ΙΑΝΟΥΑΡΙΟΣ 13. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΕΡΜΥΛΟΣ & ΣΤΡΑΤΟΝΙΚΟΣ. ΑΓΙΟΙ ΑΒΒΑΔΕΣ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΕΝ ΣΙΝΑ ΚΑΙ ΡΑΊΘΩ
ΙΑΝΟΥΑΡΙΟΣ ΙΓ΄.
ΕΡΜΥΛΟΣ & ΣΤΡΑΤΟΝΙΚΟΣ
& ΑΒΒΑΔΕΣ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΕΝ ΣΙΝᾼ ΚΑΙ ῬΑΪΘῼ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῶν Μαρτύρων. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Ἑρμύλος
ὁ ἔνδοξος, καὶ ὁ θεόφρων Στρατόνικος, ἡ δυὰς ἡ θαυμάσιος, Τριάδα τὴν ἄκτιστον,
καθομολογοῦντες, πολύθεον πλάνην, μετὰ πολλοὺς τοὺς αἰκισμούς, καὶ τὰς βασάνους
κατετροπώσαντο, καὶ νίκης διαδήματι, στεφανωθέντες πρεσβεύουσι, δωρηθῆναι τοῖς
πέρασι, τὴν εἰρήνην καὶ ἔλεος.
Τοῦ
Λόγου γενόμενος, Μάρτυς διάκονος Ἕρμυλε, ἐκλογὴ θείου Πνεύματος, τῷ λύθρῳ τοῦ
αἵματος, τῆς ἱερωσύνης, στολὴν ἐπιχρώσας, ἱερωτέραν ἀληθῶς, καὶ λαμπροτέραν ταύτην
ἐτέλεσας· καὶ νῦν εἰς τὰ Βασίλεια, τὰ νοητὰ μεταβέβηκας, πρεσβευτὴς τῶν
τιμώντων σε, χρηματίζων θερμότατος.
Ξεσμοὺς καρτερήσαντες, ταῖς προσταγαῖς τοῦ δικάζοντος, ἐν σαργάνῃ ἐβλήθητε· καὶ τέλος μακάριον, καὶ πνιγμὸν ὑδάτων, ἄμφω δεδεγμένοι, τὸν πολυμήχανον ἐχθρόν, τούτοις ἐμφρόνως ἐναπεπνίξατε· καὶ νῦν περιπολεύετε, περιχαρῶς τὰ οὐράνια, ὑπὲρ πάντων δεόμενοι, Ἀθληταὶ γενναιότατοι.
Προσόμοια τῶν Ὁσίων. Ἦχος πλ. δ'. Τί ὑμᾶς καλέσωμεν;
Μεγάλως
ἠγωνίσασθε Ἅγιοι, τῶν βαρβάρων ὑπομείναντες, τὴν ἕφοδον γενναίως, τὰς ψυχὰς
ἐναποθέμενοι, τοῖς ξίφεσι προθύμως, Μαρτύρων ἀνεδήσασθε στεφάνους· Ἀγγέλοις
συναυλίζεσθε ἀξίως. Πολλὴ ὑμῶν ἡ καρτερία, καὶ μείζονα τὰ χαρίσματα.
Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὅσιοι
Χριστοῦ ἠγωνίσασθε· τῶν προσκαίρων ἀλογήσαντες, τοῦ βίου ἑκουσίως, τῆς σαρκὸς
καθυπετάξατε, τὸ φρόνημα γενναίως· καὶ ξίφει ἐν Χριστῷ τελειωθέντες, Ἀγγέλοις
συναυλίζεσθε ἀξίως· διὸ ὑμῶν τὰ μνημόσυνα, σεμνύνοντες ἱκετεύομεν· πρεσβεύσατε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καλῶς πολιτευσάμενοι Ἅγιοι, τῶν Μαρτύρων τοὺς ἀγῶνας, μιμησάμενοι γενναίως, τὰ βραβεῖα οὐρανόθεν, ἐκομίσασθε νομίμως. Ὑμεῖς γάρ, μαχαιρῶν κατεφρονήσατε· βασάνους, ὡς ἐκεῖνοι ὑπεμείνατε, ἵνα ὁμοῦ ἀναδήσησθε, τὸν στέφανον τῆς ἀθλήσεως. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'.
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει κορυφήν, ἀχειροποίητον, καὶ ἀναμάρτητον· διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
Ὤφθη
τὸ Πατρικόν, ἀπαύγασμα τῆς δόξῃς, ἐν Ἰορδάνου ῥείθροις, βαπτίσματι καθαῖρον,
τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Δέχου
δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην,
βροτῶν εἰς ἀναγέννησιν.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνου ῥείθροις· συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι τὸν Φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο, ὁρῶντά σε σήμερον ἐν τῷ Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως, ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.
Ἀπολυτίκιον. Τῶν Μαρτύρων. Ἦχος γ’. Θείας πίστεως.
Δυὰς ἔνθεος, ὁμολογοῦντες, τὴν Ὑπέρθεον, πιστῶς Τριάδα, ἀνεδείχθητε πανεύφημοι Μάρτυρες, ὁ εὐκλεὴς καὶ ἀήττητος Ἕρμυλος, καὶ ὁ στεῤῥὸς καὶ θεόφρων Στρατόνικος. Ἀλλ' ὡς σύμμορφοι, ἐν δόξῃ τῇ ὑπὲρ ἔννοιαν, αἰτήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἀπολυτίκιον. Τῶν Ὁσιομαρτύρων. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὡς ἁγιόλεκτος τοῦ Λόγου χορεία, ἐν τῷ Σινᾷ καὶ Ῥαϊθῷ οἱ Ἀββάδες, ἀγγελικῶς ἠρίστευσαν ἀγώσιν ἱεροῖς, ἰδρώσι γὰρ ἀσκήσεως, τῶν αἱμάτων τοὺς ὄμβρους, μυστικῶς κεράσαντες, χαρισμάτων κρατήρα, πνευματικῶς προτίθενται ἡμῖν, ἐξ οὗ τρυφῶντες, αὐτοὺς μακαρίσωμεν.
Καὶ νῦν. Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Τῆς Ἑορτῆς. Ἦχ. γ'. Ἡ Παρθένος σήμερον
Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν, ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου· καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Τῆς Ἑορτῆς. Ἦχ. δ'. Ταχὺ προκατάλαβε
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διό σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.
Δόξα... καὶ νῦν... Τὸ αὐτό.
Κανὼν Ἰαμβικός, τῆς Ἑορτῆς, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχίς διὰ Στίχων Ἡρωελεγείων: Σήμερον ἀχράντοιο βαλών,/Θεοφεγγέϊ πυρσῷ,/Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,/Φλέξας παμμεδέοντος ἐΰς Πάϊς·/Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν.
Ἰαμβικός Ὁ Εἱρμός
Στείβει
θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.
Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην· Οὗτος ἠγαπημένος,
Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς: Τῶν σῶν γεραίρω Μαρτύρων Σῶτερ κλέος. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ
Τίμιοι ὡς ἀστέρες θεολαμπεῖς, τῷ στερεώματι σοφοί, τῆς Ἐκκλησίας ὤφθητε, καταυγάζοντες ἡμᾶς, θείαις λαμπρότησι Μάρτυρες.
Ὤφθητε ὥσπερ ἄνθρακες νοητοί, προσαναπτόμενοι πυρί, τοῦ Πνεύματος ἀοίδιμοι, καὶ εἰδώλων τὴν πυράν, ῥείθροις αἱμάτων ἐσβέσατε.
Νάμασι προσκλυζόμενοι τοῦ Χριστοῦ, τοῦ ἐν τοῖς ῥείθροις τὴν ἡμῶν, ἀσέβειαν βυθίσαντος, ἀθεΐας ποταμούς, Μάρτυρες ἀπεξηράνατε.
Θεοτοκίον
Στῆσόν μου ἁμαρτίας τοὺς ὀχετούς, ἡ τοῦ θανάτου τὴν φθοράν, τῷ τόκῳ σου μαράνασα, καὶ κατάνυξίν μοι δός, Θεοκυῆτορ πανάμωμε.
Ὁ Κανὼν τῶν Ὁσιομαρτύρων, οὗ ἡ Ἀκροστιχίς: Ἄθλους ἀνυμνεῖν Πατέρων κλέος μέγα. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον
Ἀσκήσει φωτοειδεῖς γενόμενοι, μακαριώτατοι, θεοειδεῖς ἐδείχθητε σαφῶς, τῇ κενώσει τοῦ αἵματος· διὸ συνεπαγάλλεσθε, τοῖς Ἀσκηταῖς Χριστοῦ καὶ Μάρτυσι.
Θαλάσσῃ τῇ τῶν δακρύων πρότερον, ἐναπεπνίξατε, τὸν Φαραὼ σοφοὶ τὸν νοητόν· τῶν αἱμάτων δὲ ὕστερον, τοῖς ὀχετοῖς ὠλέσατε, καὶ ἀφανίᾳ παρεπέμψατε.
Λαμπρύνων ὁ φωτοδότης Κύριος, ὑμῶν τὴν ἄθλησιν, ὑπομονῇ θεράποντες Χριστοῦ, φωταυγῆ ἀπειργάσατο, καὶ ἐμφανῆ τὴν ἄσκησιν, ὑπὲρ αὐγὰς ἡλίου λάμπουσαν.
Οὐ θλῖψις οὐκ ἀλγεινῶν ἐπίτασις, οὐ μακρυσμὸς παντελής, τῶν κοσμικῶν φροντίδων Ἀθληταί, οὐ βαρβάρων ἀνήμερος, ἐπιδρομὴ τῆς κρείττονος, ἡμᾶς ἐλπίδος ἀπηγάγετο.
Θεοτοκίον
Ὑπάρχων ὁ κατὰ φύσιν Κύριος, πᾶσιν ἀχώρητος, ἐν σοὶ χωρεῖται Δέσποινα βροτός, εὐσπλαγχνίᾳ γενόμενος, ἵνα βροτοὺς δι᾿ ἄφατον φιλανθρωπίαν διασώσηται.
ᾨδὴ γ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ὅσοι παλαιῶν,
ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.
Νέκρωσιν ὁ πρίν,
ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
Ἐπισκοπεῖται, σαρκικῇ παρουσίᾳ·
Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.
Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὄροις.
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Τῶν Μαρτύρων. Τὸν φόβον σου Κύριε
Ῥεόντων τὸ ἄστατον μισήσαντες, τῶν μελλόντων ἐποθήσατε, ἀδιάῤῥευστον ἀπόλαυσιν, γενναῖοι στρατιῶται, Χριστοῦ τοῦ Παμβασιλέως.
Ἀνδρείως ἀντέστητε θεόφρονες, παρανόμως τῷ προστάσσοντι, ἀσεβείᾳ ὑποκλίνεσθαι, καὶ νίκης οὐρανόθεν, εὕρατε στεφάνους.
Ἰνδάλματα πλάνης ἠδαφίσατε, ἀπλανεῖς Χριστομάρτυρες, ἑαυτοὺς δὲ ἀνεστήσατε, ναοὺς σεπτοὺς καὶ στήλας, τῆς θεογνωσίας.
Θεοτοκίον
Ῥομφαία τὸ πρὶν ἡ στρεφομένη,
τὰς εἰσόδους μοι δίδωσιν, αἰδουμένη τὴν κεντήσασαν, Παρθενομῆτορ λόγχην, τὸν ἐκ
σοῦ τεχθέντα.
Τῶν Ὁσιομαρτύρων. Οὐκ ἐν σοφίᾳ
Συντετριμμένῃ, διανοίᾳ Θεὸν θεραπεύσαντες, συνετρίψατε ἐχθροῦ, μεγαλαυχίαν μακάριοι, ξίφει συντριβόμενοι, καὶ θανατούμενοι.
Ἀποσκοποῦντες, τῶν μενόντων σοφοὶ τὸ ἀΐδιον, τῶν ἀστάτων καὶ ῥευστῶν, τὸ χαμερπὲς ἀπεκρούσασθε· ὅθεν μακαρίζεσθε, Ὁσιομάρτυρες.
Νόμῳ τῷ θείῳ, εὐσεβεῖ διανοίᾳ πειθήσαντες, τῆς σαρκὸς τὰς ἡδονάς, δι᾿ ἐγκρατείας ὠλέσατε, καὶ νῦν ἐναθλήσαντες, δόξης ἐτύχετε.
Θεοτοκίον
Ὑπεραγία, ὑπεράγιον Λόγον κυήσασα, καθαγίασον ἡμῶν, καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν μακαριζόντων σε, τὴν παναμώμητον.
Ὁ Εἱρμός
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Θεοῦ· οὐ γάρ ἐστιν Ἅγιος, πλήν Σου Φιλάνθρωπε.
Κάθισμα τῶν Μαρτύρων. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Ἐν ὕδασιν ὁμοῦ, τὸ μακάριον τέλος, ἐδέξασθε σοφοί, ἐν αὐτοῖς τὸν Βελίαρ, βυθίσαντες χάριτι, τοῦ Θεοῦ ἡμῶν Μάρτυρες· ὅθεν στέφανον, ὡς νικηφόροι λαβόντες, συναγάλλεσθε, ταῖς τῶν Ἀγγέλων χορείαις· μεθ' ὧν ἡμῶν μέμνησθε.
Δόξα... τῶν Ὁσιομαρτύρων. Ἦχος δ. Ταχὺ προκατάλαβε
Ὡς πάροικοι δεικνύμενοι καὶ παρεπίδημοι, καλύβας πηξάμενοι ἐν ταῖς ἐρήμοις σαφῶς, ἠσκήσατε Ὅσιοι, γύμνωσιν κοσμηθέντες, ἀρετῶν τῇ ἐνδύσει, σύμμορφοι γεγονότες, τῶν Χριστοῦ παθημάτων· διὸ καὶ ὑπεμείνατε, τὴν τῶν βαρβάρων σφαγήν.
Καὶ νῦν... τῆς Ἑορτῆς ὅμοιον
Ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, τὰ ῥεῖθρα περιβάλλεται τὰ Ἰορδάνια, Χριστὸς ὁ Θεὸς ἡμῶν, ἄνωθεν μαρτυροῦντος, τοῦ Πατρὸς τῷ συνθρόνῳ, κάτωθεν προσφοιτώσης, τῆς τοῦ Πνεύματος δόξης· αὐτός ἐστιν ὁ φωτίζων καὶ ἁγιάζων ἡμᾶς.
ᾨδὴ δ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Πυρσῷ
καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.
Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος
Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,
Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.
Αὐτὸν προσιδὼν τὸν περίκλυτον
Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,
Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ
σθένει,
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.
Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.
Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Τῶν Μαρτύρων. Εἰσακήκοα Κύριε
Ὡς τοῦ Λόγου διάκονος, λόγοις σου τὴν ἄλογον ἐστηλίτευσας, Μάρτυς Ἕρμυλε ἀπόνοιαν, τῶν παρανομούντων προθυμότατα.
