ΙΑΝΟΥΑΡΙΟΣ 16. ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΕΤΡΟΥ ΠΡΟΣΚΥΝΗΣΙΣ ΑΛΥΣΕΩΣ
ΙΑΝΟΥΑΡΙΟΣ ΙΣΤ΄
ΠΕΤΡΟΥ ΑΠΟΣΤΟΛΟΥ
ΠΡΟΣΚΥΝΗΣΙΣ ΤΙΜΙΑΣ ΑΛΥΣΕΩΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τὴν ἀπάτην ἐδέσμευσας, ἐν Κυρίῳ δεσμούμενος, καὶ εἱρκτῇ Ἀπόστολε συγκλειόμενος· διό σε πόθῳ γεραίρομεν, καὶ πίστει τὴν Ἅλυσιν, ἀσπαζόμεθα τὴν σήν· ἐξ αὐτῆς δ᾿ ἀρυόμενοι, ῥῶσιν σώματος, καὶ ψυχῆς σωτηρίαν κατὰ χρέος, εὐφημοῦμέν σε θεόπτα, τῶν Ἀσωμάτων ἐφάμιλλε.
Διὰ σοῦ γνῶσιν δέχεται, ἀγνωσίᾳ κρατούμενα, τῶν Ἐθνῶν πολύσπορα γένη πρότερον· ὧν τὴν εἰκόνα ἐδήλωσεν, ἐξ ὕψους φερόμενον, σκεῦος ἔνδοξε χωροῦν, ἅπαν ζῶον Ἀπόστολε· ὅθεν πᾶσά σε, ἡλικία δοξάζει προσκυνοῦσα, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ προθυμότατα.
Ὃν ἠρνήσω κρινόμενον, ἐγειρόμενον ὕμνησας, ἐκ νεκρῶν Ἀπόστολε καὶ ἐκήρυξας, εἰς τὰ τοῦ κόσμου πληρώματα, Θεόν τε καὶ ἄνθρωπον, ἀγαθότητι πολλῇ, τοῖς βροτοῖς ὁμιλήσαντα· ὅθεν πόθῳ σε, μακαρίζομεν Πάτερ προσκυνοῦντες, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ παναοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη θεοχαρίτωτε, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.
Ἢ Σταυροθεοτοκίον
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀνακράζουσα ἔλεγε· Τί σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι, μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.
Ἀπολυτίκιον Ἦχος δ'
Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἁλύσεων, τῶν Ἀποστόλων πρωτόθρονε· ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς: Πέτρον γεραίρω τὴν βάσιν τῶν δογμάτω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ΄. Χοροὶ Ἰσραήλ
Πανηγυρίζει χορεύουσα, πᾶσα ἡ Χριστοῦ, Ἐκκλησία ἐν πνεύματι, εὐφημοῦσά σε πίστει, καὶ τὴν σὴν Ἀπόστολε, πρωτόθρονε ἀσπαζομένη, Ἅλυσιν τιμίαν ἐκ πόθου, δέσμιος ἣν ἐφόρεσας, δεσμῶν μάκαρ τὸν τύραννον.
Ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης ζωγρῶν, Πέτρε τοὺς βροτούς, ὡς ἰχθύας προσήγαγες, τῷ σὲ ἐκλεξαμένῳ, ἀπὸ ἁλιέων ἀληθῶς, εἰς Κορυφαῖον πάντων Μαθητῶν· διὰ τοῦτο Ἅλυσιν ἣν ἐφόρεσας, εὐλαβῶς κατασπαζόμεθα.
Τῷ θεμελίῳ τῆς πίστεως, πάντων τὰς ψυχάς, τῶν πιστῶν ᾠκοδόμησας, καὶ τεμένη τῆς πλάνης, Πέτρε καταστρέψας, ἐδομήσω Ἐκκλησίας, σὲ μεγαλοφώνως τιμώσας, μάκαρ καὶ τὴν Ἅλυσιν, ἥν περ πάνσοφε ἐφόρεσας.
Θεοτοκίον
Ῥομφαῖαι πᾶσαι δολίου ἐχθροῦ, ἄχραντε Παρθένε, τελείως ἐξέλιπον, ἀφ οὗ λόγχῃ ἐτρώθη, ὁ τὴν σὴν γαστέρα, τὴν ἀμόλυντον οἰκήσας Λόγος· οὗ γλυκυτάτῳ νῦν τρῶσαι ἔρωτι, τὴν καρδίαν μου καθικετεύω σε.
