πανεύσημος, γλῶττα Μάρκου κηρύττουσα, ὀρθοδόξως δύο τόπους.

Θεοτοκίον.

Σωματώσασα τὸν λόγον τὸν ἀσώματον Κόρη Θεόνυμφε, τοὺς ἐνσωμάτους βροτούς, ἀσώματους ἔδειξας, Ἀγγέλους ψάλλοντας, ὑπερύμνητε· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τῶν Ὁσίων. Παῖδας εὐαγεῖς.

ρματι ὀχούμενοι καθάπερ, ὑμῶν ταῖς ἀγῶσι τέθριπποι Μακάριοι, νύσσαν ἐπεφθάσατε, πόλιν τὴν οὐράνιον, ἔνθα σαφῶς ἐκέκτησθε, θεῖον πολίτευμα, τὸν Κύριον, ὑμνοῦντες ἀπαύστως, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Νεύσεσι Θεῷ ταῖς ἀνενδότοις, καὶ μόνῳ αὐτῷ μόνοι ἑνούμενοι, θείων ἐπιλάμψεων, ἔσοπτρα γεγένεσθε, τῆς τριλαμποῦς Θεότητος, καταυγαζόμενοι, τρανῶς, τὰς διαθέσεις ὁρᾶτε, τῶν προσερχομένων, πανσόφως διορθοῦντες.

Τύπος καὶ κανὼν τῶν μοναζόντων, διαφερόντως ὄντως ὑμεῖς ἐδείχθητε, Ὅσιοι Μακάριοι, οἷά περ φερώνυμοι, τῆς μακαρίας λήξεως, μακαριζόμενοι, θεοπρεπῶς θείας θεοφόροι, μακαριοτάτης ζωῆς ἐπιτυχοῦντες.

Θεοτοκίον.

τῆς δωρεὰς ἧς ἠξιώθης, γενέσθαι Θεοῦ Μήτηρ πανάχραντε! ὄντως γὰρ γεγένηκας, ὑπὲρ νοῦν πανάμωμε, Θεὸν ἐνανθρωπήσαντα, Ὃν καθικέτευε, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων, καὶ ὑπερυψούντων, τὸν ἄχραντόν Σου τόκον.

 

Τοῦ Ἱεράρχου. Ὁ αὐτός.

Τιμᾷ σου τὴν μνήμην Ἱεράρχα, Χριστοῦ ἡ Ἐκκλησία ἡ Ὀρθόδοξος, ὑπὲρ ἧς κατέβαλες, πόνους μέχρις αἵματος, καὶ τὴν αὐτῆς ἐκράτυνας δόξαν θεόσοφε, Ἁγίων, τὴν ἀπόλαυσιν δείξας, μὴ τελείαν εἶναι, πρὸ κρίσεως τρισμάκαρ.

δατος ζωῆς καὶ ἀφθαρσίας, εἰς κόρον οἱ δίκαιοι πλησθήσονται, καὶ τῆς νίκης τέλειον, λείψονται τὸν στέφανον, μετὰ τὴν ἐξανάστασιν, οἱ δὲ ἀδόκιμοι, κομίσοντα, ποινὴ τὴν τελείαν, κατὰ τοὺς σοὺς λόγους, πάνσοφε Ἱεράρχα.

Λῆρος ἀποδείκνυται σοῖς λόγοις, Λατίνων ἡ δόξα ἡ πρεσβεύουσα, πρὸ τῆς ἀναστάσεως, λαμβάνειν τὸ τέλειον, τῆς θείας ἀπολαύσεως, δικαίους ἅπαντας· τελείαν δέ, τὴν δίκην ἀδίκους· πῶς γὰρ ἔσται δίκη, πρὸ κρίσεως δικαίας;

Θεοτοκίον.

πᾶσιν ἀνέκφαντος τοῖς οὖσιν, ἐκ Σοῦ ἐπεφάνη παναμώμητε, τοῖς βροτοῖς δι’ ἄφατον, ἔλεον ὡς ἄνθρωπος· ἐν τῇ ἐκφάνσει δ’ ἔμεινε, καὶ μετὰ ἔκφανσιν, ὡς ἧν πρὸ τῆς ἐκφάνσεως πάλιν, οἷα Θεὸς πέλων, ἀνέκφαντος τοῖς πᾶσι.

Ὁ Εἱρμός.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τῶν Ὁσίων. Ἅπας γηγενής.

Νῦν οὐκ ἐν σκηναῖς, οὐδὲ ἐν αἰνίγμασι, καταλαμπόμενοι, ἃ ὀφθαλμὸς βρότειος, οὐδὲ κατεῖδε καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ καρδία ᾔσθετο ἀνθρώπους πώποτε, θεωρεῖτε, ἀγαθὰ Μακάριοι· ὧν μεθέξαι ἡμᾶς δυσωπήσατε.