Μίαν φύσιν Θεότητος, μίαν ἐξουσίαν καὶ κυριότητα, οἱ θεόφρονες κηρύξαντες, πολυθέου πλάνης κατεφρόνησαν.
Ἀναρτήσει ξεόμενος, καὶ ταῖς ἀλγηδόσι περιδονούμενος, ἀπερίτρεπτος διέμεινας, Ἀθλητὰ θεόφρον Μάρτυς Ἕρμυλε.
Θεοτοκίον
Ῥᾳθυμία καθεύδοντα, καὶ τῇ
ἁμαρτίᾳ συγκαλυπτόμενον, πρὸς μετάνοιάν με πάναγνε, ὡς τοῦ Λόγου Μήτηρ
ἀνακάλεσαι.
Τῶν Ὁσιομαρτύρων. Ἐπαρθέντα σε ἰδοῦσα
Μὴ τοῖς πάθεσι τοῦ σώματος ἡττηθέντες, τὸν δυσμενῆ ἡττήσατε, καὶ θανατωθέντες, ξίφει παμμακάριστοι, ζωὴν πρὸς οὐράνιον, χαίροντες ὁμοῦ μετετέθητε.
Νεκρωθέντες πρὸς θανάτου δι᾿ ἐγκρατείας, ἐθελουσίως Ὅσιοι, τῶν παρανομούντων ἀκουσίως ξίφεσι, δεινῶς τεθανάτωσθε, ζῆν μετὰ θανεῖν πιστευόμενοι.
Ἐπιάνθητε ὡς ἄρνες τῇ ἐγκρατείᾳ, καὶ ὡς κριοὶ ἐπίσημοι, χερσὶν αἱμοβόρων, λύκων ἀναιρεθέντες, ζωὴν πρὸς αἰώνιον, Ὅσιοι Χριστοῦ προσηνέχθητε.
Ἱερεῖς τε καὶ πρεσβύται καὶ νεανίσκοι, οἱ Ῥαϊθὼ καὶ Σίναιον, ὄρος κατοικοῦντες, Μάρτυρες γεγόνασιν, ὁσίως βιώσαντες, καὶ βιαιοτάτως τεθνήξαντες.
Θεοτοκίον
Νεουργεῖ τὴν ἀνθρωπότητα νέον βρέφος, ὁ πρὸ αἰώνων Κύριος, ὀφθεὶς ἐκ Παρθένου, καὶ βροτὸς γενόμενος, αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἐχθροῦ
ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,
Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.
Μετ᾽ εὐσεβείας
προσδράμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
Ἄντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Τῶν Μαρτύρων. Ἵνα τί με ἀπώσω
Τῶν βασάνων τὰ νέφη, Μάρτυρες πανεύφημοι οὐ κατεκάλυψαν, τὴν ὑμῶν ἀνδρείαν· ὑπὲρ ἥλιον γὰρ πεφανέρωται, εὐσεβείας φέγγει, τοὺς εὐσεβεῖς φωταγωγοῦσα, καὶ δαιμόνων τὸν ζόφον ἐξαίρουσα.
Ὑπερβάντες τοὺς ὅρους, τοὺς τῆς ἀνθρωπότητος θεομακάριστοι, καὶ τῷ ὑπὲρ φύσιν, ἑνωθέντες τελείαις καθάρσεσι, τὰς πικρὰς βασάνους, καὶ τοὺς ξεσμούς, καὶ τὰς αἰκίσεις, ὑπηνέγκατε γνώμης στεῤῥότητι.
Ῥωμαλέως ἀντέστης, Μάρτυς τῷ δικάζοντι ἔνδοξε Ἕρμυλε, καὶ φωνῆς ἀκοῦσαι, οὐρανόθεν παμμάκαρ ἠξίωσαι, τῷ καλοῦντι πόθῳ, προσομιλῶν ὡς ἀθλοθέτῃ, καὶ τοὺς τούτου ῥωννύοντι Μάρτυρας.
Θεοτοκίον
Ὡς καλὴ ὡς ὡραία, ὡς τῇ καθαρότητι περιαστράπτουσα, τὸν ὡραῖον κάλλει, ἐσωμάτωσας Λόγον καὶ τέτοκας, τὸν τὸ εἶναι πᾶσι, θεουργικῶς Παρθενομῆτορ, παρεχόμενον πλούτῳ χρηστότητος.
Τῶν Ὁσιομαρτύρων. Σὺ Κύριέ μου φῶς
Παράδεισος τρυφῆς, ζωῆς ξύλον τὸν Κύριον, ἐδείχθητε μέσον ἔχων, τὸν ὑμῶν ὡς θυσίαν, τὸ αἷμα προσδεξάμενον.
Αἱμάτων τοὺς κρουνούς, τῶν δακρύων συνάψαντες, τοῖς ῥεύμασι θεοφόροι, τὸν πολύμορφον ὄφιν, ἐν τούτοις ἐβυθίσατε.
Τερπνότητα Θεοῦ, καθορᾶν ἠξιώθητε, αἰώνιον εὐφροσύνην, ἀντὶ κόπων καὶ πόνων, μακάριοι εἰλήφατε.
