ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ
+ ΦΕΒΡΟΥΑΡΙΟΣ Ι΄. ΧΑΡΑΛΑΜΠΟΣ ΙΕΡΟΜΑΡΤΥΣ [1] ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μετ' Ἁγίων Ἀγγέλων, παντοίας τὰς βασάνους ὑπέστης στεῤῥῶς, καὶ τυράννων ὠμότητα, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνῃ τοῖς Μαρτύρων χοροῖς. (Δίς) Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, ὦ Χαράλαμπες μάκαρ, ὁλόφωτος ἐδείχθης Μάρτυς Χριστοῦ, ἱερεὺς τ᾽ ἐννομώτατος· διὸ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε. Τῶν Ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς τρισμάκαρ, παρεστώς τε τῇ θείᾳ, Τριάδι τῇ ἀνάρχῳ μνείαν ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ τὴν πανσέβαστον κάραν σου εὐλαβῶς, προσκυνούντων μετὰ πίστεως. Δόξα... Ἦχος β' Ἡ Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ Ἀθλοφόρου Χαραλάμπους· τοῦτον γὰρ ἐν εὐσεβείᾳ ἐκθρεψαμένη, θυσίαν ἄμω...