λεως ἡμῖν, Θεὸν ἀπειργάσασθε, ταῖς παρακλήσεσι, καὶ πρεσβείαις πάνσοφοι, ὑμῶν ἀπαύστοις θεομακάριστοι, ἐφ’ οἷς καθ’ ὥραν πταίομεν καὶ ἁμαρτάνομεν, παραβλέψαι, ὡς πατὴρ φιλόστοργος, καὶ ζωὴν τὴν ἀγήρω δωρήσασθαι.

ντως ὀρεκτόν, ἁπάντων τὸ ἔσχατον, καταλαβόμενοι, καὶ συναυλιζόμενοι, ταῖς οὐρανίοις θείαις Δυνάμεσι, ἡμῶν μὴ ἐπιλάθησθε, τῶν τὴν πανίερον, ἐκτελούντων, μνήμην ὑμῶν Ἅγιοι, ἀλλὰ μέμνησθε πόθῳ Μακάριοι.

Θεοτοκίον.

Σὺν μακαριστοῖς, δυσὶ Μακαρίοις τε, θεοχαρίτωτε, Παναγία Δέσποινα, ἀεὶ δυσώπει τὸν ἐλεήμονα, Υἱόν Σου Μητροπάρθενε τοὺς ἀνυμνοῦντάς Σε, ἐλεῆσαι, ἐν ἡμέρᾳ κρίσεως, καὶ τῆς θείας ζωῆς ἀξιώσασθαι.

 

Τοῦ Ἱεράρχου. Ὁ αὐτός.

Νίκην κατ’ ἐχθρῶν, Λατίνων ἀνέστησας, κᾂν τούτῳ Ἅγιε, καὶ τὰ τούτων πρόσωπα, αἰσχύνης πάσης ὄντως ἐπλήρωσας, δείξας ἐνθέοις λόγοις σου, ὡς οὐ τὰ ῥήματα, τοῦ Κυρίου, τὰ φάγετε πίετε, μεταβάλλουσι δῶρα τὰ τίμια.

ερατικαῖς, εὐχαῖς ἁγιάζεται καὶ ἐπικλήσεσι, δῶρα τὰ προκείμενα, καθὼς σὺ Μάρκε λαμπρῶς ἀπέδειξας, ταῖς μυστικαῖς ἑπόμενος, ἱερουργίαις καλῶς, Βασιλείου καὶ τοῦ Χρυσοῤῥήμονος, ὧν τὸν βίον καὶ λόγον ἐζήλωσας.

Δέχου τὴν ἡμῶν, ᾠδὴν ὡς χρυσόπλοκον, προσφερομένην σοι, στέφανον ἀήττητε, παγκρατιάρχα Χριστοῦ νικήσαντι, οὐχὶ τὸ ἔξω πένταθλον, τὸ δὲ ὀκτάεθλον, τῆς Λατίνων, δυσεβοῦς αἱρέσεως, μονομάχε στεῤῥὲ μυριόνικε.

Θεοτοκίον.

ψος οὐρανοῦ, καὶ γῆς βάθος ἄπειρον, τίς ἑρμηνεύσειε; Κόρη ἀειπάρθενε; Οὕτω καὶ ὕψος τοῦ μυστηρίου Σου, πῶς νοῦς σμικρὸς δυνήσεται, καὶ περιερμηνεῦσαι, βάθος τε τὸ ἄπειρον, τῆς ἀσπόρου λοχείας σου πανάγιε.

Ὁ Εἱρμός.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον. Τῶν Ὁσίων. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀγγελικὸν τὸν βίον, ποθοῦντες ἐν ἐρημίαις, ἀπεμακρύνθητε πάθη, καθυποτάξαντες σαρκός, ἰσάγγελοι γεγονότες, Μακάριοι νῦν τιμᾶσθαι.

Ἐξαποστειλάριον. Τοῦ Ἱεράρχου. Γυναῖκες ἀκουτίσθητε.

Τὸν τῆς Ἐφέσου πρόεδρον, καὶ οἰκουμένης μέγιστον, διδάσκαλον καὶ σωτῆρα, ἀνευφημήσωμεν Μάρκον· στύλος γὰρ ἀπερίτρεπτος, ὀρθοδοξίας γέγονε, καὶ καταπέλτης κράτιστος, καὶ κεραυνὸς καταφλέγων, κακοδοξίας Λατίνων.

Θεοτοκίον.

Μαρία ὁ χρυσόπαστος, τῆς Θεότητος θάλαμος, εὐγένεια ἡ τοῦ Γένους, ἡ κοσμήσασα κόσμου, τὴν ἀκοσμίαν κόσμησον, τῆς ψυχῆς μου τὸ ἄκοσμον, τῆς ἐκ πόθου καὶ πίστεως, κοσμούσης σε ἐν εὐκόσμοις, ὑμνολογίαις Παρθένε.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