Θεοτοκίον
Ἐκύησας Θεόν, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ ἔμεινας μετὰ τόκον, ὡς πρὸ τόκου Παρθένος, Ἁγνὴ θεοχαρίτωτε.
ᾨδὴ στ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἱμερτὸν ἐξέφηνε
σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.
Ἀνειμένων Πόλοιο παμφαῶν
πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,
Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ
τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Τῶν Μαρτύρων. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον
Ναμάτων, ζωοποιῶν πληρωθέντες, ποταμίοις ἀπεῤῥίφητε ῥείθροις, καὶ ἐν αὐτοῖς, δεδεγμένοι τὸ τέλος, τὸν τῆς κακίας προστάτην ἐπνίξατε, πανεύφημοι· καὶ νῦν ἡμῖν, ἰαμάτων κρουνοὺς ἀναβλύζετε.
Σαργάνῃ, ὑποβληθέντες προθύμως, παρεδόθητε βυθῷ Ἀθλοφόροι, καὶ πρὸς ζωήν, ἀνηνέχθητε θείαν, τὰ δι᾿ αἰῶνος ὑμῖν ἐλπιζόμενα, εὑράμενοι χαρμονικῶς, μεγαλόφρονες Ἅγιοι Μάρτυρες.
Ὡράθης, ἐν τῷ πικρῶς τιμωρεῖσθαι, καὶ ῥαβδίζεσθαι Στρατόνικε Μάρτυς, ὑπομονῆς, ἀπερίτρεπτος στῦλος, ἐπερειδόμενος βάσει τῆς πίστεως, τὴν ἔνστασιν τῶν διωκτῶν, ἀφανίζων καὶ λόγοις καὶ πράξεσι.
Θεοτοκίον
Τὰ πάθη, τῆς ἀσθενούσης
ψυχῆς μου, καὶ τὸ ἄλγος τῆς καρδίας Παρθένε, καὶ τοῦ νοός, ἐκτροπὰς πολυτρόπους,
ὡς συμπαθὴς Θεοτόκε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον
δέομαι.
Τῶν Ὁσιομαρτύρων. Θύσω σοι μετὰ φωνῆς
Ῥήξαντες, προσπαθείας δεσμὰ δι' ἀσκήσεως, βιαιοτάτῳ θανάτῳ, τῶν δεσμῶν τοῦ σώματος λύεσθε, καὶ ἀλύτῳ, ἀγαπήσει δεσμεῖσθε τοῦ Κτίσαντος.
Ὡς ὄρη, ὑψηλῇ πολιτείᾳ δεικνύμενοι, τὸν καταλήψεσθαι ὄρη, καὶ τὴν κτίσιν πᾶσαν ἐπαπειλοῦντα, δυναστείᾳ, τοῦ Χριστοῦ τοῖς ποσὶν ὑπετάξατε.
Νάμασιν, ἀρδευθέντες δακρύων μακάριοι, γῆ ὡς καλή τε καὶ πίων, μαρτυρίου στάχυν καρποφορεῖτε, ἀποθήκαις, αἰωνίοις Χριστῷ συντηρούμενον.
Θεοτοκίον
Κοίμησον, τῶν παθῶν τῆς σαρκός μου τὰ κύματα, τῇ ἀκοιμήτῳ σου Κόρῃ, ἱκεσίᾳ δέομαι καὶ μὴ δῴης, ἁμαρτίας, ἀφυπνῶσαί με ὕπνον βαρύτατον.
Ὁ Εἱρμός
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ἐπεφάνης σήμερον, τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Κοντάκιον. Τῶν Μαρτύρων. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Ἀγώνων τῷ βυθῷ, τὸν ἐχθρὸν τὸν διώκτην, ποντίσαντες στερρῶς, Ἀθλοφόροι γενναῖοι, τὸ τέλος ἐδέξασθε, ποταμίοις ἐν ῥεύμασι, καὶ ἰθύνθητε, πρὸς ἀφθαρσίας τὸ ὕδωρ, θεῖε Ἕρμυλε, σὺν τῷ κλεινῷ Στρατονίκῳ, Χριστὸν μεγαλύνοντες.
Κοντάκιον τῶν Ὁσιομαρτύρων. Ἦχος α'. Τὰ ἄνω ζητῶν
Ἐκ τῆς κοσμικῆς, συγχύσεως ἐφύγετε, καὶ πρὸς γαληνήν, κατάστασιν μετέστητε, μαρτυρίου αἵμασι, καὶ ἀσκήσεως πόνοις στεφόμενοι· ὅθεν καὶ ἀνεδείχθητε, Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνοι.
Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἑρμύλου καὶ Στρατονίκου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰακώβου, ἐπισκόπου Νισίβεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Καυσοκαλυβίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος, ῥαβδιζόμενος τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Παχώμιος καὶ Παπυρῖνος, ἐν ποταμῷ βληθέντες τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων, τῶν ἐν τῇ Μονῇ τοῦ Ὁσίου Θεοδοσίου ἀναιρεθέντων, ὑπὸ Περσῶν καὶ Βλεμμύων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱλαρίου, ἐπισκόπου Πουατιὲ Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥεμιγίου, ἐπισκόπου Ῥὲνς τῆς Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κεντιγκέρνου, ἐπισκόπου Γλασκώβης Σκωτίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐϊλιανοῦ τοῦ ἐκ Ῥώμης, τοῦ ἐν Ἀνγκλέσεϋ Βρεττανίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερεμίου τοῦ Α΄, πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εἰρηνάρχου τοῦ Ἐγκλείστου, τοῦ Ῥοστὼβ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐλεαζάρου τῆς Ἀνζὲρσκ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἔφλεξε ῥείθρῳ
τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.