ᾨδὴ γ'. Τόξον δυνατῶν ἠσθένησε
Ὅλος τῷ φωτί, ἑνούμενος τῷ καθαρωτάτῳ, αὐτοῦ ταῖς θείαις μεθέξεσι, φῶς ὡράθης δεύτερον, Πέτρε καταυγάζον τὰς ψυχὰς ἡμῶν.
Νόμους τοῦ Χριστοῦ ἐκράτυνας, καὶ παρανομοῦντας, τὴν εὐνομίαν ἐδίδαξας, Ἀποστόλων ὡς Κορυφαῖος, ὡς δογμάτων βάσις ἄσειστος.
Γλώσσῃ ἱερᾷ ἐκήρυξας, Θεὸν τὸν παθόντα, καὶ Σταυρῷ σαρκὶ ὁμιλήσαντα· διὰ τοῦτο Πέτρε τιμῶμεν, τὴν δεσμεύσασάν σε Ἅλυσιν.
Θεοτοκίον
Ἔστη μέχρι σοῦ ὁ θάνατος, τῆς ἀκατασχέτου ὁρμῆς· σὺ γὰρ μόνη ἔτεκες, τὴν πηγὴν τῆς ἀθανασίας, Θεοτόκε Μητροπάρθενε.
Ὁ Εἱρμός
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Τριάδος γενόμενος τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὄθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, Ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
ᾨδὴ δ'. Δι᾿ ἀγάπησιν Οἰκτίρμον
Ῥητορεύων τοῦ Δεσπότου τὰ μεγαλεῖα, τῶν ἀπειθῶν Ἑβραίων, τὰς καρδίας πρὸς πίστιν, ἐπέστρεψας ἔνθεον, ὡς ἕδρα τῆς πίστεως.
Αἱ πορεῖαί σου ἐγνώσθησαν ἐφ᾿ ὑδάτων, ὑπερβολῇ φιλίας, τοῦ πεζεύσαντος ταῦτα, Πέτρε καὶ τὰς τρίβους σοι, τὰς θείας γνωρίσαντος.
Ἰατρεῖον κεκτημένοι ἀῤῥωστημάτων, παντοδαπῶν τὴν θείαν, Ἅλυσίν σου παμμάκαρ, ταύτην ἀσπαζόμεθα, πιστῶς σε γεραίροντες.
Ῥώμην, σώματος τοῦ θείου τῇ καταθέσει, καθαγιάζεις Πέτρε, καὶ τὴν Νέαν φωτίζεις, πίστει τὴν τιμίαν σου κατέχουσαν Ἅλυσιν.
Θεοτοκίον
Ὡς παλάτιον εὐρύχωρον κατοικήσας, ὁ Βασιλεὺς τῶν ὅλων, τὴν ἁγίαν σου μήτραν, ὤφθης σωματούμενον, πανάμωμε Δέσποινα.
ᾨδὴ ε. Τὸν φωτισμόν σου Κύριε
Τὸν τοῦ Πατρὸς συνάναρχον, ἐκήρυξας Υἱόν, ἀποκαλύψει πανεύφημε θείᾳ, καὶ μακαρισμοῦ κατηξιώθης, μακαρίου ἐκ στόματος.
Ἡνίκα φῶς ἑώρακας, ἐκλάμψαν ἐν Θαβώρ, τὰς τοῦ ἠλίου καλύπτον ἀκτῖνας, φῶς το ἐκ φωτός, ηὐγάσθης Πέτρε, καὶ Χριστὸν Θεὸν ἔγνωκας.
Νεκρὸν τριημερεύσαντα, ἐκήρυξας Χριστόν, δι' ὃν Ἁλύσεις ἐφόρεσας Πέτρε· ἅς περ προσκυνεῖν ἀξιωθέντες, εὐσεβῶς σε γεραίρομεν.
Θεοτοκίον
Βεβαρημένον ἄχραντε, τῷ φόρτῳ τῶν πολλῶν, ἁμαρτημάτων ἐλάφρυνόν με νῦν, φέρειν τὸν ζυγὸν ἐνδυναμοῦσα, Χριστοῦ τὸν ἐλαφρότατον.
ᾨδὴ ς. Ἐβόησε προτυπῶν
Ἀντίστροφον, παραδόξως ὑπέμεινας σταύρωσιν, ἑτοιμάσας, πρὸς οὐράνιον τρίβον τοὺς πόδας σου, ἣν ἡμᾶς βαδίζειν, Μαθητὰ τοῦ Χριστοῦ ἐνδυνάμωσον.
