ΙΑΝΟΥΑΡΙΟΣ 11. ΟΣΙΟΣ ΘΕΟΔΟΣΙΟΣ ΚΟΙΝΟΒΙΑΡΧΗΣ

 

+ ΙΑΝΟΥΑΡΙΟΣ ΙΑ΄.

ΘΕΟΔΟΣΙΟΣ ΟΣΙΟΣ ΚΟΙΝΟΒΙΑΡΧΗΣ

 


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ το· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. α'. Ὅσιε Πάτερ

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ, ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις, τύπος γενόμενος τῶν σῶν φοιτητῶν, νῦν δὲ συγχορεύεις μετὰ τῶν Ἀσωμάτων, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον καὶ Λυτρωτήν, τὸν ὑποκλίναντα τὴν κάραν τῷ Προδρόμῳ, καὶ ἁγιάσαντα τὴν φύσιν τῶν ὑδάτων. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος. 

 

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαράν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, σοὶ ἐνεσκήνωσεν ὡς ἄχραντον φῶς, οὗ τῇ ἐνεργείᾳ φαιδρῶς ἠγλαϊσμένος, Χριστὸν ἀπαύστως δοξολογεῖς, τὸν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, τὸν βαπτιζόμενον χειρὶ τῇ τοῦ Προδρόμου, καὶ μαρτυρούμενον τῇ φωνῇ τῇ πατρῴᾳ. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

 

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εἰκότως ἠξιώθης τῆς μακαρίας ζωῆς, ἁγνείᾳ καὶ ἀσκήσει ταύτην εὑρών· ζῶν γὰρ μετέστης πρὸς τὴν ἄνω ζωήν, πᾶσι χαίρειν εἰπών, καὶ σὺν τοῖς Ἀσωμάτοις, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Παρθένου ἀφράστως σάρκα λαβόντα, καὶ καταδύσαντα τὰς ἡμῶν ἁμαρτίας, ἐν τῷ Βαπτίσματι, ἐν ῥείθροις Ἰορδάνου. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

 

Δόξα. Τοῦ Ὁσίου. Ἦχος β΄.

Ὅσιε Πάτερ, ὡς πόλιν ζῶντος Θεοῦ, εὔφραναν τὴν ἱεράν σου ψυχήν, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ ὕδατος τῆς ἀφέσεως, τοῦ διελθόντος τὸν Ἰορδάνην, καὶ πᾶσι τοῖς πέρασι, τῆς εὐσεβείας τὸν λόγον πηγάσαντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε παμμάκαρ Θεοδόσιε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

 

Εἰς τὸν Στίχον. Τῆς Ἑορτῆς.Ἦχος δ' Ἔδωκας σημείωσιν

Ἴδε πῶς περίκειμαι, τὴν σὴν εἰκόνα ἣν ἔπλασα, ὑπὲρ νοῦν ταπεινούμενος, ὁ Κύριος ἔφησε· Τί οὖν ξένον φίλε, εἰ καθυποκύπτω, τῇ δεξιᾷ σου ὥς περ εἷς, τῶν σῶν συνδούλων καὶ περιβάλλομαι, γυμνούμενος τὰ ὕδατα; τοὺς γυμνωθέντας γὰρ βούλομαι, ἐπενδῦσαι ὡς εὔσπλαγχνος, ἀφθαρσίαν αἰώνιον.

 

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Ὤφθης σωματούμενος, ἀλλὰ νηδὺς σὲ ἐδέξατο, ἀκατάφλεκτος μείνασα· κάμινος γὰρ πόῤῥωθεν, ταύτην εἰκονίζει, μὴ φλέξασα Παῖδας, ἐγὼ δὲ χόρτος ὢν πυρί, πῶς ἐπιθήσω χεῖράς σοι Δέσποτα; ὃν φρίττει τὰ οὐράνια, καὶ τὰ ἐπίγεια ἅπαντα; Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Στίχ. Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Σύ με ἐν τοῖς ὕδασι, τοῦ Ἰορδάνου ἀπόπλυνον, ῥύπον ὅλως μὴ ἔχοντα, ὁ Κύριος ἔφησε· καὶ ἡ ῥυπωθεῖσα, φύσις τῶν ἀνθρώπων, τῇ παραβάσει τοῦ Ἀδάμ, ἀποπλυθεῖσα καινὴ γενήσεται· ἐμοῦ βαπτιζομένου γάρ, ἡ ἀναγέννησις ἅπασι, τοῖς ἀνθρώποις δι' ὕδατος, καὶ τοῦ Πνεύματος γίνεται.