Σὲ ζωγραφοῦσαν τὴν
Ἀσσύριον φλόγα,
Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.
Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,
Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,
Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.
Ἀποῤῥαγέντος τοῦ Ἰορδάνου πάλαι,
Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,
Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,
Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,
Πρὸς τὴν ἄῤῥευστον καὶ ἀμείνονα τρίβον.
Ἴδμεν τὸ πρῶτον τὴν
πανώλεθρον κλύσιν,
Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,
Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.
Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,
Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
Τῶν Μαρτύρων. Παῖδες Ἑβραίων ἐν καμίνῳ
Ἔῤῥει μελίῤῥυτός σου γλῶσσα, ἐκ τοῦ στόματος πικρίαν τῆς καρδίας, Στρατονίκου τοῦ σοῦ, συνάθλου κατευνάζων, ἀναβοῶντος Ἕρμυλε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ῥάβδον δυνάμεως κατέχων, τὸν σωτήριον Σταυρὸν γενναῖε Μάρτυς, ῥαβδισμοὺς καρτερῶν, προθύμως ἀναμέλπεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Κήτους γαστρὸς ὁ διασώσας, συνεχόμενον Προφήτην παραδόξως, ποταμίων ὑμῶν, ὑδάτων διασῴζει, τὰ νικηφόρα λείψανα, μετὰ τέλος Ἀθλοφόροι.
Θεοτοκίον
Λύων τῆς Εὕας τὴν κατάραν, τὴν πανάμωμον κατῴκησας γαστέρα, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Τῶν Ὁσιομαρτύρων. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
Λελαμπρυσμένοι, τῆς ἐγκρατείας τοῖς πυρσεύμασιν, ἄθλοις ἱεροῖς τε Μάρτυρες προφανῶς, φωτιζόμενοι μετέβητε, πρὸς φέγγος ἄδυτον, καὶ ἡμέρας υἱοὶ χρηματίζετε.
Ἐθελουσίως, τῶν ἐν κόσμῳ ἡδέων ξενούμενοι, ξένως τῷ βροτοῖς ὀφθέντι διὰ σαρκός, ᾠκειώθητε τὰ μένοντα, καὶ μὴ φθειρόμενα, ἀγαθὰ κληρωσάμενοι Ὅσιοι.
Ὁ θεῖος Παῦλος, καὶ Ἰωάννης καὶ Θεόδουλος, Νεῖλος, ἐφεξῆς τε πάντες πανευκλεῶς, καὶ θανόντες καὶ βιώσαντες, μακαριζέσθωσαν, Ἀσκηταὶ καὶ ἀοίδιμοι Μάρτυρες.
Θεοτοκίον
Σὲ τὴν τὸ μάννα, τῆς ζωῆς
ἐν κοιλίᾳ βαστάσασαν, πάλαι μανναδόχος στάμνος ὡς ἀληθῶς, προετύπου ἐμφανέστατα.
Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
ᾨδὴ η’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Ἐλευθέρα μὲν ἡ
κτίσις γνωρίζεται.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.
Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,
Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,
Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,
Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,
Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.
Λευχειμονείτω πᾶσα γήϊνος φύσις,
Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη·
ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ
Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,
Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
Τῶν Μαρτύρων. Ἑπταπλασίως κάμινον
Ἐγκαρτερεῖς τυπτόμενος, καὶ δεινῶς σπαθιζόμενος, καὶ τοῖς νιφετοῖς, τῶν ἀλγεινῶν κυκλούμενος, ἀοίδιμε Ἕρμυλε· τοῦ Στρατονίκου δὲ ποδηγός, πρὸς τῆς εὐσεβείας, τοὺς ἀγῶνας ἐγένου, μεθ' οὗ καὶ ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οἱ ἀκλινεῖς τὸ φρόνημα, καὶ γενναῖοι τὴν ἄθλησιν, καὶ τῶν οὐρανίων, δωρεῶν ἐπάξιοι, οἱ λίθοι οἱ ἔντιμοι, τὰ τῶν πιστῶν προπύργια, λίθοις κελευσθέντες, οὐ προσένειμαν σέβας· Θεῷ δὲ τῷ τῶν ὅλων, ἀνεβόων Δεσπότῃ· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σοῦ τὰς πλευρὰς