ΙΑΝΟΥΑΡΙΟΣ 18. ΑΓΙΑ ΜΑΡΤΥΣ ΘΕΟΔΟΥΛΗ

 

ΙΑΝΟΥΑΡΙΟΣ ΙΗ΄.

ΘΕΟΔΟΥΛΗ ΜΑΡΤΥΣ

 


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς  Θεοδούλης τὴν μνήμην τὴν θεοτίμητον, ἐν ἑορτίοις ὕμνοις, καὶ ᾠδαῖς ἐγκωμίων, στέψωμεν συμφώνως, πάντες πιστοί, πρὸς αὐτὴν ἀνακράζοντες, μαρτυρικαῖς σου πρεσβείαις πρὸς τὸν Θεόν, ἡμῖν δίδου τὰ σωτήρια.        

 

Τὴν θεοφώνητον κλῆσίν σου ἐδικαίωσας, ὦ Θεοδούλη Μάρτυς, τῷ Θεῷ συνταχθεῖσα, ὅλῃ γὰρ ἐφέσει τῆς σῆς ψυχῆς, τῷ Θεῷ ὑποτέταξαι· ὅθεν καὶ πλήρη ἀπείληφας τὸν μισθόν, οἷα δούλη ἐν πιστότητι.                           

 

Τῆς Κιλικίας ἡ χώρα ἐν σοὶ ἀγάλλεται, μητροπρεπῶς σκιρτῶσα, Θεοδούλη γενναία, πᾶσα Ἐκκλησία χαρμονικῶς, ἐπὶ σοί τε εὐφραίνεται, ὅτι ἐδόξασας Μάρτυς νικητικῶς, τοῦ Θεοῦ τὸ μέγα ὄνομα.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.

Ἢ Σταυροθεοτοκίον.

Ἀναρτηθέντα ὡς εἶδεν ἐπὶ Σταυροῦ τὸν Υἱόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκί;

 

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τοῦ Θεοῦ στομωθεῖσα Θεοδούλη τῷ ἔρωτι, τρίβον μαρτυρίου διέβης, ἀπτοήτῳ φρονήματι· τῇ σῇ ὁμολογίᾳ δὲ ἐχθρούς, προσείλκυσας πρὸς πίστιν ἀληθῆ, οὓς συνάθλους σου ἐκέκτησο ἐν πυρί, καὶ ξίφει μαρτυρήσαντας. Χαίροις τῆς Κιλικίας ἀπαρχή· χαίροις Ἐδὲμ εὐπρέπεια· χαίροις ἡ  δούλη τοῦ Θεοῦ, πιστὴ ἐν ἀγαθότητι.

 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Θεοδούλης Μάρτυρος τὴν πίστιν ἐπαινῶ. Ἰσιδώρας

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Θυσίαν αἰνέσεως, καὶ προσφορὰν τελειώσεως, λατρείαν εὐάρεστον, και λογικὴν τῷ Θεῷ· προσενήνοχεν, ἡ Μάρτυς Θεοδούλη, αὐτῇ οὖν προσάξωμεν, αἶνον ἐπάξιον.        

ν πόνοις ἀθλήσεως, καὶ ἐν γενναίοις παλαίσμασιν, τὴν πίστιν καὶ ἄμωμον, καὶ ἱερὰν τοῦ Χριστοῦ· ἐπεσφράγισας, τιμία Θεοδούλη, καὶ τούτου γεγένησαι, θῦμα εὐπρόσδεκτον.                                                        

Οὐράνιοι  Ἄγγελοι, μετὰ βροτῶν συγχορεύουσι, τὴν  μνήμην τὴν ἔνδοξον, ὴης Ἀθληφόρου Χριστοῦ· μακαρίζοντες, τῆς θείας Θεοδούλης, ἣν πόθῳ τιμήσωμεν, πάντες φιλέορτοι.                                                          

Δυνάσταις ἐνώπιον, μεγαλοφώνως ἐκήρυξας, τὸ κράτος τὸ μέγιστον, τοῦ Τρισαγίου Θεοῦ· Ὃν ἐδόξασας, σοῖς ἄθλοις Θεοδούλη,  καὶ Τούτῳ ἐδούλευσας, δούλη ὡς ἔμπιστη. 

Θεοτοκίον.

τόκος σου Ἄχραντε, ὁ ὑπὲρ νοῦν τε καὶ ἔννοιαν, ἐκπλήττει τὰ τάγματα, ἀγγελικῶν στρατιῶν· τὴν διάνοιαν, βροτῶν τε ὑπερβαίνει, Θεὸν γὰρ ἐκύησας, πάλιν ἁγνεύουσα.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

λώδους συγχύσεως τοὺς βρόγχους, καὶ πλάνης κακίας τοὺς δεσμούς, διέλυσας ἀθλήσει σου, ὦ Θεοδούλη ἔνδοξε· καὶ τῷ Θεῷ συνήνωσαι, τῇ ἁρμονίᾳ τῇ κρείττονι.

Λαὸς Κιλικίας Θεοδούλη, σκιρτᾷ τῇ σῇ μνήμῃ ἐν χαρᾷ, καὶ εὐχαρίστως ἄγει σοι, πνευματικὴν πανήγυριν· ὡς γὰρ αὐτοῖς ἐγγίζουσα, τοῦ γένους τῇ ὁμοιότητι.

μέρας λαμπρᾶς σε θυγατέρα, καὶ τέκνον φωτὸς καινοπρεποῦς, καὶ δόξης κληρονόμον σε, αἰωνιζούσης ἔγνωμεν· ὦ Θεοδούλη πάντιμε, μαρτυρικῶς ἐξαστράπτουσα.

Σαρκός σου ὀδύνας Θεοδούλη, ἀκάμπτῳ δυνάμει σῆς ψυχῆς, ὑπέμεινας στεῤῥότατα, ὡσεὶ ἀδάμας μείνασα· καὶ τὴν ἰσχὺν τῆς πίστεως, νικητικῶς διετράνωσας.

Θεοτοκίον.

Μαρία ἀνύμφευτε Παρθένε, βροτῶν πρὸς Θεὸν καταλλαγή,

εἰρήνευσον τὸν κόσμον σου, σαῖς μητρικαῖς δεήσεσιν· καὶ τῷ Θεῷ ὃν ἔτεκες, ἡμᾶς οἰκείους παράστησον.

Ὁ Εἱρμός.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τοῦ Θεοῦ τὴν ἀμνάδα τὴν λογικήν, Θεοδούλην τιμήσωμεν οἱ πιστοί·  Κυρίου γὰρ πιστεύσασα, τοῖς προστάγμασιν ἔδραμεν· καὶ τὸν Σταυρὸν τὸν θεῖον, ἐπ' ὤμων βαστάσασα· τοῦ Μαρτυρίου ἔφερε, τὰς θλίψεις κραυγάζουσα· τίς ἡμᾶς χωρίσει, τῆς ἀγάπης σου Λόγε, βασάνων ἐπίπονα, ἢ τὸ πῦρ τὸ ὁμόδουλον, ἢ δεσμὰ φυλακίσεως. Σκύβαλα ἡγοῦμαι καὶ χοῦν, ἀπατηλότερα ψεύδους τε ἅπαντα· Σοὶ πεπίστευκα Λόγε, ὅστις εἶ ἡ ἀλήθεια.                           

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς μεγαλύνομεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία Παρθένε ὑπάρξασα, τοὺς τιμῶντάς σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον Τόκον Σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

κορέστῳ διαθέσει, τῶν βασάνων τὸ πέλαγος, Μάρτυς ὅλως ἀβλαβῶς διεπέρασας, καὶ προσωρμίσθης λιμένα, εἰς γαλήνιον, ἔνθα χαίρουσα· Δόξα Κυρίῳ ἐβόησας.   

ήμασί σου θεηγόροις, Θεοδούλη τοὺς ἄρχοντας, εἰς Χριστοῦ τὴν πίστιν, τὴν ἀληθινὴν καθωδήγησας, οἳ καὶ προθύμως λαβόντες, θεῖον Βάπτισμα, ἐπεσφράγισαν, τοῦτο ἀθλήσεως αἵμασιν.                             

Τετρωμένη τῇ ἀγάπῃ, τοῦ  Νυμφίου σου ἔδραμες, εἰς πηγὰς ὑδάτων, ἔλαφος καθάπερ καὶ ἔπιες, τῶν ζωηῤῥύτων ὑδάτων, θεῖα νάματα, ἃ μετέδωκας, ὦ Θεοδούλη τοῖς κάμνουσιν.                                    

ψωθεῖσα ἐπὶ ξύλου, κυπαρίσσου στεῤῥόψυχε, και διαπαρεῖσα, σούβλαις πυρωθείσαις τῷ σώματι, καὶ φυλακῆς Θεοδούλη, τὰ φερέπονα, καρτερήσασα· χώραν οἰκεῖς νῦν τὴν ἄπονον.                                             

Θεοτοκίον.

ητορεύσεις τῶν ἁγίων, Προφητῶν ἐκπεπλήρωνται, ἐπὶ σοὶ  Παρθένε, μόνη γὰρ Θεὸν ἀπεκύησας, τῇ τοῦ Πατρὸς εὐδοκίᾳ, καὶ διέμεινας, ὡς τὸ πρότερον· πάλιν ἁγνὴ ἀπειρόγαμε.                                                          

                       

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

ρῶσα τὸν Κύριον, τοῖς ψυχικοῖς σου ὄμμασιν, πάθος ἑκουσίως ὑποστάντα, διὰ τὸ σῶσαι τὸν πεπτωκότα Ἀδάμ, πρὸς πάθος ὁδοῦ μαρτυρικῆς, ἦλθες ἐν εὐθύτητι, Θεοδούλη πανεύφημε.

Στολὴν κατελάμπρυνας, ψυχῆς σου ἐν τοῖς στίγμασιν· θείου μαρτυρίου Θεοδούλη, κάρφη ἐδέξω ἐν τῷ μετώπῳ τῷ σῷ, καὶ ἄλγη ἐν ὅλῃ σου σαρκί, μείνασα ἐν σκάμματι, ὡς ἀδάμας ἀλύγιστος.

Τρωθεῖσα τῷ ἔρωτι, τοῦ νοητοῦ Νυμφίου σου· πόθον τῶν παρόντων ὑπερεῖδες, ὦ Θεοδούλη, εἰς οὐρανοὺς σῆς ψυχῆς, τὸν πόθον προσθεῖσα ἀληθῶς, ἔνθα σὸν πολίτευμα, ὡς ὁ Παῦλος μετέθηκας.

λίου λαμπρότερον, ἡ μνήμη σου ἐξέλαμψε· Μάρτυς Θεοδούλη εὐαρέστως, τοὺς ἐν τῷ σκότει, φωταγωγοῦσα ἀεί, καὶ δόξαν Τριάδος ἀρχικῆς, πᾶσιν ἐγκαινίζουσα, τοῖς ἐν πίστει τιμῶσί σε.

Θεοτοκίον.

Νηδύς σου ἡ ἄφθορος, Παρθένε ἀπειρόγαμε· πέλει οὐρανῶν ὑψηλοτέρα, καὶ γὰρ ἐν ταύτῃ ὁ Βασιλεὺς τοῦ παντός, χωρήσας ἐγένετο βροτός, ἄγων εἰς οὐράνιον, πολιτείαν τὸν ἄνθρωπον.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Πυρὸς τὴν φλόγαν ἐνίκησας, θεόφρον Θεοδούλη τῇ χάριτι, τοῦ θείου Πνεύματος, καὶ ὡς οἱ Παῖδες τὴν κάμινον, εἰς δροσισμὸν ὡσαύτως, ψυχῆς μετέστρεψας.

σχύϊ θείας δυνάμεως, τὰ βέλη τοῦ ἐχθροῦ τὰ ἀνίσχυρα, εἰς γῆν κατέῤῥιψας, καὶ εὐκλεῶς ὑπερύψωσας, ὦ Θεοδούλη Μάρτυς, Σταυροῦ τὸ τρόπαιον.

Συνοῦσα θείων προστάξεων,  τοὺς νόμους Θεοδούλη πανεύφημε, τούτους ἐφήρμοσας, καὶ τῆς ὁδοῦ οὐκ ἐξέκλινας, τῆς εἰς ζωὴν ἀγούσης, τὴν αἰωνίζουσαν.

Τυράννων Βήματι ἕστηκας, γενναία Θεοδούλη κηρύξασα, Θεοῦ τὸ ὄνομα, καὶ ἐκ τῆς πλάνης μετέστρεψας, ἐκ τῶν ἀρχόντων πλείστους, εἰς πίστιν ἔνθεον.

Θεοτοκίον.

δοὺ Παρθένε ὡς εἴρηκας, ἀνθρώπων γενεαὶ σὲ δοξάζουσι, καὶ μακαρίζουσιν, ὅτι Θεὸν σωματώσασα, τὴν εὐλογίαν δίδως, ἐν ἀγαθότητι.

Ὁ Εἱρμός.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ  θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τὸν Θεὸν κηρύξασα, ἀνδρειοφρόνως, τοῖς τυράννοις ἔμπροσθεν, ὦ Θεοδούλη θαυμαστή, πολλοὺς εἰς πίστιν προσείλκυσας· μεθ' ὧν στεφάνους, ἐδέξω ἀθλήσεως.