 

Δόξα. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄.

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πατὴρ ἡμῶν Θεοδόσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων. Μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο, ὁρῶντά σε σήμερον ἐν Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως, ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.


Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος γ΄. Θείας πίστεως.

Θείας αἴρων σου, χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε, φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι Θεοδόσιε. Πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀῤῥήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος α'

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Ἀπόλυσις.


 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος α´. Τὸν τάφον σου.

Ἀστὴρ θεοφεγγές, τῆς Χριστοῦ Ἐκκλησίας, λαμπρύνεις νοητῶς, μοναστῶν τὰς καρδίας, βολαῖς τῆς σῆς χρηστότητος, καὶ στεῤῥᾶς ἐνασκήσεως, Θεοδόσιε, ἡμᾶς δὲ πάντας φαιδρύνεις, τοὺς τιμῶντάς σε, καὶ ἐκζητοῦντας ἀπαύστως, τὴν θείαν πρεσβείαν σου.

Δόξα. Και νῦν. Τῆς Ἑορτῆς.

Ἡγίασας Σωτήρ, Ἰορδάνου τὰ ῥεῖθρα, σαρκὶ καταδεχθείς, βαπτισθῆναι ὁ κόσμου, τὰ πάθη ἰώμενος, τὰ πικρὰ καὶ δυσίατα, καὶ τὴν Κορυφήν, τὴν σὴν σεπτὴν τῷ Προδρόμῳ, Λόγε ἔκλινας, ὁ ἐν δρακὶ περιέχων, τῆς κτίσεως πέρατα.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα τοῦ Ὁσίου. Ἦχ. δ΄. Ἐπεφάνης σήμερον.

Τῆς Τριάδος γέγονας, πάνσεπτος οἶκος, ἐκκαθάρας ὄλβιε, τὸ τῆς ψυχῆς σου τριμερές, νήψει ἱδρῶσι καὶ δάκρυσιν, ἀζύγων γέρας, κλεινὲ Θεοδόσιε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπὸ δούλου σήμερον, ἐν Ἰορδάνῃ, ὁ Δεσπότης βάπτισμα, λαβεῖν αἰτεῖται σαρκικόν, ἵνα λυτρώση οὓς ἔπλασεν, ἐκ τῆς δουλείας, τοῦ πλάνου ἀλάστορος

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχίς διὰ Στίχων Ἡρωελεγείων: Σήμερον ἀχράντοιο βαλών,/Θεοφεγγέϊ πυρσῷ,/Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,/Φλέξας παμμεδέοντος ἐΰς Πάϊς·/Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν.

Ἰαμβικός Ὁ Εἱρμός

Στείβει θαλάσσης, κυματούμενον σάλον,
πειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
κρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
ώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

ρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
ναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
ύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.

ναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
πα κρατίστην· Οὗτος ἠγαπημένος,
σος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.

 
Ὁ τοῦ Ὁσίου Κανών. ᾨδὴ α'. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.

Ὡς σοφὸς ταξίαρχος ἡμῶν, Πάτερ Θεοδόσιε, θεοπρεπῶς τὴν ᾠδὴν προανάκρουσον, τῷ ἐπιδημήσαντι, εἰς παγκόσμιον σωτηρίαν Χριστῷ τῷ Θεῷ, καὶ τὴν παναγίαν μνήμην σου, σὺν ἑαυτῷ δοξάσαντι.

Ἐξ ἐρήμου Πρόδρομος Χριστοῦ, τῆς Ἀαρωνίτιδος, ὁ Ἐλισάβετ βλαστὸς προελήλυθεν, ἐν τῇ Κολυμβήθρᾳ δέ, Θεοδόσιος γεννηθεὶς διὰ Πνεύματος, ἐρημοπολίτης γέγονε, τῷ Ἰησοῦ ἑπόμενος.

