Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2025

ΙΑΝΟΥΑΡΙΟΣ 30. ΑΓΙΟΙ ΤΡΕΙΣ ΙΕΡΑΡΧΕΣ

Εικόνα
  + ΙΑΝΟΥΑΡΙΟΣ Λ΄ ΣΥΝΑΞΙΣ ΤΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ, ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ & ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ   Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν Ἐν τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσεως, ἀναβὰς κατώπτευσας τὰ ἀπόῤῥητα, αὐτοῦ καὶ θεῖα μυστήρια, ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοῖς, εὐσεβείας ὡς κήρυξ σοφός∙ διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοῖς σοῖς διδάγμασιν Ὅσιε. Τοὺς συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅσιε, τῇ σοφίᾳ λόγων καὶ τῶν δογμάτων σου, καὶ εἰς ὁμόνοιαν ἤθροισας, Ὀρθοδόξου πίστεως, τοὺς εὐγνώμονας Χριστόν, εὐφημοῦντας Γρηγόριε, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα. Ἀῤῥαγῆ σε θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τῇ αὐτοῦ Ἐκκλησίᾳ Πάτερ Ὅσιε, τηροῦντα ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεοῤῥῆμον Χρυσόστομε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι...

ΙΑΝΟΥΑΡΙΟΣ 29. ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΘΕΟΦΟΡΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ & ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΠΠΟΛΥΤΟΥ ΠΑΠΑ ΡΩΜΗΣ

Εικόνα
  ΙΑΝΟΥΑΡΙΟΣ ΚΘ΄ ΙΓΝΑΤΙΟΥ ΘΕΟΦΟΡΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ & ΙΠΟΛΛΥΤΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΑΠΑΣ ΡΩΜΗΣ [1]   ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ   Εἰς τὸ·  Κύριε ἐκέκραξα,   ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Θεοφόρου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι. Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοῖς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαῖς, τοῦ ἐνθέου κηρύγματος· ἔνθα πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῷ φέγγει, κατεστεμμένος τῆς χάριτος.    Ἱερῶς ἀπεδόθη σου, τῇ σῇ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλῶντα, τοὺς εὐσεβῶς σε γεραίροντας.    Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος· νῦν δὲ τῶν θείων λειψάνων σου, ἐν τῇ ἐπανόδῳ φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ᾽ ἑσπέρας ἐφήπλωσας·...