Συνῴκησας, τῇ τῶν ζώντων ζωῇ καὶ δεσμούμενος, ὑπὲρ ταύτης, τὰ δεσμὰ τοῦ Βελίαρ συνέτριψας, τὴν δεσμεύουσάν σε, διὰ τοῦτο σεβόμεθα Ἅλυσιν.
Ἱκέτευε, τὸν Δεσπότην παμμάκαρ τῆς κτίσεως, καταπέμψαι, ἱλασμὸν καὶ εἰρήνην καὶ ἔλεον, τοῖς δοξάζουσί σε, ὡς αὐτοῦ Μαθητὴν γνησιώτατον.
Θεοτοκίον
Νεκρώσεως, δερματίνους χιτῶνας ἐνδέδυται, ὁ Προπάτωρ, ὁ δὲ Κτίστης αὐτὸν ἐπενδύεται, ἐκ τῶν σῶν αἱμάτων, σαρκωθεὶς ὑπὲρ λόγον πανάμωμε.
Ὁ Εἱρμός
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον,
ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν
δυνάμεων.
Κοντάκιον Ἦχος πλ. β´. Τὴν ἐν πρεσβείαις
Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.
Συναξάριον
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ Μηνός, ἡ προσκύνησις τῆς Ἁλύσεως τοῦ Ἀποστόλου Πέτρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων· Πευσίππου, Ἐλασίππου, Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν· ὡς καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων· Τουρμπόν, καὶ Ἰουνίλλας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Δάνακτος τοῦ Ἀναγνώστου, Ἐλπιδίου καὶ Ἑλένης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πρίσκας ἢ Πρισκίλλας τῆς ἐν Ῥώμῃ, μαθήτριας τοῦ Ἀποστόλου Παύλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μήλα τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Ῥινοκούρων τῆς Συρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀνωράτου, ἀρχιεπισκόπου Ἀρελάτης τῆς Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνωράτου, ἡγουμένου τῆς Μονῆς Φούνδης ἐν Καμπανίᾳ τῆς Ἰταλίας, κατὰ τὸν 6ον αἰῶνα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φουρσά, ἱεραποστόλου Πικραδίας τῆς Βόρειας Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προσδοκίου τοῦ νεοφανοῦς, τοῦ ἐν Ἐμπορείῳ τῆς Θήρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Δαμασκηνός, ἔν ἔτει 1771ῳ, ἀπαγχονισθεὶς τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου, τοῦ ἐν Μυτιλήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τῆς Τότμα Ῥωσσίας, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ. Ἀβραμιαῖοι ποτέ
Τρίτον ἠρνήσω Χριστόν· ἐπερωτήσει ὅθεν, τριττῇ ἰᾶταί σου τὸ ἔγκλημα, Πέτρε παναοίδιμε, καὶ στηριγμὸν δεικνύει, πολλῶν σαλευομένων.
Ὡς δεσμευθεὶς τοῦ Χριστοῦ, τῷ γλυκυτάτῳ πόθῳ, δεσμοῖς ποικίλοις προσωμίλησας· διό σου τὴν Ἅλυσιν, λύουσαν πάθη Πέτρε, ἐν πίστει προσκυνοῦμεν.
Νύκτα βαθεῖαν δεινῆς, πολυθεΐας λύεις, τὴν οἰκουμένην διερχόμενος, ὡς μέγιστος ἥλιος, Πέτρε Χριστοῦ αὐτόπτα, τῶν Ἀποστόλων κλέος.
Δόξα ἐγένου Χριστοῦ, τοῦτον τοῖς μέλεσί σου, δοξάσας Πέτρε παναοίδιμε· διό σε δοξάζομεν, καὶ τὴν δεσμεύουσάν σε, Ἅλυσιν προσκυνοῦμεν.
Θεοτοκίον
Ὁ καταβὰς ἐπὶ τῆς γῆς, ὡς ὑετὸς Παρθένε, θεογνωσίᾳ πᾶσαν ἤρδευσε, τὴν γῆν καὶ ἀνέδειξε, σὲ τῶν Ἀγγέλων πάντων, Ἁγνὴ τιμιωτέραν.
ᾨδὴ η' Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε
Γεωργῶν καρδιῶν Πέτρε λήϊα, εὐφορώτατα ταῦτα ἐτέλεσας, τῷ Γεωργῷ τῆς κτίσεως, τῷ τὰς κλεῖς σοι τὰς θείας παρεχομένῳ, τοῦ δεσμεῖν τε καὶ λύειν ἐγκλήματα.