Βαπτισθέντος ῥείθροις τοῦ Χριστοῦ, τῆς Ἰσραηλίτιδος, συναγωγῆς καθαιρεῖται τὸ φρύαγμα, ἐν τῇ Ἐκκλησίᾳ δέ, ἡ ἰσάγγελος πολιτεία πεφύτευται· ἣν ἀνεπιστρόφως ἤνυσας, παμμάκαρ Θεοδόσιε.

Κοινωνὸς τοῦ πάθους γεγονώς, Πάτερ δι᾿ ἀσκήσεως, τοῦ δι' ἡμᾶς τῷ Σταυρῷ ὁμιλήσαντος, ἐπαξίως σύμμορφος, ἐχρημάτισας τῆς αὐτοῦ ἀναστάσεως, καὶ συγκληρονόμος γέγονας, τῆς δόξης Θεοδόσιε.

Θεοτοκίον

Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον, ὑπὲρ λόγον ἀπεκύησας.

Καταβασία.

Στείβει θαλάσσης...

 

ᾨδὴ γ'. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός

σοι παλαιῶν, ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
γαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.

Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
πισκοπεῖται, σαρκικῇ παρουσίᾳ·
ρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.

λκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὄροις.
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
ργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.

 

Τοῦ Ὁσίου. Ἐξήνθησεν ἡ ἔρημος.

Ὁ ὕδασι στεγάζων, τὰ ὑπερῷα Κύριος σωματικῶς τὰ ῥεῖθρα, τοῦ Ἰορδάνου περιεβάλετο, ἐν ᾧ ἐστερεώθη ἡ καρδία μου.

Ὁ φῶς ἐν Ἰορδάνῃ, τὸ θεῖον λάμψας βλάστημα, τοῖς ἐπὶ γῆς θεόσδοτον, εὐλογίας καὶ προαιρέσεως, ἀγαθῆς σε προφαίνει Θεοδόσιε.

Κατέλιπες τὸν κόσμον, καὶ τὰ ἐν τῷ κόσμῳ Ὅσιε, τὴν τελεσθεῖσαν γύμνωσιν, τοῦ Δεσπότου ἐκμιμησάμενος, ἐπὶ τοῦ Ἰορδάνου Θεοδόσιε.

Τὸν Σταυρὸν τοῦ Σωτῆρος, ἐπ᾿ ὤμων ἄρας ἔδραμες, ἐπὶ τὸν τούτου τάφον, ἐλάφου δίκην ἐπὶ ὑδάτων πηγάς, σωτηρίους παμμάκαρ Θεοδόσιε.

Θεοτοκίον

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διό σε Θεοτόκον πίστει σέβομεν.

Καταβασία.

Ὅσοι παλαιῶν

 

 

Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ὁσίων ἀοίδιμε· καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις τῇ χάριτι, θεοφόρε Θεοδόσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

Ἰορδάνης τῷ ῥείθρῳ καθυπουργεῖ, Ἰωάννης ἐκτείνει χεῖρα φθαρτήν, φανέντος σοῦ Ἀόρατε, ἐν σαρκὶ πρὸς τὸ βάπτισμα, ἀλλ' ὁ μὲν ἐστρέφετο, εἰς τὰ ὀπίσω φόβῳ, ὁ δὲ αὖθις ἐκράτει, ἐν τρόμῳ τὸν ἄφθαρτον, ὄντως ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἡ πηγὴ ἡ ἀείζωος, πηγάς τε καὶ θαλάσσας, καὶ ἀνθρώπους ἡγίασας. Ἡ Τριὰς γὰρ ἐπέλαμψεν· ἄνωθεν Υἱόν σε ὀνομάζει ὁ Γεννήτωρ, καὶ τὸ Ἅγιον Πνεῦμα συγκατέρχεται.

 

ᾨδὴ δ'. Τῆς Ἑορτῆς. Ἰαμβικός. Ὁ Εἱρμός

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας

μνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
ήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
τῶν δυναστῶν τὰ κράτη συνετρίβη.

Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
κριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,
Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.

Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,

Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,
χθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.

Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.
πλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.

 

Τοῦ Ὁσίου. Ἐλήλυθας, ἐκ Παρθένου.

Ἐν ὕδασι, κεφαλὰς τῶν δρακόντων συνέτριψας, καὶ διὰ τοῦ Πνεύματος, Λόγε Θεοῦ ἀνεκαίνισας, ὅλον μὲ τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει Σου Κύριε.

Τοῦ κλίναντος, κορυφὴν τῷ Προδρόμῳ μιμούμενος, Χριστοῦ τὸ ὑπήκοον, καὶ τὴν ἀρίστην ταπείνωσιν, Πάτερ Θεοδόσιε, πρὸς ἀρετῶν ἀνηνέχθης πύργον ἄσειστον.

Τῇ Παρθένῳ, καὶ Μητρὶ λειτουργήσας Χριστοῦ τοῦ Θεοῦ, τὴν ἀκαταμάχητον, χάριν ἐδέξω τοῦ Πνεύματος, Πάτερ Θεοδόσιε, καὶ δυσμενεῖς ἀοράτους καταβέβληκας.          

Τῶν Μάγων σε, τὸ ἀοίδιμον ἄντρον δεξάμενον, δωροφόρον ἔδειξε, τῷ δι' ἡμᾶς βαπτισθέντι Χριστῷ, πίστιν Θεοδόσιε, καὶ σὺν ἐλπίδι ἀγάπην προσκομίζοντα.    

Τοῖς πάθεσι, τοῦ Δεσπότου Χριστοῦ δυναμούμενος, τὸ τῆς συνειδήσεως, πόθῳ ἀνέτλης μαρτύριον, Πάτερ Θεοδόσιε, τῷ ζοφερῷ προσπαλαίων κοσμοκράτορι.

Θεοτοκίον

Συνέλαβες, ἐν γαστρί σου ἀσπόρως, τὸν Κύριον, καὶ τοῦτον ἐκύησας, σεσαρκωμένον τὸν σῴζοντα, κόσμον ταῖς πρεσβείαις σου· διό σοι κράζομεν· Χαῖρε ἀειπάρθενε Δέσποινα.

Καταβασία.

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας…

 

ᾨδή ε'. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός

χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
ὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
γουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

θρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,
στησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.

 

Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
ντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.

 

Τοῦ Ὁσίου. Μεσίτης Θεοῦ

Ἑξάψας τὸν νοῦν, τοῦ ἡμᾶς ἐν ῥείθροις καινουργήσαντος, σοφῶς ὑπεστήριζες, καταβεβλημένον δι᾿ ἀσκήσεως, κρεμαστῆρσι τὸ σῶμα, παμμάκαρ Θεοδόσιε.

Τὸν βίον ἀεί, τοῦ θανάτου θέμενος μελέτημα, ἐκδημῆσαι σπεύδων τε, πρὸς τὸν δι' ἡμᾶς ἐπιφανέντα σαρκί, σεαυτῷ ἐδομήσω, τὸν τάφον Θεοδόσιε.

Τὸν θάνατον Χριστοῦ, τὸν ἑκούσιον ὁ σὸς φοιτητής, ὁ κλεινὸς Βασίλειος, Πάτερ Θεοδόσιε μιμούμενος, τὸν καινὸν ἐγκαινίζει, τάφον ἀγαλλόμενος.

Θεοτοκίον

Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε, Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προσηγόρευσεν, ὑπὲρ φύσιν τε τοῦτον, Θεογεννῆτορ τέτοκας.

Καταβασία

Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου…

 

ᾨδὴ ς'. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός

μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
χῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

κ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.

νειμένων Πόλοιο παμφαῶν πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,

πελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

 

 

Τοῦ Ὁσίου. Ἐν ἀβύσσῳ πταισμάτων.

Ἀφθαρσίαν ἡμῖν ἐδωρήσω Χριστέ, ἐν τῇ ἀναστάσει σου· ὅθεν Βασίλειος, ὁ εὐκλεὴς θεράπων σου, καὶ θανὼν ὥσπερ ζῶν, ἐπιφαίνεται.

Ὁ καθαίρων τὸν κόσμον βαπτίζεται, δι᾿ ἐμὲ βροτός, ὁ Θεὸς κατ᾿ ἐμὲ γεγονώς, ὃν ἐν δυσὶ ταῖς φύσεσι, Θεοδόσιε μάκαρ ἐκήρυξας.

Γλυκασμὸν εὐφροσύνης Χριστῷ τῷ Θεῷ, τῷ τῶν Μυροφόρων τὰ δάκρυα τρέψαντι, εἰς χαρὰν Θεοδόσιε, οἱ κρουνοὶ τῶν δακρύων σου ἔσταξαν.

Θεοτοκίον

Συμπαθείας τῆς σῆς με ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τῶν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

Καταβασία.

Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ…

 

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος δ'

Ἐπεφάνης σήμερον, τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.

Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.

Πεφυτευμένος ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου σου, τὰς φανοτάτας ἀρετὰς τερπνῶς ἐξήνθησας, καὶ ἐπλήθυνας τὰ τέκνα σου ἐν ἐρήμῳ, τῶν δακρύων σου τοῖς ὄμβροις ἀρδευόμενα, ἀγελάρχα τῶν Θεοῦ θείων ἐπαύλεων· ὅθεν κράζομεν· Χαίροις Πάτερ Θεοδόσιε.

Ὁ Οἶκος

Ἄνθρωπος μὲν τῇ φύσει ἐχρημάτισας Πάτερ, ἀλλ' ὤφθης συμπολίτης Ἀγγέλων· ὡς γὰρ ἄσαρκον ἐπὶ τῆς γῆς βιοτεύσας σοφέ, τῆς σαρκὸς ἅπασαν τὴν πρόνοιαν ἀπέῤῥιψας· διὸ καὶ παρ᾿ ἡμῶν ἀκούεις·

Χαίροις, πατρὸς εὐλαβοῦς ὁ γόνος·

χαίροις, μητρὸς εὐσεβοῦς ὁ κλάδος.

Χαίροις, τῆς ἐρήμου πολιστὴς παγκόσμιος·

χαίροις, οἰκουμένης φωστὴρ ὁ πολύφωτος.

Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ·

χαίροις, ὅτι κατεμάρανας τῆς σαρκὸς τὰς ἡδονάς.

Χαίροις, τῶν Μοναζόντων πρόξενος σωτηρίας·

χαίροις, τῶν ῥαθυμούντων τρόπος παρηγορίας.

Χαίροις, πολλοὺς ἐκ πλάνης ῥυσάμενος·

χαίροις, κρουνοὺς θαυμάτων δωρούμενος.

Χαίροις, πτωχῶν τὴν φροντίδα ποιήσας·

χαίροις, ἡμῶν ὁ προστάτης καὶ ῥύστης.

Χαίροις, Πάτερ Θεοδόσιε.

 

Συναξάριον.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς ἐρήμου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάϊρος, αἰκιζόμενος τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Ἀλεξανδρείᾳ· Πέτρου, Σεβέριου καὶ Λευκίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑγίνου, ἐπισκόπου Ῥώμης

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων· Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου, τοῦ ἐν Ἀπαμείᾳ τῆς Συρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βιταλίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λευκίου, πρώτου ἐπισκόπου Μπρίντιζι τῆς Ἰταλίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀναστασίου, ἡγουμένου τῆς Μονῆς Σουμπεντόμα ἐν Ἰταλίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Ἔθνας τῆς Πεντάμορφης ἢ Ἀθηνᾶς καὶ Φιντέλμας τῆς Ῥοδοκόκκινης ἢ Φιλουμένης, πριγκιπισσῶν τοῦ οἴκου τοῦ Τάρα τῆς Ἰρλανδίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου, ἡγουμένου τῆς ἐν Ἄθῳ Μονῆς τοῦ Φιλοθέου, καὶ εἶτα ἐπισκόπου Τραπεζοῦντος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικηφόρου, τοῦ ἐκ τῆς κώμης Κριτσᾶς Λασιθίου καταγομένου, καὶ ἐν τῷ Ἡρακλείῳ Κρήτης ἀθλήσαντος, ἐν ἔτει 1832ῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μιχαήλ, τῆς μονῆς Κλὸπς τοῦ Νόβγκοροντ τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐπραξίας, τῆς ἐν Κοστρομᾷ Ῥωσσίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός

φλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,
τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
λην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.

Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,
κστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.
δωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,
Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,
Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.

ποῤῥαγέντος τοῦ Ἰορδάνου πάλαι,
σθμῷ περᾶται λαός, Ἰσραηλίτης,
Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,
πειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,
Πρὸς τὴν ἄῤῥευστον καὶ ἀμείνονα τρίβον.

δμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,
Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,
τρισμέγιστα χρηματίζων καὶ ξένα.
Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,
Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.

 

Τοῦ Ὁσίου. Ἀντίθεον πρόσταγμα

Ὁ ρεῖθρα φλογίζοντα τὴν ἁμαρτίαν, καὶ φλόγα δροσίζουσαν, ἀνθρώπων γένος Κύριε, ἐν τῷ σῷ Βαπτίσματι, συνάψας Λόγε Θεοῦ, ὁ ὑπερυψούμενος Θεός, εὐλογημένος καὶ ὑπερένδοξος.

Τῷ κάμινον τεύξαντι τὸν Ἰορδάνην, σαυτὸν ὡς θυμίαμα, ὁλοκαυτώσας Ὅσιε, καὶ φλόγα οὐράνιον, ἀψευδὲς σύμβολον, θείας ἐπινεύσεως λαβών, σηκὸν ἱδρύσω ψυχῶν σωτήριον.

Τοῖς σοῖς στρατηγήμασι τὰ τοῦ Μωσέως, ὑπείκει τῆς χάριτος, ἐπιφανείσης Ὅσιε· ἐχθροὺς ἀοράτους γάρ, καταστρεψάμενος, πόλιν ἐπουράνιον ὁ σός, κληροδοτεῖται λαὸς πανεύφημε.

Τῷ ῥείθροις ἐνθάψαντι τὴν ἁμαρτίαν, σαυτὸν ἐνδιαίτημα, ἔδρασας Θεοδόσιε, θεάρεστον τέμενος ἐπῳκοδόμησας, φέρειν ἀκατάπαυστον ᾠδήν, νομοθετήσας ἐν πολυγλώσσοις φωναῖς.

Τῶν Παίδων μιμούμενος τὴν παῤῥησίαν, τυράννου πυρίπνοον, ἀπειλὴν ἐξεφαύλισας, σοφῶς προϊστάμενος τῆς Ἐκκλησίας Χριστοῦ, Πάτερ Θεοδόσιε, δι᾿ ἣν ἑκὼν ὡράθη, σαρκὶ σταυρούμενος.

Θεοτοκίον

Πανάχραντον σύλληψιν, ἄχραντον τόκον, σὺ μόνη ὑπέδειξας, Παρθένος διαμείνασα· Θεὸν γὰρ συνέλαβες, τὸν ὑπὲρ πάντων ἁγνή, ἄνθρωπον γενόμενον, πιστῶν εἰς σωτηρίαν καὶ ἀπολύτρωσιν.

Καταβασία

Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,

ᾨδὴ η'. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός

λευθέρα μὲν ἡ κτίσις γνωρίζεται.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,
Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,
Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,
Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,
Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.

Λευχειμονείτω πᾶσα γήϊνος φύσις,
κπτώσεως νῦν οὐρανῶν ἐπηρμένη·
γὰρ τὰ πάντα συντετήρηται Λόγῳ
Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,
Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.

 

Τοῦ Ὁσίου. Κάμινός ποτε.

Τῶν σωματικῶν, παθῶν προεκδημήσας, τῆς ἐκδημίας Θεοδόσιε, ἐν τοῖς κενεῶσι τῆς γῆς, τῶν ὑδάτων ἑξαιρούμενος, τῷ νεανίᾳ δείκνυσαι, κράζοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Γέγονε τῶν σῶν, χειρῶν ἡ εὐλογία, τὸ τοῦ ἐν ῥείθροις βαπτισθέντος Χριστοῦ, θειότατον πρόσταγμα, τῇ ἀνίκμῳ γονιμώτατον, ὕδωρ καὶ θάλπων ἥλιος· κόκκος γὰρ εἰς πολύχουν, σῖτον ἀσπόρως ἐτρέφετο.

Γνόφον νοητόν, φωτὸς τοῦ θειοτάτου, σὺ ὑπεισδύνας Θεοδόσιε, καὶ πλάκας δακτύλῳ Θεοῦ, ἐγγραφείσας τῇ καρδίᾳ σου, τὰ εὐσεβείας δόγματα, ἔφερες τοῖς φοιτῶσι, βίβλον ζωῆς παμμακάριστε.

Πίστιν ἀῤῥαγῆ, τὴν τῆς Αἱμόῤῥου Πάτερ, ἐκμιμησάμενον τὸ γύναιον, τοῦ ῥάκους ἁψάμενον, ὥσπερ σκότος τῷ ἐν σοὶ φωτισμῷ τὸ πάθος ἐφυγάδευσε· γέγονας ἐκλογῆς γάρ, σκεῦος τῷ ἐπιφανέντι Χριστῷ.

Τριάδικον.

Σὲ τὸν ἐκ Θεοῦ, Θεὸν ἑωρακότες, σωματικῶς ἐπιφανέντα Χριστέ, ἀῤῥήτως ἐπέγνωμεν, τὸν ἀόρατον Πατέρα σου, καὶ Πνεῦμά σου τὸ Ἅγιον, κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικὼς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

Καταβασία.

Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.

ᾨδὴ θ΄. Τῆς Ἑορτῆς. Ἰαμβικός Ὁ Εἱρμός

Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.

τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
πάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.
Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.
Τὸ αὐτό

Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
δμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
ς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
ορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.

Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.
Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
ναξ ἄναρχε, Πνεύματος κοινωνία,
οαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
σχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.

 

Τοῦ Ὁσίου. Ἀνάρχου Γεννήτορος

Συνόδους ἐκήρυξας, θεόφρον Θεοδόσιε, τῶν σεπτῶν ἰσαρίθμους, Εὐαγγελίων Χριστοῦ, τὸ τῆς προαιρέσεως αἷμα, μαρτυρικῷ, προέμενος ζήλῳ, καὶ μάρτυς ἀναίμακτος, εὐσεβείας ἀναδέδειξαι.

Ἡ δίκη τὸν ἄδικον, ἐνδίκως κατεδίκασε, τῆς σῆς ὑπερορίας προεξορίσασα, καὶ διὰ βλασφήμων χειλέων, τὴν δυσσεβῆ, ψυχὴν ἐξελοῦσα, ζωῆς τε στερήσασα, τῆς ζωῆς τὸν ἐχθρὸν Ὅσιε.

Τῶν σῶν μεμνημένοι, διδαγμάτων Θεοδόσιε, ἐν δυσὶ ταῖς οὐσίαις, Χριστὸν κηρύττομεν, δύω τὰς θελήσεις εἰδότες, τὰς φυσικάς, καὶ τὰς ἐνεργείας, καὶ τὰ αὐτεξούσια, ἐν Θεῷ τῷ βαπτισθέντι σαρκί.

Φερώνυμος δόσις ἀγαθή, ἐκ τοῦ τῶν φώτων Πατρός, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸς πέφηνας, βρῶσις εὐθηνοῦσα καὶ πόσις, τῶν ἐν λιμῷ τακέντων καὶ δίψει, γυμνῶν περιβόλαιον, καὶ πιπτόντων ἐπανόρθωσις,

Μὴ παύσῃ τὴν ποίμνην σου, ἐφορῶν Πάτερ Ὅσιε, καὶ τῆς σῆς μεμνημένος καθυποσχέσεως, ἧς τὰς τῆς ἐλπίδος ἀγκύρας, ὡς ἀῤῥαγοῦς ἐξήψαμεν πέτρας, πρὸς Χριστὸν μεσίτην σε, κεκτημένοι Θεοδόσιε.

Θεοτοκίον

Ὡς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα, τὴν ἀνατολὴν τοῦ Ἡλίου, τοῦ νοητοῦ τῆς δικαιοσύνης, ἡμῖν φανερώσασα, Θεομῆτορ πανσεβάσμιε.

Καταβασία.

Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.

Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὸν πρῶτον τῶν κοινοβίων, καὶ μονοτρόπων στηριγμόν, ἰάσεων τὸ ταμεῖον, καὶ τῆς ἐρήμου πολιστήν, τιμήσωμεν κατὰ χρέος, τὸν Θεοδόσιον ὕμνοις.

Τῆς Ἑορτῆς. Ὅμοιον.