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης, καὶ τῶν σὺν αὐτῇ μαρτυρησάντων· Ἑλλαδίου, Βοηθοῦ, Εὐαγρίου καὶ Μακαρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν Ἁγίων· Ἀθανασίου τοῦ Μεγάλου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ξένη, πυρὶ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρκιανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραιμίου, ἐπισκόπου Μηλασσῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σιλβανοῦ τοῦ ἐν Παλαιστίνῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νίννι, ἱδρυτοῦ καὶ ἡγουμένου Μονῆς ἐν τῇ νήσῳ Ἰνισμακσέϊντ ἐν Ἰρλανδίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λεοβάρδου τοῦ ἐγκλείστου, ἐν τῷ Μαρμουτιὲ τῆς Τοὺρ Γαλλίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ φιλοσόφου, ἐκ Γεωργίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλεξίου (Σουσάνια)  τοῦ Γεωργιανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωακείμ, ἀρχιεπισκόπου Τιρνόβου Βουλγαρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου, ἡγεμόνος Σερβίας καὶ  μητροπολίτου Οὐγγροβλαχίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου, κτίτορος τῆς Μονῆς Συαντὲμσκ Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ Ναβολόσκυ, τοῦ διὰ Χριστὸν Σαλλοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Κυρίλλου καὶ Μαρίας, γονέων τοῦ Ὁσίου Σέργιου τοῦ Ῥάντονεζ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Νεουργήσασα καρδίας σου τὴν αὔλακα ἀρότρῳ πίστεως· ὦ Θεοδούλη καρπόν, πολύχουν ἐθέρισας, θείας ἀθλήσεως· Ὃν ἀπέδωκας, τῷ σῷ Νυμφίῳ ψάλλουσα, ὁ Θεὸς εὐλογητὸς εἶ.

παιρόμενον ἐχθρὸν τὸν πολυμήχανον εἰς γῆν κατέβαλες· τῇ καρτερίᾳ τῇ σῇ, Θεοῦ συμμαχοῦντός σοι, ἐν  ἀγωνίσμασιν· Ὃν ἱκέτευε, ὦ Θεοδούλη πάντιμε, σὺν συνάθλοις σου ἀπαύστως.                                   

Πύργος ἄσειστος, τῆς πίστεως γεγένησαι, καὶ περιτείχισμα· τῆς εὐσεβείας κανών, ἐλπίδος βεβαίωσις, πρᾶξις ἀγάπης τε· ἣν ἀπέδειξας, ἐν μαρτυρίου σκάμμασι, Θεοδούλη μακαρία.                                             

γγελότροπον τὸν βίον σου ἐποίησας καὶ οὐρανόφρονα· ὦ Θεοδούλη σεμνή, σωφρόνως βιώσασα, καὶ ἀριστεύσασα· ἐν τοῖς ἔργοις σου, τοῖς ἀγαθοῖς οἷς ᾔνεσας, τὸν Θεὸν μεγαλοφώνως.                                        

Θεοτοκίον.

εράτευμα βασίλειον πανάμωμε, σὺ ἐχρημάτισας· τὸν Βασιλέα καὶ γάρ, τῶν ὅλων ἐβάστασας, ἐν ταῖς ἀγκάλαις σου· ὃς τὸν ἄνθρωπον, ἱερουργὸν ἐποίησεν, οὐρανίου λειτουργίας.                                                        

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Νεύσει τοῦ Θεοῦ σου Θεοδούλη, εἰς πάλην τοῦ μαρτυρίου εἰσχωρήσασα, ἔλαβες ἐπάξια· στέφανον ἀκήρατον, καὶ τὴν τιμὴν τὴν κρείττονα καὶ ὑπερέχουσαν· τὸν Κύριον, ὑμνοῦσα ἀπαύστως, καὶ ὑπερυψοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

σπερ ὁ χρυσὸς ἐδοκιμάσθης, καμίνῳ ὦ Θεοδούλη τῶν αἰκίσεων, λάμπεις οὖν τοῖς πέρασι· πᾶσι τηλαυγέστατα, καὶ θησαυρὸν οὐράνιον, καὶ ἀδιάφθορον· προβάλλουσα, προτρέπεις πρὸς αἶνον, καὶ δοξολογίαν, Θεοῦ τοῦ ἐν Τριάδι. 