τοῖς ὄνυξιν, ἀνορύττων ὁ τύραννος, καὶ τοῖς σπαθισμοῖς, ἀνηλεῶς συγκόπτων σε, τὸν νοῦν οὐκ ἐσάλευσεν, ἐρηρεισμένον θείᾳ στοργῇ, καὶ τοῦ Λυτρωτοῦ, κατανοοῦντα τὸ κάλλος, ᾧ νῦν ἐν παῤῥησίᾳ, γεγηθὼς ἀνακράζεις· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ κατὰ πάντα τέλειος, καὶ τῇ φύσει ἀπρόσιτος, ὤφθη προσιτός μοι, σάρκα περικείμενος, ἐκ σοῦ ἀπειρόγαμε, ὃν ἐκτενῶς ἱκέτευε, τῶν ἀνομιῶν μου τὸ φορτίον σκορπίσαι, καὶ σῶσαι μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν Ὁσιομαρτύρων. Χεῖρας ἐκπετάσας Δανιήλ
Μέγιστος χορὸς ἀσκητικοῖς, ἀνδραγαθήμασιν, ὡραϊζόμενος, Ὁσίους σήμερον ἅπαντας, χορευτὰς ἐνθέους δείκνυσιν, ἀνευφημοῦντας μὲν αὐτόν, Χριστῷ δὲ ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐτύθητε οἷά περ ἀμνοί, βαρβάρων ξίφεσι, κατακοπτόμενοι, καὶ προσηνέχθητε τέλεια, τῷ τυθέντι Λόγῳ σφάγια, καὶ πρωτοτόκων ἐν σκηναῖς κατεσκηνώσατε, μελῳδοῦντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Γυμνοὶ πάσης ὄντες ἡδονῆς, τὸν τοὺς προπάτορας, ἀπογυμνώσαντα, Πατέρες Ὅσιοι κάκιστον, δυσμενῆ ἀπεγυμνώσατε· καταστολὴν δὲ ἱεράν, ὡς ἐναθλήσαντες εἰληφότες, τοῦτον αἰσχύνην σοφοὶ ἐνεδύσατε.
Θεοτοκίον
Ἀνοίγεται πάλιν διὰ σοῦ, ὁ πρὶν Παράδεισος, καὶ ἐπεισάγεται, ὁ πρὶν κατάκριτος ἄνθρωπος, καὶ θεοῦται ἀληθέστατα, θεοχαρίτωτε Ἁγνή, βροτῶν τὸ φύραμα τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμός
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων
χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ
εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν
Κύριον.
ᾨδὴ θ’. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός
Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.
Ὢ τῶν ὑπὲρ
νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.
Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην
ἐν ῥείθροις Ἰορδάνου.
Τὸ αὐτό
Μεγάλυνον,
ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.
Μεγάλυνον,
ψυχή μου, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.
Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,
Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Τῶν Μαρτύρων. Ἔφριξε πᾶσα ἀκοή
Ἱστίῳ Μάρτυρες Χριστοῦ, τῶν βασάνων διελθόντες τὸ πέλαγος, ἐγκαθωρμίσθητε, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως· ὅπου Μαρτύρων οἱ χοροί, Δικαίων ὁμήγυρις· ἔνθα τὸ ἄδυτον φῶς, καὶ χαρὰ ἐορταζόντων τῷ πνεύματι.
Ὤρθρισαν οἱ θεοφεγγεῖς, ἀληθείας μεγαλόφρονες Μάρτυρες, πρὸς τὸν ἐκλάμψαντα, πρὸ Ἑωσφόρου ἄδυτον Ἥλιον, παραδραμόντες τὸ βαθύ, σκότος τῶν κολάσεων· καὶ νῦν αὐγάζουσι, σωτηρίας φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Σήμερον μνήμην ἱεράν, τῆς ἀθλήσεως ὑμῶν παμμακάριστοι, ἡ Ἐκκλησία Χριστοῦ, ἐπιτελοῦσα ἄγει χαρμόσυνον, καὶ φωτοφόρον ἑορτήν, Θεὸν μεγαλύνουσα, τὸν στεφοδότην ὑμῶν, μεγαλύνοντα ὑμᾶς ὡς θεράποντας.
Ἤρθητε πρὸς περιφανές, μαρτυρίου ἀληθῶς ὕψος ἅγιον, καὶ κατειλήφατε, τοῦ πόθου πέρας ὄντως μακάριοι, τὴν Βασιλείαν τοῦ Θεοῦ, λαβόντες ἀσάλευτον, Μάρτυς Στρατόνικε, σὺν Ἑρμύλῳ τῷ σοφῷ καὶ θεόφρονι.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.
Τῶν Ὁσιομαρτύρων. Λίθος ἀχειρότμητος
Ἱερολογίαις ἱεραῖς, τοὺς Ὁσίους δεῦτε Πατέρας, τοὺς ἐν Ῥαϊθῷ καὶ Σιναίῳ, βεβιωκότας ἐν Ὁσιότητι, καὶ εὐσεβῶς ἀθλήσαντας, μεγαλοφώνως μεγαλύνωμεν.
Ὡς πανευκλεεῖς Ἀθλοφόροι, οἱ ἐν ἀσκήσει ὑμῶν πόνοι! ὡς ὑπερφερεῖς οἱ ἀγῶνες, ἐν οἷς τὸν πλάνον κατεπαλαίσατε! ὡς θαυμαστὴ ἡ ἄθλησις, δι᾿ ἧς νομίμως κατεστέφθητε!