Ἐξεστῆσαν καθορῶσαι, αἱ τῶν ἀγγέλων στρατιαί, σὲ προσερχόμενον Σῶτερ, ἐν Ἰορδάνῃ ποταμῷ, ὡς μέροπα βαπτισθῆναι, ἐκ τῆς χειρὸς τοῦ Προδρόμου.

 

Αἶνοι. Τοῦ Ὁσίου. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν.

Οἶκον, τῶν ἱερῶν ἀρετῶν, προκαταστήσας σεαυτὸν Θεοδόσιε, τὸν θεῖον τῆς Θεοτόκου, κατηξιώθης ναόν, κατοικεῖν καὶ τοῦτον ἐπισκέπτεσθαι· Θεοῦ τὴν λαμπρότητα, θεωρεῖν γὰρ ἠγάπησας· τῆς ἀληθοῦς δέ, νῦν σκηνῆς τὴν εὐπρέπειαν, καὶ τὴν ἄφραστον, καθορᾷς ὡραιότητα· ἥν περ ἐθεμελίωσεν, ὁ Ὕψιστος Ὅσιε, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς αὐτὸν ἀνανεύοντας. Αὐτὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

 

Πόνοις, ἀσκητικοῖς σεαυτόν, ἀνακαθάρας μιμητὴς ἐχρημάτισας, παμμάκαρ τοῦ σοῦ Δεσπότου· τῆς γὰρ κρασπέδων τῶν σῶν, ἁψαμένης πάθος ἐθεράπευσας· λιμῷ τηκομένους, ἐν τῇ ἐρήμῳ δὲ ἔθρεψας, ἐξ ἀκενώτου, χορηγῶν θησαυρίσματος, ὡς φερώνυμος, Θεοῦ δόσις γενόμενος. Πίστιν δὲ τὴν ὀρθόδοξον, ἐκήρυξας Ὅσιε, τὴν τοῦ τυράννου μανίαν, ἀντ᾿ οὐδενὸς λογισάμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Φλόγα, τῆς πρὸς Θεὸν ἀκλινοῦς, καὶ διαπύρου καὶ θερμῆς ἀγαπήσεως, ἐξάψας τὸν οὐρανόθεν, ἀντεκομίσω πυρσόν, εὐδοκίαν θείαν σοι μηνύοντα, ναὸν ἁγιώτατον, ἀρετῆς παιδευτήριον, οἰκοδομῆσαι, καὶ ψυχῶν φροντιστήριον· ὃν ἀρξάμενος, εὐσεβῶς ἐτελείωσας· ἔνθα καὶ τὸ πολύαθλον, κατάκειται σῶμά σου, θήκαις ὁσίαις παμμάκαρ, διαφερόντως τιμώμενον. Χριστὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

 

Ὄντως, ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ Θεοδόσιε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἐορτάζοντος, τερπνῆς ἀκουσάμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει μακάριε, ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας, ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Τοῦ Ὁσίου. Ἦχος β΄.

Τῶν ἀρετῶν ἡ κλῖμαξ, ὑπογραμμὸς ἀνεδείχθη τοῖς ἐπὶ γῆς· τοῦτον εὐφημήσωμεν, ὡς ἀσκητῶν ἐγκαλλώπισμα· ἑξασκήσας γὰρ ἀληθῶς, ὥσπερ ὁ μέγας Ἀντώνιος, ἄμετρον ταπείνωσιν ἐνδειξάμενος, καὶ ποιμάνας τὸν λαὸν αὐτοῦ εὐσεβῶς εἰς μάνδραν ἁγίαν ἐνήλασεν, οὗ ὁ χορὸς τῶν Ἁγίων καθέστηκεν. Ἐκτενῶς οὖν βοῶμεν· Μὴ ἐπιλάθῃ, καὶ νῦν τῆς ποίμνης σου, παμμάκαρ Θεοδόσιε, ἀλλὰ πρεσβείαις σου πρὸς Κύριον, σῶσον ἡμᾶς δεόμεθα.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος γ΄. Θείας πίστεως.

Θείας αἴρων σου, χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε, φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι Θεοδόσιε. Πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀῤῥήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΠΟΔΟΣΙΣ ΥΠΑΠΑΝΤΗΣ