να τὸν Θεὸν ὁμολογήσῃς, τὸν πάθος καταδεξάμενον ἑκούσιον,  ἦλθες ἐν τῷ  σκάμματι· ἔμπροσθεν τοῖς ἄρχουσι, καὶ τὸν Θεὸν ἐκήρυξας, τὸν Τρισυπόστατον· καὶ εἵλκυσας, Αὐτοῦ εἰς τὴν πίστιν, πλείστους Θεοδούλη, συμμάρτυρας οὓς ἔσχες.

Σκότος φυλακῆς ἐνεκαρτέρεις, καὶ φέγγους τοῦ τρισηλίου τὰς λαμπρότητας, ἔχουσα ὡς ἔσοπτρον· Μάρτυς μεγαλώνυμε, ὦ Θεοδούλη  ἔκραζες,  ἐν ἱλαρότητι·  Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

σον τῷ Πατρὶ Υἱὸν καὶ Λόγον, Παρθένε Θεοκυῆτορ ἀπεγέννησας, σάρκα μὲν φορέσαντα· δίχα συνευρέσεως, τῆς ἀνθρωπίνης πάναγνε, ἐκ θείου Πνεύματος. Ἀπόῤῥητον, καὶ μέγα τὸ θαῦμα, νόας ὑπερβαῖνον, Ἀγγέλων καὶ ἀνθρώπων.

Ὁ Εἱρμός

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Δῶρον τῷ Θεῷ, τῶν ὅλων προσήνεξαι, καὶ ὁλοκάρπωσις· Τοῦτον γὰρ ποθήσασα, ὦ Θεοδούλη ἦρας ἐπ' ὤμων σου, τὸν σὸν Σταυρὸν καὶ χαίρουσα, κατηκολούθησας, καὶ ἀθλήσει· θείᾳ ἐπεσφράγισας, τὴν καλὴν μαρτυρίαν τῆς πίστεως.

τῶν θαυμαστῶν, καὶ θείων χαρίτων σου, δι' ὧν κεκόσμησαι· ὢ στεῤῥᾶς σου πίστεως, ὢ τῆς ἐλπίδος, ὢ τῆς ἀγάπης σου, τῆς πρὸς Θεὸν ὃν ἔστερξας, ἀπὸ νεότητος, Θεοδούλη· Τούτου τὸ πανάγιον, ἐν τοῖς ἄθλοις τηρήσασα θέλημα.

ᾶον τὴν ὁδόν, τῆς πίστεως ἔδραμες, τὴν λίαν δύσβατον· Θεοδούλη πάντιμε, καὶ θείῳ σθένει, ταύτην τελέσασα, εἰς τῆς χαρᾶς τὸν πάμφωτον, νυμφῶνα ᾤκησας, εὐλογοῦσα· ἅμα σὺν στρατεύμασι, τῶν Ἀγγέλων Θεὸν τὸν Πανάγαθον.

σμασι καινοῖς, τὴν μνήμην τιμήσωμεν, τὴν ὑπερένδοξον· θείας καλλιμάρτυρος, τῆς Θεοδούλης, ταύτῃ κραυγάζοντες, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ἡμῖν κατάπεμψον, τοῦ ἐλέους· χάριν τὴν πολύδωρον, σωτηρίαν ψυχῶν ὡς ἂν εὕρωμεν.

Θεοτοκίον.

Σοὶ μετὰ τιμῆς, τὸ γόνυ προσκλίνομεν, ψυχῆς καὶ σώματος· οἱ σοὶ δοῦλοι Δέσποινα, πολλῇ ἐν πίστει, τὰ μεγαλεῖά σου, τὰ θαυμαστὰ δοξάζοντες, καὶ μεγαλύνοντες, ἐκβοῶντες· χαίροις ἀειπάρθενε, αἰωνίου χαρᾶς τὸ κεφάλαιον.

Ὁ Εἱρμός.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἕναν Θεὸν λατρεύω, τὸν Βασιλέα τοῦ παντός, καὶ τῶν γλυπτῶν εἰδώλων, ψευδεῖς ἀρχὰς καταπατῶ, ἡ Θεοδούλη ἐβόα, μετὰ φωνῆς στεντορείας.

Θεοτοκίον.

Τῶν Σεραφεὶμ ἀνωτέρα, τιμιωτέρα Χερουβείμ, πάντων Ἀγγέλων τε ἅμα, ἐνδοξοτέρα Μαριάμ, μόνη ὑπάρχεις ὡς Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.

 

 

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