Σῶμα καὶ ψυχὴν τῷ Κυρίῳ, καθιερώσατε ὁσίως, τοῖς τῆς ἐγκρατείας ἰδρῶσιν, ἁγιασθέντες καὶ ταῖς τοῦ αἵματος, ἐπιῤῥοαῖς ξηράναντες, βαρβαρικῆς κακίας θάλασσαν.
Ἡ θεοφεγγὴς ὑμῶν μνήμη, ἀνατολαῖς λαμπρυνομένη, τῶν διὰ Χριστὸν ὑμῶν πόνων, τὰς διανοίας πάντων μακάριοι, περιαυγάζει χάριτι, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος.
Θεοτοκίον
Φρίττει Χερουβὶμ καθορῶντα, τὸν ἐν αὐτοῖς, ἀῤῥήτῳ λόγῳ, ἐπικαθεζόμενον Λόγον, Μητρὸς ἀγκάλαις βρέφος κρατούμενον, σοῦ Παναγία Δέσποινα, ὑψηλοτέρα πάσης κτίσεως.
Ὁ Εἱρμός
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἐξαποστειλάριον τῶν Ὁσιομαρτύρων. Ἦχος γ'. Ἐν πνεύματι τῷ ἱερῷ
Τοῖς πόνοις τῆς ἀσκήσεως, τὸν ἀρχέκακον ὄφιν, εἰς τέλος ἀπεκτείνατε· ἐπὶ τέλους δὲ στέφη, τοῦ μαρτυρίου ἤρασθε, τῶν Πατέρων καύχημα, καὶ τῶν Μαρτύρων ἡ δόξα, Ῥαϊθὼ καὶ Σιναίου, ἡ πανέορτος πληθύς, τῶν θαυμασίων Πατέρων.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ὅμοιον.
Φωτὸς ἀδύτου γέγονεν, ἡ παροῦσα ἡμέρα· Χριστὸς γὰρ ἡ ἀλήθεια, ἦλθεν νῦν ἐπεφάνη· ψαλμοῖς αὐτὸν ἐπαξίως, καὶ ᾠδαῖς ὑμνήσωμεν, ὡς Πλάστην τε καὶ Δεσπότην. Ὢ καινοῦ μυστηρίου! τοῦ Ἀδὰμ ὁ Ποιητής, βουλήσει ἄνθρωπος ὤφθη.
Εἰς τὸν Στίχον τῶν Αἴνων Προσόμοια. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.
Δεῦτε καὶ ἡμεῖς, ἐν αἰσθήσει τῆς καρδίας, δράμωμεν πιστοί, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τὸν Χριστὸν ἰδόντες, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, νῦν σὺν αὐτῷ δοξολογοῦντες, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Νῦν τοῦ Ἰεσσαί, ἀνεβλάστησεν ἡ ῥάβδος, θείαν κιβωτόν, καὶ τοῦ μάννα θεοδόχον, ἐξ ἧς προῆλθεν ἄνθος, τῆς ζωῆς τὸ ἀκήρατον· ὃν ὁ Ἰορδάνης καταπτήξας, καὶ ὁ Ἰωάννης χειραπτήσας, πιστῶς ἔκραζεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στ.: Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἄσατε ᾠδαῖς, αἱ οὐράνιαι Δυνάμεις· ψάλατε βροτοί, καὶ ἀγάλλεσθε συμφώνως· ἰδοὺ γὰρ ὁ Δεσπότης, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, ἔρχεται ἐν ῥείθροις Ἰορδάνου, ἵνα βαπτισθῇ ὑπὸ τοῦ δούλου· λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην· ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει κορυφὴν ἀχειροποίητον καὶ ἀναμάρτητον· διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα, καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον. Τῶν Μαρτύρων. Ἦχος γ’. Θείας πίστεως.
Δυὰς ἔνθεος, ὁμολογοῦντες, τὴν Ὑπέρθεον, πιστῶς Τριάδα, ἀνεδείχθητε πανεύφημοι Μάρτυρες, ὁ εὐκλεὴς καὶ ἀήττητος Ἕρμυλος, καὶ ὁ στεῤῥὸς καὶ θεόφρων Στρατόνικος. Ἀλλ' ὡς σύμμορφοι, ἐν δόξῃ τῇ ὑπὲρ ἔννοιαν, αἰτήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἀπολυτίκιον. Τῶν Ὁσιομαρτύρων. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὡς ἁγιόλεκτος τοῦ Λόγου χορεία, ἐν τῷ Σινᾷ καὶ Ῥαϊθῷ οἱ Ἀββάδες, ἀγγελικῶς ἠρίστευσαν ἀγώσιν ἱεροῖς, ἰδρώσι γὰρ ἀσκήσεως, τῶν αἱμάτων τοὺς ὄμβρους, μυστικῶς κεράσαντες, χαρισμάτων κρατήρα, πνευματικῶς προτίθενται ἡμῖν, ἐξ οὗ τρυφῶντες, αὐτοὺς μακαρίσωμεν.
Καὶ νῦν. Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
.jpg)
.jpg)
.jpg)
Σχόλια
Δημοσίευση σχολίου