Αναρτήσεις

ΦΕΒΡΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ

Εικόνα
  + ΦΕΒΡΟΥΑΡΙΟΣ Ι΄. ΧΑΡΑΛΑΜΠΟΣ ΙΕΡΟΜΑΡΤΥΣ [1] ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μετ' Ἁγίων Ἀγγέλων, παντοίας τὰς βασάνους ὑπέστης στεῤῥῶς, καὶ τυράννων ὠμότητα, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνῃ τοῖς Μαρτύρων χοροῖς. (Δίς) Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, ὦ Χαράλαμπες μάκαρ, ὁλόφωτος ἐδείχθης Μάρτυς Χριστοῦ, ἱερεὺς τ᾽ ἐννομώτατος· διὸ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε. Τῶν Ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς τρισμάκαρ, παρεστώς τε τῇ θείᾳ, Τριάδι τῇ ἀνάρχῳ μνείαν ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ τὴν πανσέβαστον κάραν σου εὐλαβῶς, προσκυνούντων μετὰ πίστεως. Δόξα... Ἦχος β' Ἡ Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ Ἀθλοφόρου Χαραλάμπους· τοῦτον γὰρ ἐν εὐσεβείᾳ ἐκθρεψαμένη, θυσίαν ἄμω...

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

Εικόνα
  ΦΕΒΡΟΥΑΡΙΟΣ Θ΄. [1] ΝΙΚΗΦΟΡΟΣ ΜΑΡΤΥΣ   ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου. Νόμοις, πειθαρχῶν τοῦ δι’ ἡμᾶς, σάρκα ἐπὶ γῆς εἰληφότος, καὶ πάθος τίμιον, Μάρτυς ὑπομείναντος, θεομακάριστε, τὴν ἀγάπην ἐτήρησας, τὴν πρὸς τὸν πλησίον, νόμου τὸ κεφάλαιον, οὖσαν καὶ τῶν Προφητῶν· ὅθεν, καὶ μακάριον τέλος, εἴληφας πηγῇ τῆς ἀγάπης, νῦν ὦ Νικηφόρε παριστάμενος.   Κλίνεις, τὸν αὐχένα τῷ Θεῷ, ᾧ τὰ πάντα κλίνει τὸ γόνυ, Μάρτυς θαυμάσιε, κάραν ἐκτεμνόμενος, καὶ χωριζόμενος, τοῦ γενναίου σου σώματος, Χριστῷ δὲ τῇ πάντων, κεφαλῇ ἑνούμενος, καθαρωτάτῳ νοΐ· οὗ νῦν τῷ φωτὶ πλησιάζων, αἴτησαι ἡμῖν Νικηφόρε, πᾶσι φωτισμὸν τοῖς εὐφημοῦσί σε.   Ῥείθροις, τῶν αἱμάτων σου σοφέ, τῶν ὑπὲρ Χριστοῦ κενωθέντων, τὴν γῆν ἡγίασας· πνεύματι δὲ πνεύματα, ἐχαροποίησας, ἀσωμάτων Δυνάμεων, Μαρτύρων ἀγέλας, πάσας δὲ ἐφαίδρυνας, ταύταις ἑνούμενος, μάκαρ, ὡς γενναῖος ὁπλίτης, ὡς ἀκαταγώνιστος ...