Μακαρίζομεν Πέτρε σε πάντοτε, καὶ τὴν σὴν ἀσπαζόμεθα Ἅλυσιν, ἣν ὡς κακοῦργος ἔφερες, ἀναιρῶν τῆς κακίας τὸν ἀρχηγέτην, καὶ δεσμῶν τοῖς δεσμοῖς σου Ἀπόστολε.
Ἀκλονήτῳ σου πέτρα τῆς πίστεως, συντηρῶν Ἐκκλησίας τὸ πλήρωμα, τὰ διὰ μέσου σκάνδαλα ἀποδίωξον Πέτρε, καὶ εἰρηναίαν, ἐξαιτοῦ ταύτῃ μάκαρ κατάστασιν.
Τὰ δεσμὰ καὶ τὸ πάθος τὸ ἄχραντον, τοῦ δεσμεύσαντος ᾅδην καὶ θάνατον, περιφανῶς ἐκήρυξας· διὰ τοῦτο παμμάκαρ τὴν λύσιν σου, ἀσπαζόμενοι ἁγιαζόμεθα.
Τριαδικόν
Ὡς τὰ ἄνω βοήσωμεν τάγματα, τρισαγίοις φωναῖς τὸν παναίτιον, Πατέρα νῦν δοξάζοντες, καὶ Υἱὸν καὶ τὸ Πνεῦμα, μίαν οὐσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν.
Θεοτοκίον
Νοητήν σε λυχνίαν προέγραψεν, ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Θεογεννῆτορ φέρουσαν, τὸ φωτίσαν τοὺς πρώην, ἐσκοτισμένους, τῶν κακῶν ταῖς πολλαῖς ἀμαυρώσεσι.
Ὁ Εἱρμός
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ θ'. Ὁ τόκος σου ἄφθορος ἐδείχθη
Ἰδεῖν ἠξιώθης τὰ μακρόθεν, πιστῶς ἐλπιζόμενά σοι Πέτρε, καὶ καμάτων τὰ γέρα ἐκ Θεοῦ, τοῦ φιλανθρώπου χαίρων κομίζῃ· οὗ τῇ σαρκί σου, πάθος θεῖον ἐξεικόνισας.
Ὡς θεῖος κλειδοῦχος Βασιλείας, τὰς ταύτης ὑπάνοιξον εἰσόδους, τοῖς πιστῶς σε τιμῶσιν ἐπὶ γῆς, καὶ τὴν σεπτήν σου ἀσπαζομένοις, Ἅλυσιν Πέτρε, ἣν δεσμούμενος ἐφόρεσας.
Συνὼν τῷ Υἱῷ ἐν Θαβωρίῳ, φωνῆς Πατρικῆς αὐτὸν δηλούσης, ἠξιώθης ἀκοῦσαι τοῦ σεπτοῦ, Πνεύματος Πέτρε, σοῦ τὴν καρδίαν, κεκαρμένην παραδόξως καταυγάσαντος.
Ἡμῖν τοῖς ἐκ πόθου σε τιμῶσι, καὶ τὴν Ἅλυσιν ἀσπαζομένοις, μεθ' ἦς Πέτρε ἐδέθης ἱλασμόν, καὶ ὀφλημάτων αἴτησαι λύσιν, καὶ Βασιλείας, οὐρανίου τὴν ἀπόλαυσιν.
Θεοτοκίον
Φωτὸς οἰκητήριον ἐγένου· διὸ φωταγώγησόν με Κόρη, ἀμαυρούμενον πάσαις τοῦ ἐχθροῦ, ταῖς ἐπηρείαις· ὅπως ἐν πίστει σε Παναγία, μεγαλύνω Μητροπάρθενε.
Ὁ Εἱρμός
Ὁ Τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Ἡ τῶν δεσμῶν σου ἅλυσις, ἡ θαυμασία πέφηνε, κρουνὸς ἀπείρων θαυμάτων, καὶ ποταμὸς ἰαμάτων, ἀστείρευτος πανένδοξε, Ἀπόστολε ὡράϊσμα, περιφανὲς τῆς πίστεως, πνευματοφόρητε Πέτρε, λαμπὰς ἀνδρῶν Γαλιλαίων.
Θεοτοκίον, ὅμοιον
Παρθένος παναμώμητος, σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου· Δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ.
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου